# Ad populum Antiochenum (homiliae 1-21) 5.1-10

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad populum Antiochenum (homiliae 1-21), Τοῦ δήμου παντὸς ἀφεθέντος τῆς ἀγωνίας καὶ θαρσήσαντος, τινὲς πάλιν τὴν πόλιν ἐτάραξαν φοβερὰς πλάττοντες φήμας, καὶ ἠλέγχθησαν· εἰς τοῦτό τε οὖν ἡ ὁμιλία εἴρηται, καὶ εἰς τὴν περὶ τῶν ὅρκων παραίνεσιν· διὸ καὶ ἡ κατὰ τὸν Ἰωνάθαν καὶ τὸν Σαοὺλ ἱστορία καὶ τὸν Ἰεφθάε παρήχθη, καὶ ἐδείχθη πόσαι ἐξ ἑνὸς ὅρκου γίνονται ἐπιορκίαι.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/ad-populum-antiochenum-homiliae-1-21/5.1-10

Ταῦτα τοίνυν εἰπόντος τοῦ Σαοὺλ, μᾶλλον ἔδεισεν ὁ δῆμος, καὶ πάντες ἦσαν ἐν τρόμῳ καὶ φόβῳ πολλῷ· ὁ δὲ διάβολος ἔχαιρε πάντας ἐν ἀγωνίᾳ καταστήσας. Οὐ γὰρ ἦν ὁ ἀποκρινόμενος, φησὶν, ἐκ παντὸς τοῦ λαοῦ. Καὶ εἶπε Σαούλ· Ὑμεῖς ἔσεσθε εἰς δουλείαν, καὶ ἐγὼ καὶ Ἰωνάθαν ὁ υἱός μου εἰς δουλείαν. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Οὐδὲν ἕτερον σπουδάζετε, φησὶν, ἀλλ' ἢ τοῖς πολεμίοις ὑμᾶς παραδοῦναι καὶ δούλους ἀντ' ἐλευθέρων ποιῆσαι, τὸν Θεὸν καθ' ὑμῶν παροξύναντες, τῷ μὴ διδόναι τὸν ὑπεύθυνον. Ὅρα δὲ καὶ ἄλλην ἀπὸ τοῦ ὅρκου γινομένην ἐναντίωσιν. Δέον γὰρ, εἴπερ ἐβούλετο τὸν αἴτιον εὑρεῖν, μηδὲν ἀπειλῆσαι τοιοῦτο, μηδὲ ὅρκῳ καταδῆσαι τὴν τιμωρίαν, ἵν' ἀδεέστεροι γενόμενοι προχειρότερον εἰς μέσον ἀγάγωσι τὸν ὑπεύθυνον· ὁ δὲ ὑπὸ θυμοῦ καὶ μανίας πολλῆς καὶ τῆς προτέρας ἀλογίας, πάλιν τοὐναντίον ἤπερ βούλεται ποιεῖ. Τί δεῖ τὰ πολλὰ λέγειν; Κλήρῳ τὸ πρᾶγμα ἐπέτρεψε, καὶ κατακληροῦνται Σαοὺλ καὶ Ἰωνάθαν. Καὶ εἶπε Σαούλ· Βάλετε κλῆρον ἀνὰ μέσον ἐμοῦ καὶ Ἰωνάθαν· καὶ βάλλουσι κλῆρον, καὶ κατακληροῦται Ἰωνάθαν. Καὶ εἶπε Σαοὺλ πρὸς Ἰωνάθαν· Ἀπάγγειλόν μοι τί ἐποίησας. Καὶ ἀπήγγειλεν αὐτῷ Ἰωνάθαν λέγων· Γευσάμενος ἐγευσάμην ἐν ἄκρῳ τῷ σκήπτρῳ ἐν τῇ χειρί μου μικρὸν ἐκ τοῦ μέλιτος· καὶ ἰδοὺ ἐγὼ ἀποθνήσκω. Τίνα οὐκ ἂν ἐπέκαμψε, τίνα οὐκ ἂν εἰς οἶκτον ἤνεγκε ταῦτα τὰ ῥήματα; Ἐννόησον ὅσον χειμῶνα λοιπὸν ὁ Σαοὺλ ὑπέμεινε, τῶν σπλάγχνων αὐτοῦ διακοπτομένων, καὶ ἑκατέρωθεν βαθυτάτου κρημνοῦ φαινομένου· ἀλλ' ὅμως οὐδὲ οὕτως ἐσωφρονίζετο, ἀλλὰ τί φησι; Τάδε ποιήσαι μοι ὁ Θεὸς, καὶ τάδε προσθείη, ὅτι θανάτῳ ἀποθανῇ σήμερον. Ἰδοὺ τρίτος ὅρκος πάλιν, καὶ οὐδὲ ἁπλῶς τρίτος, ἀλλὰ μετὰ πολλῆς τῆς τοῦ καιροῦ στενοχωρίας· οὐ γὰρ εἶπεν ἁπλῶς, ὅτι Ἀποθανῇ, ἀλλὰ, Σήμερον. Ἤπειγε γὰρ, ἤπειγεν ὁ διάβολος συνωθῶν καὶ συνελαύνων αὐτὸν εἰς τὴν παράνομον ταύτην σφαγήν. Διόπερ οὐκ ἀφίησιν οὐδὲ προθεσμίαν δοῦναι τῇ ψήφῳ, ἵνα μηδεμία ἀπὸ τῆς μελλήσεως διόρθωσις γένηται τοῦ κακοῦ. Καὶ εἶπεν ὁ λαὸς πρὸς Σαούλ· Τάδε ποιήσαι ἡμῖν ὁ Θεὸς, καὶ τάδε προσθείη, εἰ θανάτῳ θανατωθήσεται ὁ ποιήσας τὴν σωτηρίαν τὴν μεγάλην τῷ Ἰσραήλ. Ζῇ Κύριος, εἰ πεσεῖται τῆς τριχὸς τῆς κεφαλῆς αὐτοῦ ἐπὶ τὴν γῆν, ὅτι ἔλεον Θεοῦ ἐποίησεν ἐν τῇ ἡμέρᾳ ταύτῃ. Ἰδοὺ καὶ ὁ δῆμος δεύτερον ὤμοσε, καὶ ἀντώμοσε τῷ βασιλεῖ. Νῦν ἀναμνήσθητέ μοι τοῦ καλωδίου τοῦ παρὰ τῶν παίδων ἑλκομένου, καὶ διαῤῥηγνυμένου καὶ τοὺς ἕλκοντας ῥίπτοντος ὑπτίους. Ὤμοσεν ὁ Σαοὺλ, οὐχ ἅπαξ, οὐδὲ δὶς, ἀλλὰ καὶ πολλάκις· ἀντώμοσεν ὁ λαὸς, καὶ ἀντέτεινεν. Ἀνάγκη λοιπὸν διαῤῥαγῆναι πάντως τὸν ὅρκον· πάντας γὰρ εὐορκῆσαι τούτους ἀδύνατον. Καὶ μή μοι τὴν ἔκβασιν τοῦ πράγματος εἴπῃς, ἀλλ' ἐννόησον ὅσα ἐτίκτετο κακὰ, καὶ πῶς τὴν τοῦ Ἀβεσσαλὼμ τραγῳδίαν καὶ τυραννίδα ἐντεῦθεν κατεσκεύαζεν ὁ διάβολος. Εἰ γὰρ ἐθέλησεν ὁ βασιλεὺς ἀντιτεῖναι καὶ ἐπεξελθεῖν τῷ ὅρκῳ, πᾶς ὁ δῆμος ἂν ἀντέστη, καὶ τυραννὶς ἂν ἐγένετο χαλεπωτάτη· πάλιν εἰ ἐθέλησεν ὁ παῖς τῆς οἰκείας φειδόμενος σωτηρίας δοῦναι ἑαυτὸν τῷ στρατοπέδῳ, πατροκτόνος ἂν εὐθέως ἐγένετο. Ὁρᾷς καὶ τυραννίδα καὶ παιδοκτονίαν, καὶ πατροκτονίαν, καὶ πόλεμον ἐμφύλιον, καὶ μάχην, καὶ σφαγὰς, καὶ αἵματα, καὶ μυρίους νεκροὺς ἀφ' ἑνὸς ὅρκου γενομένους; Εἰ γὰρ συνέβη γενέσθαι πόλεμον, καὶ ὁ Σαοὺλ ἂν ἐσφάγη καὶ Ἰωνάθαν, ἴσως καὶ πολλοὶ τῶν στρατιωτῶν κατεκόπησαν ἂν, καὶ οὐδ' ἂν οὕτω τὰ τῆς εὐορκίας προεχώρησεν. Ὥστε μὴ τοῦτο ἴδῃς, ὅτι οὐ γέγονεν, ἀλλ' ἐκεῖνο σκόπει, ὅτι ἡ τοῦ πράγματος φύσις ταῦτα ἠνάγκαζε γενέσθαι· ὁ δὲ λαὸς ἐκράτησε. Φέρε τοίνυν ἀριθμήσωμεν τὰς γεγενημένας ἐπιορκίας. Παρεβάθη πρότερον ὁ ὅρκος τοῦ Σαοὺλ ὑπὸ τοῦ παιδὸς, δεύτερος καὶ τρίτος πάλιν ὁ αὐτοῦ τοῦ Σαοὺλ ὁ περὶ τῆς σφαγῆς τοῦ παιδός· καὶ ἔδοξεν ὁ λαὸς εὐορκεῖν· ἀλλ' ἐάν τις ἀκριβῶς ἐξετάσῃ τὸ πρᾶγμα, καὶ οὗτοι πάλιν τοῖς τῆς ἐπιορκίας ἐγκλήμασιν ὑπεύθυνοι πάντες ἐγένοντο. Τὸν γὰρ πατέρα αὐτοῦ τοῦ Ἰωνάθαν ἐπιορκῆσαι ἠνάγκασαν, οὐκ ἐκδόντες τῷ πατρὶ τὸν υἱόν. Ὁρᾷς εἷς ὅρκος ὅσους ἀνθρώπους ὑπέβαλεν ἐπιορκίᾳ, καὶ ἑκόντας καὶ ἄκοντας; ὅσα κακὰ εἰργάσατο; ὅσας σφαγὰς ἐποίησεν;

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad populum Antiochenum (homiliae 1-21). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg024.local001/.
