# Ad populum Antiochenum (homiliae 1-21) 5.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad populum Antiochenum (homiliae 1-21), ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΤΑ ΣΩΖΟΜΕΝΑ ΠΑΝΤΑ ΕΙΣ ΤΟΥΣ ΑΝΔΡΙΑΝΤΑΣ ΟΜΙΛΙΑΙ ΚΑʹ ΕΝ ΑΝΤΙΟΧΕΙᾼ ΛΕΧΘΕΙΣΑΙ. Ὁμιλία λεχθεῖσα ἐν Ἀντιοχείᾳ, πρεσβυτέρου αὐτοῦ ὑπάρχοντος, ἐν τῇ παλαιᾷ ἐκκλησίᾳ, εἰς τὸ ῥητὸν τοῦ Ἀποστόλου, Οἴνῳ ὀλίγῳ χρῶ διὰ τὸν στόμαχόν σου καὶ τὰς πυκνάς σου ἀσθενείας.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/ad-populum-antiochenum-homiliae-1-21/5.1

Ὅταν τοίνυν ἀκούσωμέν τινων ταῦτα λεγόντων, ἐπιστομίζωμεν αὐτούς· οὐ γὰρ ἡ χρῆσις, ἀλλ' ἡ ἀμετρία τὴν μέθην ποιεῖ, μέθην, τὴν κακῶν ῥίζαν ἁπάντων. Οἶνος ἐδόθη, ἵνα σώματος ἀσθένειαν διορθώσηται, οὐχ ἵνα ψυχῆς ἰσχὺν καταβάλῃ, ἵνα σαρκὸς ἀῤῥωστίαν ἀνέλῃ, οὐχ ἵνα ψυχῆς ὑγείαν λυμαίνηται. Μὴ τοίνυν ἀμέτρως κεχρημένος τῇ τοῦ Θεοῦ δωρεᾷ πάρεχε λαβὰς τοῖς ἀνοήτοις καὶ ἀναιδεστέροις τῶν ἀνθρώπων. Τί γὰρ ἐλεεινότερον μέθης; νεκρός ἐστιν ἔμψυχος ὁ μεθύων· δαίμων ἐστὶν αὐθαίρετος, νόσημα συγγνώμην οὐκ ἔχον, πτῶμα ἀπολογίας ἐστερημένον, κοινὴ τοῦ γένους ἡμῶν ἀσχημοσύνη. Οὐ γὰρ ἐν συνουσίαις μόνον ἄχρηστος ὁ μεθύων, οὐδ' ἐν ἰδιωτικοῖς καὶ δημοσίοις πράγμασιν, ἀλλὰ καὶ ἐν ψιλῇ θεωρίᾳ πάντων ἐστὶν ἀηδέστερος, δυσωδίας πνέων· ἐρυγαὶ καὶ χασμήσεις, καὶ αἱ φωναὶ τῶν μεθυόντων ἀτερπεῖς καὶ ἀηδεῖς, βδελυγμίας ἐσχάτης πληροῦσαι τοὺς ὁρῶντας καὶ συγγινομένους· καὶ τὸ κεφάλαιον τῶν κακῶν, ὅτι τὸν οὐρανὸν ἄβατον ποιεῖ τοῖς μεθύουσι τοῦτο τὸ νόσημα, καὶ τῶν αἰωνίων ἀγαθῶν οὐκ ἀφίησιν ἐπιτυχεῖν, ἀλλὰ μετὰ τῆς ἐνταῦθα ἀσχημοσύνης καὶ ἐκεῖ κόλασις ἀφόρητος τοὺς τὰ τοιαῦτα νοσοῦντας ἀναμένει. Περικόψωμεν τοίνυν τὴν πονηρὰν ταύτην συνήθειαν, καὶ ἀκούσωμεν Παύλου λέγοντος, Οἴνῳ ὀλίγῳ χρῶ· καὶ γὰρ αὐτὸν τὸν ὀλίγον διὰ τὴν ἀσθένειαν ἐπέτρεψεν· ὡς εἰ μὴ ἦν ἀσθένεια διενοχλοῦσα, οὐκ ἂν ἠνάγκασε τὸν μαθητὴν οὐδὲ τὸν ὀλίγον προσίεσθαι. Καὶ γὰρ καὶ τὰ ἀναγκαίως ἡμῖν παραδοθέντα σῖτα καὶ ποτὰ τοῖς καιροῖς καὶ ταῖς χρείαις ἀεὶ μετρεῖν δεῖ, καὶ μηδαμοῦ τὴν χρείαν ὑπερβαίνειν, μηδὲ ἁπλῶς καὶ εἰκῆ τι ποιεῖν. Ἀλλ' ἐπειδὴ τὴν τοῦ Παύλου κηδεμονίαν καὶ τὴν ἀρετὴν ἐμάθομεν τὴν Τιμοθέου, φέρε λοιπὸν ἐπ' αὐτὴν τὴν λύσιν τῶν ζητημάτων τὸν λόγον ἀγάγωμεν. Τίνα οὖν εἰσι τὰ ζητούμενα; ἀναγκαῖον γὰρ πάλιν εἰπεῖν ἵνα σαφεστέρα ἡ λύσις γένηται· τίνος οὖν ἕνεκεν ἅγιον τοιοῦτον καὶ τοσαῦτα οἰκονομοῦντα πράγματα, εἰς ἀῤῥωστίαν συνεχώρησεν ὁ Θεὸς ἐμπεσεῖν, καὶ οὔτε αὐτὸς, οὔτε ὁ διδάσκαλος ἴσχυσε τὸ νόσημα διορθώσασθαι, ἀλλὰ τῆς κατὰ τὴν οἰνοποσίαν ἐδεήθησαν βοηθείας; Καὶ τὰ μὲν ζητούμενα ταῦτα ἦν. Δεῖ δὲ αὐτὴν ἐπαγαγεῖν τὴν λύσιν, ὡς μὴ μόνον εἴ τινες νόσῳ καὶ ἀῤῥωστίᾳ τοιαύτῃ περιπέσοιεν, ἀλλὰ καὶ εἴ τινες πενίᾳ, καὶ λιμῷ, καὶ δεσμοῖς, καὶ βασάνοις, καὶ ἐπηρείαις, καὶ συκοφαντίαις, καὶ πᾶσι τοῖς κατὰ τὸν παρόντα βίον δεινοῖς, ἅγιοι καὶ μεγάλοι καὶ θαυμαστοὶ, καὶ ἐπ' ἐκείνων ἀπὸ τῶν σήμερον ῥηθησομένων ἀκριβῆ καὶ σαφεστάτην δυνηθῆναι εὑρέσθαι τὴν ἀπολογίαν πρὸς τοὺς ἐγκαλεῖν βουλομένους. Καὶ γὰρ ἠκούσατε πολλῶν τοιαῦτα ζητούντων· Τί δήποτε ὁ δεῖνα μέτριος ὢν καὶ ἐπιεικὴς ἄνθρωπος ὑφ' ἑτέρου παρανόμου τινὸς καὶ πονηροῦ καθ' ἑκάστην ἡμέραν εἰς δικαστήριον ἕλκεται, καὶ μυρία πάσχει δεινὰ, καὶ ὁ Θεὸς συγχωρεῖ; τίνος οὖν ἕνεκεν ἕτερος συκοφαντηθεὶς ἀπέθανεν ἀδίκως; Ὁ δεῖνα κατεποντίσθη, φησὶν, ἄλλος κατεκρημνίσθη· καὶ πολλοὺς ἂν ἔχοιμεν ἁγίους εἰπεῖν, καὶ ἐφ' ἡμῶν καὶ ἐπὶ τῶν προγόνων τῶν ἡμετέρων πολλὰς ὑπομείναντας θλίψεις διαφόρους καὶ ποικίλας. Ἵνα οὖν ἁπάντων τούτων τὸν λόγον ἴδωμεν, καὶ μήτε αὐτοὶ θορυβώμεθα, μήτε ἑτέρους σκανδαλιζομένους περιορῶμεν, μετ' ἀκριβείας ἁπάσης τοῖς λεχθήσεσθαι μέλλουσι νῦν προσέχωμεν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad populum Antiochenum (homiliae 1-21). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg024.local001/.
