# Ad populum Antiochenum (homiliae 1-21) 4.1-2

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad populum Antiochenum (homiliae 1-21), ΟΜΙΛΙΑ ΔΕΥΤΕΡΑ, Λεχθεῖσα ἐν Ἀντιοχείᾳ ἐν τῇ παλαιᾷ λεγομένῃ ἐκκλησίᾳ, ὄντος αὐτοῦ πρεσβυτέρου, περὶ τῆς συμβάσης συμφορᾶς ἐν τῇ πόλει, ἐπὶ τῇ ἀταξίᾳ τῆς καταστροφῆς τῶν ἀνδριάντων τοῦ Θεοδοσίου τοῦ εὐσεβοῦς βασιλέως τοῦ μεγάλου· καὶ εἰς τὸ ῥητὸν τοῦ Ἀποστόλου, Τοῖς πλουσίοις παράγγελλε ἐν τῷ νῦν αἰῶνι μὴ ὑψηλοφρονεῖν· καὶ κατὰ πλεονεξίας.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/ad-populum-antiochenum-homiliae-1-21/4.1-2

Ταῦτα προὔλεγον, ταῦτα ἐξέβη νῦν, καὶ τῆς ῥᾳθυμίας ἐκείνης τίνομεν δίκας. Τὸν Θεὸν ὑβριζόμενον περιεῖδες· ἰδοὺ συνεχώρησεν ὑβρισθῆναι βασιλέα· καὶ τὸν περὶ τῶν ἐσχάτων ἐπικρεμασθῆναι πᾶσι κίνδυνον, ἵνα ἐν τῷ φόβῳ τούτῳ τῆς ῥᾳθυμίας ἐκείνης δῶμεν δίκην. Ἆρα μὴ μάτην, μηδὲ εἰκῆ ταῦτα προὔλεγον, καὶ συνεχῶς ἠνώχλουν τῇ ὑμετέρᾳ ἀγάπῃ; Ἀλλ' ὅμως οὐδὲν γέγονε πλέον, ἀλλὰ γενέσθω νῦν, καὶ ἀπὸ τῆς παρούσης σωφρονισθέντες συμφορᾶς, ἐπίσχωμεν τὴν ἄτακτον ἐκείνων μανίαν. Ἐμφράξωμεν αὐτῶν τὰ στόματα, καθάπερ πηγὰς θανατηφόρους ἀποκλείσωμεν, καὶ πρὸς τὸ ἐναντίον μεταβάλωμεν, καὶ πάντως στήσεται τὰ κατειληφότα τὴν πόλιν κακά. Οὐκ ἔστι θέατρον ἡ ἐκκλησία, ἵνα πρὸς τέρψιν ἀκούωμεν· ὠφεληθέντας ἐντεῦθεν ἀπιέναι χρὴ, κερδάναντάς τι πλέον καὶ μέγα, οὕτως ἀναχωρεῖν δεῖ· ἐπεὶ μάτην καὶ εἰκῆ παραγινόμεθα, εἰ πρὸς καιρὸν ψυχαγωγηθέντες οὕτως ἀναχωροίημεν, ἔρημοι καὶ κενοὶ τῆς ἀπὸ τῶν λεγομένων ὠφελείας γενόμενοι. Τί μοι τῶν κρότων ὄφελος τούτων; τί δὲ τῶν ἐπαίνων καὶ τῶν θορύβων; Ἔπαινος ἐμὸς τὸ διὰ τῶν ἔργων ὑμᾶς ἐπιδεῖξαι τὰ λεγόμενα ἅπαντα· τότε ἐγὼ ζηλωτὸς καὶ μακάριος, οὐχ ὅταν ἀποδέχησθε, ἀλλ' ὅταν ποιῆτε μετὰ προθυμίας ἁπάσης, ἅπερ ἂν ἀκούσητε παρ' ἡμῶν. Ἕκαστος τὸν πλησίον διορθούσθω· Οἰκοδομεῖτε γὰρ εἷς τὸν ἕνα, φησίν· ἂν γὰρ μὴ τοῦτο ποιῶμεν, ἡ παρ' ἑκάστου γινομένη πλημμέλεια κοινήν τινα καὶ ἀφόρητον οἴσει τὴν βλάβην τῇ πόλει. Ἰδοὺ, μηδὲν συνειδότες τοῖς γεγενημένοις τῶν τετολμηκότων οὐκ ἔλαττον δεδοίκαμεν, καὶ φρίττομεν, μὴ πάντας ὁ τοῦ βασιλέως θυμὸς καταλάβῃ· καὶ οὐκ ἀρκεῖ εἰς ἀπολογίαν ἡμῖν τὸ λέγειν· Οὐ παρήμην, οὐ συνῄδειν, οὐκ ἐκοινώνησα τῶν γεγενημένων. Δι' αὐτὸ μὲν οὖν τοῦτο κολάζου, φησὶ, καὶ δίδου δίκην τὴν ἐσχάτην, ὅτι μὴ παρῆς, μηδὲ ἐκώλυες, μηδὲ τοὺς ἀκοσμοῦντας κατεῖχες, μηδὲ ἐκινδύνευες ὑπὲρ τῆς εἰς τὸν βασιλέα τιμῆς. Οὐ μετέσχες τῶν τετολμημένων; ἐπαινῶ τοῦτο καὶ ἀποδέχομαι· ἀλλ' οὐδὲ ἐπέσχες τὰ γινόμενα· τοῦτο κατηγορίας ἄξιον. Ταῦτα καὶ παρὰ τοῦ Θεοῦ τὰ ῥήματα ἀκουσόμεθα, ὅταν σιγῇ φέρωμεν τὰς εἰς αὐτὸν ὕβρεις καὶ παροινίας γενομένας· ἐπεὶ καὶ ὁ τὸ τάλαντον ἐκεῖνο καταχώσας οὐχ ὑπὲρ τῶν καθ' ἑαυτὸν ἐνεκαλεῖτο τότε (ὁλόκληρον γὰρ τὴν παρακαταθήκην ἀπέδωκεν), ἀλλ' ὅτι αὐτὴν οὐκ ἐπλεόνασεν, ὅτι ἑτέρους οὐκ ἐπαίδευσεν, ὅτι τὸ ἀργύριον τοῖς τραπεζίταις οὐ κατέβαλε, τουτέστιν, οὐ παρῄνεσεν, οὐ συνεβούλευσεν, οὐκ ἐπετίμησεν, οὐ διώρθωσε τοὺς πλησίον ἀκοσμοῦντας τῶν πονηρῶν· διὰ τοῦτο χωρὶς συγγνώμης ἁπάσης εἰς τὰς ἀφορήτους ἐπέμπετο κολάσεις ἐκείνας. Ἀλλ' ὅτι μὲν, εἰ καὶ μὴ πρότερον, νῦν γοῦν ταύτην ἐργάσεσθε τὴν διόρθωσιν, καὶ τὸν Θεὸν ὑβριζόμενον οὐ περιόψεσθε, σφόδρα πεπίστευκα. Ἱκανὰ γὰρ τὰ συμβεβηκότα, εἰ καὶ μηδεὶς ὁ παραινῶν ἦν, καὶ τοὺς σφόδρα ἀναισθήτως διακειμένους πεῖσαι λοιπὸν τῆς οἰκείας ἐπιλαβέσθαι σωτηρίας. Ἡμῖν δὲ ὥρα λοιπὸν τὴν εἰωθυῖαν ὑμῖν ἀπὸ τοῦ Παύλου παραθεῖναι τράπεζαν, τὴν σήμερον ἀναγνωσθεῖσαν ῥῆσιν προχειρισαμένους, καὶ εἰς μέσον καταθεμένους ἅπασι. Τί ποτ' οὖν ἐστι τὸ σήμερον ἀναγνωσθέν; Τοῖς πλουσίοις ἐν τῷ νῦν αἰῶνι παράγγελλε μὴ ὑψηλοφρονεῖν. Εἰπὼν, Τοῖς πλουσίοις ἐν τῷ νῦν αἰῶνι, ἔδειξε καὶ ἑτέρους ὄντας πλουσίους τοὺς τοῦ μέλλοντος αἰῶνος· οἷος ἐκεῖνος ὁ Λάζαρος ἦν, κατὰ μὲν τὸν παρόντα βίον πένης, κατὰ δὲ τὸν μέλλοντα πλούσιος, οὐ χρυσοῦ καὶ ἀργύρου καὶ τοιαύτῃ τινὶ φθαρτῇ καὶ ἐπικήρῳ πλουτῶν ὕλῃ, ἀλλὰ τοῖς ἀποῤῥήτοις ἐκείνοις ἀγαθοῖς, ἃ Μήτε ὀφθαλμὸς εἶδε, μήτε οὖς ἤκουσε, μήτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη. Τοῦτο γὰρ ἀληθῶς πλοῦτος καὶ εὐπορία, ὅταν καὶ ἀκήρατα ᾖ τὰ καλὰ, καὶ μηδεμίαν δέχηται μεταβολήν. Ἀλλ' οὐχ ὁ παριδὼν αὐτὸν πλούσιος τοιοῦτος, ἀλλὰ πάντων πενέστερος ἐγένετο. Μετὰ ταῦτα γοῦν σταγόνος ἀξιώσας ἐπιτυχεῖν, οὔτε αὐτῆς ἐγένετο κύριος· οὕτω πρὸς ἐσχάτην ἐληλάκει πενίαν. Διὰ τοῦτο πλουσίους τοῦ παρόντος αἰῶνος ἐκάλεσεν, ἵνα μάθῃς, ὅτι μετὰ τῆς παρούσης ζωῆς καὶ ἡ εὐπορία συγκαταλύεται· οὐ πρόεισι περαιτέρω, οὐδὲ συμμεθίσταται ἀποδημοῦσι τοῖς ἔχουσιν, ἀλλὰ πολλάκις αὐτοὺς καὶ πρὸ τῆς τελευτῆς ἀφίησιν· ὅπερ οὖν καὶ αὐτὸ δηλῶν ἔλεγε, Μηδὲ ἠλπικέναι ἐπὶ πλούτου ἀδηλότητι. Οὐδὲν γὰρ οὕτως ἄπιστον, ὡς ὁ πλοῦτος, ὃ πολλάκις εἶπον, καὶ λέγων οὐ παύσομαι, ὅτι δραπέτης ἐστὶν ἀγνώμων, οἰκέτης πίστιν οὐκ ἔχων, κἂν μυρίας αὐτῷ περιβάλῃς πέδας, οὗτος καὶ τὰς πέδας αὐτὰς ἐπισυρόμενος ἄπεισι. Πολλάκις γοῦν μοχλοῖς καὶ θύραις ἀπέκλεισαν αὐτὸν οἱ κεκτημένοι, οἰκέτας περιστήσαντες φύλακας· ὁ δὲ τοὺς οἰκέτας αὐτοὺς ἀναπείσας, μετ' αὐτῶν ἀπέδρα τῶν φυλαττόντων, καθάπερ ἅλυσιν τοὺς τηροῦντας ἐπισυρόμενος, καὶ πλέον οὐδὲν ἀπὸ τῆς φυλακῆς ἐγένετο ταύτης. Τί τούτου γένοιτ' ἂν ἀπιστότερον; τί δὲ τῶν περὶ αὐτὸν ἐσπουδακότων ἐλεεινότερον; ὅταν πρᾶγμα οὕτω σαθρὸν καὶ εὐμετάπτωτον πάσῃ σπουδῇ συλλέγειν ἐπιχειρῶσι, καὶ μὴ ἀκούωσι τοῦ προφήτου λέγοντος· Οὐαὶ οἱ πεποιθότες ἐπὶ τῇ δυνάμει αὐτῶν, καὶ ἐπὶ τῷ πλήθει τοῦ πλούτου αὐτῶν καυχώμενοι. Εἰπὲ, τίνος ἕνεκεν οὐαί; Θησαυρίζει, φησὶ, καὶ οὐ γινώσκει τίνι συνάξει αὐτά· ὅτι ὁ μὲν πόνος δῆλος, ἡ δὲ ἀπόλαυσις ἄδηλος. Πολλάκις ἐχθροῖς κάμνεις, καὶ ταλαιπωρεῖς· πολλάκις μετὰ τὴν σὴν τελευτὴν εἰς τοὺς ἠδικηκότας καὶ μυρία σοι ἐπιβουλεύσαντας, ὁ κλῆρος ἐλθὼν, σοὶ μὲν τὰ ἁμαρτήματα, τὴν δὲ ἀπόλαυσιν παρέσχεν ἑτέροις.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad populum Antiochenum (homiliae 1-21). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg024.local001/.
