Ancient Greek · ~21 min
Ὅτι χρήσιμος ὁ τῶν ἀρχόντων φόβος, καὶ διήγησις τῶν κατὰ τὴν ὁδὸν συμβάντων τοῖς τὴν ἀγγελίαν τῆς στάσεως τῷ βασιλεῖ ἀναφέρουσι, καὶ ὅτι ὁ ἀδίκως τι πάσχων καὶ εὐχαριστῶν τῷ συγχωροῦντι Θεῷ, ἴσος ἐστὶ τοῦ διὰ τὸν Θεὸν τὰ αὐτὰ πάσχοντος· καὶ τὰ παραδείγματα πάλιν ἐκ τῶν τριῶν παίδων καὶ τῆς Βαβυλωνίας καμίνου, καὶ περὶ τῆς τῶν ὅρκων ἀποχῆς.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad populum Antiochenum (homiliae 1-21) 5.1-5
Not analysed yet
Ποῦ νῦν εἰσιν οἱ λέγοντες· Πάντα λαβέτω ὁ βασιλεὺς, καὶ τὸ σῶμα ἡμῖν ἐλεύθερον δότω; Τί ποτέ ἐστι, σῶμα ἐλεύθερον εἶναι, μανθανέτωσαν. Οὐ γὰρ τὸ μὴ κολάζεσθαι τοῦτο ἐλεύθερον ποιεῖ σῶμα, ἀλλὰ τὸ ζῇν ἐν δικαιοσύνῃ διηνεκῶς. Τούτων γοῦν τῶν παίδων τὰ σώματα ἐλεύθερα ἦν καὶ καμίνῳ παραδοθέντα· τὴν γὰρ τῆς ἁμαρτίας δουλείαν ἀπέθεντο πάλαι· καὶ γὰρ τοῦτό ἐστιν ἐλευθερία μόνον, οὐ τὸ μὴ κολάζεσθαι, μηδὲ πάσχειν τι δεινόν. Σὺ δὲ εἰδὼς τὴν κάμινον, ἀναμνήσθητι τῶν τοῦ πυρὸς ποταμῶν, τῶν κατὰ τὴν ἡμέραν τὴν φοβερὰν ἐκείνην. Καθάπερ γὰρ ἐνταῦθα τοὺς μὲν ἥρπασε, τοὺς δὲ ᾐδέσθη τὸ πῦρ, οὕτω καὶ ἐπὶ τῶν ποταμῶν ἐκείνων ἔσται· κἂν μέν τις ἔχῃ χόρτον, ξύλα, καλάμην, ἀνάπτει τὸ πῦρ· ἂν δέ τις ἔχῃ χρυσὸν, ἄργυρον, φαιδρότερος γίνεται. Ταύτην τοίνυν τὴν ὕλην συναγάγωμεν, καὶ τὰ παρόντα φέρωμεν γενναίως, εἰδότες ὅτι καὶ ἐκείνης ἡμᾶς τῆς κολάσεως ἡ παροῦσα ἀπαλλάξει θλῖψις, ἐὰν εἰδῶμεν φιλοσοφεῖν, καὶ ἐνταῦθα βελτίους ἐργάσεται, οὐχ ἡμᾶς δὲ μόνον, ἀλλὰ καὶ τοὺς ἐμβαλόντας ἡμᾶς πολλάκις, ἐὰν νήφωμεν· τοσαύτη τῆς φιλοσοφίας ἡ περιουσία· ὃ δὴ καὶ ἐπὶ τοῦ τυράννου τότε γέγονεν. Ἐπειδὴ γὰρ εἶδε μηδὲν παθόντας δεινὸν, ἄκουσον πῶς μετεβάλετο· Οἱ δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου, ἐξέλθετε καὶ δεῦτε, φησίν. Οὐ πρὸ μικροῦ ἔλεγες, Καὶ τίς ἐστι θεὸς, ὃς δυνήσεται ἐξελέσθαι ὑμᾶς ἐκ τῶν χειρῶν μου; Τί γέγονε; πόθεν ἡ μεταβολή; τοὺς ἔξω διαφθαρέντας εἶδες, καὶ τοὺς ἔνδον καλεῖς; πόθεν ἐπῆλθέ σοι τοιαῦτα φιλοσοφεῖν; Εἶδες πόση μεταβολὴ τῷ βασιλεῖ γέγονεν; ὅτε οὔπω αὐτῶν ἐκράτησεν, ἐβλασφήμει· ἐπειδὴ δὲ αὐτοὺς ἐνέβαλεν εἰς τὸ πῦρ, ἐφιλοσόφει. Διὰ τοῦτο καὶ ὁ Θεὸς συνεχώρησε πάντα γενέσθαι, ὅσα ὁ τύραννος ἠθέλησεν, ἵνα δείξῃ, ὅτι τοὺς ὑπ' αὐτοῦ φυλαττομένους οὐδεὶς παραβλάψαι δυνήσεται· καὶ ὅπερ ἐπὶ τοῦ Ἰὼβ ἐποίησε, τοῦτο καὶ ἐνταῦθα εἰργάσατο. Καὶ γὰρ ἐκεῖ ἀφῆκε τὸν διάβολον πᾶσαν αὐτοῦ τὴν δύναμιν ἐπιδείξασθαι, καὶ ὅτε ἐκένωσε τὰ βέλη πάντα, καὶ οὐδεὶς ἐπιβουλῆς ὑπελέλειπτο τρόπος, τότε ἀνεβίβασεν ἐκ τοῦ σκάμματος τὸν ἀθλητὴν, ἵνα λαμπρὰ καὶ ἀναμφισβήτητος ἡ νίκη γένηται· οὕτω δὴ καὶ ἐνταῦθα τὸ αὐτὸ τοῦτο ἐποίησεν. Ἐβουλήθη τὴν πόλιν αὐτῶν κατασκάψαι, καὶ οὐκ ἐκώλυσεν· ἐβουλήθη λαβεῖν αἰχμαλώτους, καὶ οὐκ ἐνεπόδισεν· ἐβουλήθη δῆσαι, συνεχώρησεν· εἰς τὴν κάμινον ἐμβαλεῖν, ἐπέτρεψεν· ἀνάψαι τὴν φλόγα πέρα τοῦ μέτρου, καὶ τοῦτο ἀφῆκε· καὶ ὅτε οὐδὲν ὑπελέλειπτο λοιπὸν, ἀλλὰ πᾶσαν ἐκένωσεν αὐτοῦ τὴν ἰσχὺν ὁ τύραννος, τότε ἔδειξε τὴν αὐτοῦ δύναμιν ὁ Θεὸς, καὶ τὴν τῶν παίδων ὑπομονήν. Ὁρᾷς ὅτι διὰ τοῦτο συνεχώρησεν ὁ Θεὸς μέχρι τέλους τὰς θλίψεις, ἵνα δείξῃ τοῖς ἐπιβουλεύουσι καὶ τὴν τῶν ἐπιβουλευομένων φιλοσοφίαν, καὶ τὴν αὐτοῦ πρόνοιαν; Ἅπερ ἀμφότερα κἀκεῖνος τότε μαθὼν ἐβόα· Οἱ δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου, ἐξέλθετε καὶ δεῦτε. Σὺ δέ μοι σκόπει τῶν παίδων μεγαλοψυχίαν· οὔτε γὰρ πρὸ τῆς φωνῆς ἐξεπήδησαν, ἵνα μὴ νομίσῃ τις αὐτοὺς πεφοβῆσθαι τὸ πῦρ, οὔτε κληθέντες ἔνδον ἔμειναν, ἵνα μὴ φιλότιμοί τινες εἶναι καὶ φιλόνεικοι δόξωσιν. Ὅτε ἔμαθες, φασὶ, τίνος ἐσμὲν δοῦλοι, ὅτε τὸν Δεσπότην ἡμῶν ἐπέγνως, τότε ἐξερχόμεθα, κήρυκες ἐσόμενοι τοῖς παροῦσιν ἅπασι τῆς τοῦ Θεοῦ δυνάμεως. Μᾶλλον δὲ οὐκ αὐτοὶ μόνον, ἀλλὰ καὶ ὁ πολέμιος οἰκείᾳ φωνῇ καὶ διὰ τῆς γλώττης, καὶ διὰ τῆς ἐπιστολῆς πᾶσιν ἀνεκήρυττε, καὶ τὴν τῶν ἀθλητῶν ἔνστασιν, καὶ τὴν τοῦ ἀγωνοθέτου ἰσχύν. Καὶ καθάπερ οἱ κήρυκες τοὺς ἀθλητὰς νικῶντας ἀναγορεύουσιν ἐν μέσῳ τῷ θεάτρῳ, καὶ τὰς πόλεις αὐτῶν λέγουσιν· Ὁ δεῖνα τῆσδε τῆς πόλεως· οὕτω καὶ οὗτος ἀντὶ τῆς πόλεως τὸν Δεσπότην αὐτῶν ἀνεκήρυττε, Σεδρὰχ, Μισὰχ, Ἀβδεναγὼ, οἱ δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου, ἐξέλθετε καὶ δεῦτε. Τί γέγονεν, ὅτι δούλους αὐτοὺς καλεῖς τοῦ Θεοῦ; οὐχὶ σοὶ ἦσαν δοῦλοι; Ἀλλὰ κατέλυσάν μου τὴν βασιλείαν, φησὶ, κατεπάτησάν μου τὸν τῦφον, ἔδειξαν διὰ τῶν ἔργων τὸν ἀληθῆ Δεσπότην αὐτῶν. Εἰ ἀνθρώπων ἦσαν δοῦλοι, οὐκ ἂν αὐτοὺς ἐφοβήθη τὸ πῦρ, οὐκ ἂν παρεχώρησεν ἡ φλόξ· ἀνθρώπων γὰρ δούλους ἡ κτίσις οὐκ οἶδεν αἰδεῖσθαι καὶ τιμᾷν. Διὰ τοῦτο πάλιν, φησὶν, Εὐλογητὸς ὁ Θεὸς τοῦ Σεδρὰχ, Μισὰχ, Ἀβδεναγώ. Σὺ δέ μοι σκόπει πῶς πρῶτον ἀνακηρύττει τὸν ἀγωνοθέτην· Εὐλογητὸς ὁ Θεὸς ὃς ἀπέστειλε τὸν ἄγγελον αὐτοῦ, καὶ ἐξείλετο τοὺς παῖδας αὐτοῦ. Τοῦτο τῆς δυνάμεως τοῦ Θεοῦ· εἰπὲ καὶ τὴν ἀρετὴν τῶν ἀθλητῶν· Ὅτι ἐπεποίθεισαν ἐπ' αὐτῷ, καὶ ἠλλοίωσαν τὸ ῥῆμα τοῦ βασιλέως, καὶ παρέδωκαν τὰ σώματα αὐτῶν, ὅπως μὴ λατρεύσωσι θεοῖς ἀλλοτρίοις. Ἆρα τί γένοιτ' ἂν ἀρετῆς ἴσον; Πρὸ τούτου, ὅτε εἶπον, Τοῖς θεοῖς σου οὐ λατρεύομεν, τῆς καμίνου χαλεπώτερον ἐξεκάη· νῦν δὲ ἐπειδὴ διὰ τῶν ἔργων αὐτῶν τοῦτο ἐπαίδευσαν, οὐ μόνον οὐκ ἠγανάκτησεν, ἀλλὰ καὶ ἐπῄνεσε καὶ ἐθαύμασεν, ὅτι αὐτοῦ παρήκουσαν. Τοσοῦτον ἀρετὴ καλὸν, ὅτι καὶ αὐτοὺς τοὺς πολεμίους ἔχει θαυμαστὰς καὶ ἐπαινέτας. Ἐκεῖνοι ἠγωνίσαντο καὶ ἐνίκησαν, καὶ ὁ ἡττηθεὶς εὐχαρίστησεν, ὅτι οὐκ ἐφόβησεν αὐτοὺς ἡ τῆς φλογὸς ὄψις, ἀλλὰ παρεκάλεσεν αὐτοὺς ἡ εἰς τὸν Δεσπότην ἐλπὶς, καὶ τὸν τῆς οἰκουμένης Θεὸν ἀπὸ τῶν τριῶν παίδων καλεῖ, οὐχὶ περικλείων αὐτοῦ τὴν δεσποτείαν, ἀλλ' ἐπειδὴ τῆς οἰκουμένης ἀντάξιοι ἦσαν οἱ παῖδες οἱ τρεῖς, διὰ τοῦτο καὶ ἐπαινεῖ τοὺς καταφρονήσαντας αὐτοῦ, καὶ τυράννους τοσούτους καὶ βασιλεῖς καὶ ὑπάρχους παραδραμὼν τοὺς πεισθέντας αὐτῷ, τρεῖς αἰχμαλώτους καὶ δούλους τοὺς καταγελάσαντας αὐτοῦ τῆς τυραννίδος ἐθαύμασεν. Οὐ γὰρ φιλονεικοῦντες, ἀλλὰ φιλοσοφοῦντες ταῦτα ἔπραξαν, οὐδὲ δι' ἀπόνοιαν, ἀλλὰ δι' εὐσέβειαν· οὐκ ἀλαζονείᾳ φυσηθέντες, ἀλλὰ ζήλῳ πυρωθέντες. Καὶ γὰρ μέγα ἀγαθὸν ἐλπίσαι εἰς Θεόν· ὅπερ οὖν καὶ ὁ βάρβαρος ἔγνω, καὶ δῆλον ὅτι ἐντεῦθεν διέφυγον τὸν ἐπικείμενον κίνδυνον ἀνεβόησεν· Ὅτι ἐπεποίθεισαν ἐπ' αὐτῷ.