# Ad populum Antiochenum (homiliae 1-21) 4.1-3

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad populum Antiochenum (homiliae 1-21), Παράκλησις πρὸς τὸν λαὸν περὶ καρτερίας καὶ ὑπομονῆς ἐκ παραδειγμάτων τοῦ τε Ἰὼβ καὶ τῶν τριῶν παίδων· καὶ περὶ τῆς τῶν ὅρκων ἀποχῆς.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/ad-populum-antiochenum-homiliae-1-21/4.1-3

Καὶ σκόπει διὰ τῶν ἐναντίων πλεκόμενον τῆς νίκης τὸν στέφανον, καὶ μάρτυρας τοῦ τροπαίου γενομένους αὐτοὺς τοὺς ἐχθρούς. Ἀπέστειλε γὰρ, φησὶ, Ναβουχοδονόσορ ὁ βασιλεὺς συναγαγεῖν πάντας τοὺς ὑπάτους, καὶ στρατηγοὺς, καὶ τοπάρχας, ἡγουμένους, καὶ τυράννους, καὶ τοὺς ἐπ' ἐξουσιῶν, καὶ πάντας τοὺς ἄρχοντας τῶν χωρῶν ἐλθεῖν εἰς τὰ ἐγκαίνια τῆς εἰκόνος· καὶ συνήχθησαν πάντες. Ὁ ἐχθρὸς συνάγει τὸ θέατρον, καὶ αὐτὸς συγκροτεῖ τοὺς θεατάς· αὐτὸς τὰ σκάμματα τίθησι, καὶ θέατρον οὐ τῶν τυχόντων ἀνθρώπων, οὐκ ἰδιωτῶν τινων, ἀλλὰ τῶν ἐντίμων καὶ πάντων τῶν ἐν ἀρχαῖς, ἵνα καὶ ἡ μαρτυρία ἀξιόπιστος γένηται παρὰ τοῖς πολλοῖς. Ἦλθον ἐφ' ἑτέρᾳ κληθέντες ὑποθέσει, καὶ ἕτερα θεασάμενοι πάντες ἀπῆλθον. Ἦλθον προσκυνήσοντες τὴν εἰκόνα, καὶ τῆς μὲν εἰκόνος καταγελάσαντες, ἐκπλαγέντες δὲ τοῦ Θεοῦ τὴν δύναμιν, διὰ τῶν εἰς τοὺς παῖδας τούτους γενομένων σημείων, ἀπῆλθον. Καὶ ὅρα ποῦ τὸ στάδιον ἀνεῴγει τοῦτο· οὐκ ἐν πόλει, οὐδὲ ἐν χώρᾳ τινὶ, ἀλλ' ὕπτια καὶ ψιλὰ πεδία δέχεται τοῦτο τῆς οἰκουμένης τὸ θέατρον. Ἐν γὰρ πεδίῳ Δεηρᾷ. τῆς πόλεως ἔξω, τὴν εἰκόνα ἔστησε, καὶ ὁ κήρυξ παρελθὼν ἐβόα· Ὑμῖν λέγεται, ἔθνη, φυλαὶ, λαοὶ, γλῶσσαι, ἐν ᾗ ἂν ὥρᾳ ἀκούσητε τῆς φωνῆς τῆς σάλπιγγος σύριγγός τε καὶ κιθάρας, σαμβύκης τε καὶ ψαλτηρίου, καὶ συμφωνίας, καὶ παντὸς γένους μουσικῶν, πεσόντες προσκυνήσατε τῇ εἰκόνι τῇ χρυσῇ (ὄντως γὰρ πεσεῖν ἦν τὸ προσκυνῆσαι τὸ εἴδωλον)· καὶ ὃς ἐὰν μὴ προσκυνήσῃ πεσὼν, ἐν αὐτῇ τῇ ὥρᾳ ἐμβληθήσεται εἰς τὴν κάμινον τοῦ πορὸς τὴν καιομένην. Εἶδες πῶς χαλεπὰ τὰ παλαίσματα γίνεται, καὶ ὅσαι τῆς ἐπιβουλῆς αἱ ἀνάγκαι, καὶ πῶς βαθὺ τὸ βάραθρον, καὶ κρημνὸς ἑκατέρωθεν; Ἀλλὰ μὴ δείσῃς· ὅσῳπερ ἂν αὐξήσῃ τὰ μηχανήματα ὁ ἐχθρὸς, τοσούτῳ μᾶλλον δείκνυσι τῶν παίδων τὴν ἀνδρείαν. Διὰ γὰρ τοῦτο συμφωνία μουσικῶν τοσούτων, διὰ τοῦτο ἡ κάμινος ἡ καιομένη, ἵνα καὶ ἡδονὴ καὶ φόβος πολιορκῇ τὰς τῶν παρόντων ψυχάς. Πικρός τίς ἐστι τῶν παρόντων καὶ δυσένδοτος; μαλαττέτω, φησὶν, αὐτὸν γοητεύουσα τῆς παναρμονίου μουσικῆς ἡ μελῳδία. Ἀλλ' ἀνώτερος ταύτης γίνεται τῆς ἐπιβουλῆς; φοβείτω καὶ καταπληττέτω τῆς φλογὸς ἡ ὄψις. Καὶ ἦν φόβος καὶ ἡδονὴ, ἡ μὲν διὰ τῶν ὤτων, ὁ δὲ διὰ τῶν ὀφθαλμῶν ἐπεισιὼν τῇ ψυχῇ· ἀλλὰ τὸ γενναῖον τῶν νεανίσκων ἐκείνων οὐδὲν τούτων ἤλεγξεν· ἀλλ' ὥσπερ εἰς τὸ πῦρ ἐμπεσόντες ἐκράτησαν τῆς φλογὸς, οὕτω πάσης ἐπιθυμίας καὶ ἀγωνίας κατεγέλασαν. Πάντα γὰρ ταῦτα δι' ἐκείνους ὁ διάβολος προπαρεσκεύασαν· οὐ γὰρ περὶ τῶν ὑπηκόων ἠμφισβήτει, ἀλλὰ καὶ σφόδρα ἐθάῤῥει, ὅτι οὐδεὶς ἀντιπεσεῖται τῷ νόμῳ τοῦ βασιλέως· ἐπειδὴ δὲ ἅπαντες ἔπεσον καὶ ἡττήθησαν, τότε εἰς μέσον οἱ παῖδες ἄγονται μόνοι, ἵνα καὶ ταύτῃ ἡ νίκη λαμπροτέρα γένηται, ἐν τοσούτῳ πλήθει νικώντων καὶ ἀνακηρυττομένων αὐτῶν, Οὐδὲ γὰρ ἦν οὕτω θαυμαστὸν, εἰ μηδενὸς ὑποσκελισθέντος οὗτοι παρελθόντες ἠνδρίσαντο πρῶτοι. Τὸ δὲ μέγιστον καὶ παράδοξον, ὅτι τῶν πεπτωκότων τὸ πλῆθος οὐκ ἐφόβησεν αὐτοὺς, οὐδὲ ἐξέλυσεν, οὐδὲ εἶπον πρὸς ἑαυτούς τι τοιοῦτον, ὃ πολλοὶ πολλάκις λέγειν εἰώθασιν· Εἰ μὲν γὰρ πρῶτοι καὶ μόνοι προσκυνεῖν ἡμεῖς ἐμέλλομεν τὴν εἰκόνα, ἔγκλημα τὸ γινόμενον ἦν· εἰ δὲ μετὰ τοσούτων μυριάδων τοῦτο ποιοῦμεν, τίς οὐ δώσει συγγνώμην; τίς ἀπολογίας οὐκ ἀξιώσει; Ἀλλ' οὐδὲν οὔτε εἶπον, οὔτε ἐνενόησάν τι τοιοῦτον ἐκεῖνοι, τὰ πτώματα τῶν τοσούτων ἰδόντες τυράννων. Σὺ δέ μοι σκόπει καὶ τῶν διαβαλλόντων αὐτοὺς τὴν κακουργίαν, πῶς καὶ κακοήθως αὐτῶν καὶ πικρῶς κατηγόρησαν ἐκεῖνοι. Εἰσὶ γὰρ, φησὶν, ἄνδρες Ἰουδαῖοι, οὓς κατέστησας ἐπὶ τὰ ἔργα τῆς χώρας Βαβυλῶνος· οὐ γὰρ ἁπλῶς ἐμνημόνευσαν τοῦ ἔθνους, ἀλλὰ καὶ τῆς τιμῆς ἀνέμνησαν, ἵνα ἐκκαύσωσι τὴν τοῦ βασιλέως ὀργὴν, μονονουχὶ λέγοντες, ὅτι τοὺς δούλους, τοὺς αἰχμαλώτους, τοὺς ἀπόλιδας, ἄρχοντας ἡμῶν ἐποίησας· οἱ δὲ καὶ τὴν τοσαύτην τιμὴν ὑβρίζουσι, καὶ παροινοῦσιν εἰς τὸν τετιμηκότα. Διὰ τοῦτο λέγουσιν· Οἱ Ἰουδαῖοι, οὓς κατέστησας ἐπὶ τὰ ἔργα τῆς χώρας Βαβυλῶνος, οὐχ ὑπήκουσαν τῷ δόγματί σου, καὶ τοῖς θεοῖς σου οὐ λατρεύουσι. Μέγιστος ἔπαινος ἡ κατηγορία, καὶ τὰ ἐγκλήματα ἐγκώμια γίνεται, καὶ ἡ μαρτυρία ἀνύποπτος, τῶν ἐχθρῶν αὐτὴν παρεχομένων. Τί οὖν ὁ βασιλεύς; Ἐκέλευσεν εἰς μέσον ἀχθῆναι αὐτοὺς ὥστε πάντοθεν αὐτοὺς φοβῆσαι. Ἀλλ' οὐδὲν ἐκείνους ἐξέπληξεν, οὐχ ὁ θυμὸς τοῦ βασιλέως, οὐ τὸ μόνους ἐν μέσῳ τοσούτων ἀπειλῆφθαι, οὐ τὸ πῦρ ὁρώμενον, οὐχ αἱ σάλπιγγες ἠχοῦσαι, οὐ πάντες εἰς αὐτοὺς πῦρ βλέποντες, ἀλλὰ πάντων τούτων καταγελάσαντες, ὡς εἰς ψυχρὰν πηγὴν ὑδάτων ἐμπίπτειν μέλλοντες, ἐπὶ τὴν κάμινον εἰσῄεσαν, τὴν μακαρίαν ἐκείνην ἀφιέντες φωνὴν, ὅτι Τοῖς θεοῖς σου οὐ λατρεύομεν, καὶ τῇ εἰκόνι τῇ χρυσῇ ᾗ ἔστησας οὐ προσκυνοῦμεν. Καὶ ταύτην οὐχ ἁπλῶς ἐκίνησα τὴν ἱστορίαν, ἀλλ' ἵνα μάθητε, ὅτι κἂν θυμὸς ᾖ βασιλικὸς, κἂν ἐπιβουλὴ στρατιωτῶν, κἂν φθόνος ἐχθρῶν, κἂν αἰχμαλωσία, κἂν ἐρημία, κἂν πῦρ, κἂν κάμινος, κἂν μυρία δεινὰ, τὸν δίκαιον οὐδὲν ἐλέγξαι οὐδὲ φοβῆσαι δυνήσεται. Εἰ γὰρ, ἔνθα ἀσεβὴς ἦν ὁ βασιλεὺς, οὐκ ἐξεπλάγησαν οἱ νεανίσκοι τὸν τοῦ. τυράννου θυμὸν, πολλῷ μᾶλλον ἡμᾶς θαῤῥεῖν χρὴ, φιλάνθρωπον καὶ ἥμερον ἔχοντας βασιλέα, καὶ χάριν εἰδέναι τῷ Θεῷ τῆς θλίψεως ταύτης, ἀπὸ τῶν εἰρημένων μαθόντας, ὅτι αἱ θλίψεις λαμπροτέρους ποιοῦσι, καὶ παρὰ Θεῷ, καὶ παρὰ ἀνθρώποις, τοὺς εἰδότας αὐτὰς φέρειν γενναίως. Καὶ γὰρ, εἰ μὴ ἐγένοντο οὗτοι δοῦλοι, οὐκ ἂν ἔγνωμεν αὐτῶν τὴν ἐλευθερίαν· εἰ μὴ αἰχμάλωτοι ἐγένοντο, οὐκ ἂν αὐτῶν ἐμάθομεν τὴν εὐγένειαν τῆς ψυχῆς· εἰ μὴ τῆς κάτω πατρίδος ἐξέπεσον, οὐκ ἂν ἔγνωμεν τῆς ἄνω πολιτείας αὐτῶν τὴν ἀρετήν· εἰ μὴ ὠργίσθη αὐτοῖς ὁ ἐν τῇ γῇ βασιλεὺς, οὐκ ἂν ἐμάθομεν τὴν εὔνοιαν, ἣν εἶχε περὶ αὐτοὺς ὁ ἐπουράνιος βασιλεύς.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad populum Antiochenum (homiliae 1-21). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg024.local001/.
