Ancient Greek · ~21 min
Τοῦ δήμου παντὸς ἀφεθέντος τῆς ἀγωνίας καὶ θαρσήσαντος, τινὲς πάλιν τὴν πόλιν ἐτάραξαν φοβερὰς πλάττοντες φήμας, καὶ ἠλέγχθησαν· εἰς τοῦτό τε οὖν ἡ ὁμιλία εἴρηται, καὶ εἰς τὴν περὶ τῶν ὅρκων παραίνεσιν· διὸ καὶ ἡ κατὰ τὸν Ἰωνάθαν καὶ τὸν Σαοὺλ ἱστορία καὶ τὸν Ἰεφθάε παρήχθη, καὶ ἐδείχθη πόσαι ἐξ ἑνὸς ὅρκου γίνονται ἐπιορκίαι.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad populum Antiochenum (homiliae 1-21) 6.1-7
Not analysed yet
Ἐγὼ μὲν οὖν ὑπεσχόμην ἀρχόμενος τοῦ λόγου δείξειν ἐν ταῖς ἀντωμοσίαις πάντως ἐπιορκίαν γινομένην, ἡ δὲ ἱστορία προϊοῦσα πολλῷ πλέον ἤπερ παρεσκευαζόμην ἀπέδειξεν· οὐ γὰρ ἕνα καὶ δύο καὶ τρεῖς ἀνθρώπους, ἀλλὰ δῆμον, οὐχ ἕνα καὶ δύο καὶ τρεῖς ὅρκους, ἀλλὰ πολλῷ πλείους παραβαθέντας ἀπέφηνεν. Ἐνῆν καὶ ἑτέραν ἱστορίαν εἰπεῖν καὶ δεῖξαι καὶ ἐξ ἐκείνης χαλεπωτέραν ταύτης καὶ μείζονα συμφορὰν ἐργασάμενον ὅρκον ἕνα. Καὶ γὰρ πόλεων καὶ γυναικῶν καὶ παιδίων αἰχμαλωσίαν, καὶ πυρπόλησιν, καὶ βαρβάρων ἔφοδον, καὶ ἁγίων μολυσμὸν, καὶ μυρία ἕτερα χαλεπώτερα τοὺς Ἰουδαίους ἅπαντας εἷς ὅρκος διέθηκεν. Ἀλλ' ὁρῶ πρὸς μῆκος τὸν λόγον ἐκτεινόμενον· διὰ τοῦτο ἐνταῦθα τῆς ἱστορίας ταύτης τὴν διήγησιν καταλύσας, μετὰ τῆς Ἰωάννου κεφαλῆς καὶ τὴν τοῦ Ἰωνάθαν σφαγὴν, καὶ τὴν πανωλεθρίαν τοῦ δήμου παντὸς, τὴν οὐ γενομένην μὲν, συμβᾶσαν δὲ ὅμως ἀπὸ τῆς ἀνάγκης τῶν ὅρκων, πρὸς ἀλλήλους λέγειν παρακαλῶ, καὶ ἐν οἰκίᾳ, καὶ ἐν ἀγορᾷ, καὶ πρὸς γυναῖκας, καὶ πρὸς φίλους, καὶ πρὸς γείτονας, καὶ πρὸς πάντας ἀνθρώπους ἁπλῶς ὑπὲρ τοῦ πράγματος τούτου ποιεῖσθαι σπουδὴν, καὶ μὴ νομίζειν ἀρκοῦσαν ἡμῖν ἀπολογίαν εἶναι, εἰ συνήθειαν προβαλοίμεθα. Ὅτι γὰρ σκῆψις ταῦτα καὶ πρόφασις, καὶ οὐ συνηθείας, ἀλλὰ ῥᾳθυμίας ἐστὶν ἡ παρανομία, ἀπὸ τῶν ἤδη συμβάντων ὑμῖν πεῖσαι πειράσομαι. Ἀπέκλεισε τὰ βαλανεῖα τῆς πόλεως ὁ βασιλεὺς, καὶ μηδένα λούσασθαι ἐκέλευσε, καὶ οὐδεὶς ἐτόλμησε παραβῆναι τὸν νόμον, οὐδὲ αἰτιάσασθαι τὸ γεγενημένον, οὐδὲ συνήθειαν προβαλέσθαι· ἀλλὰ καὶ ἐν ἀῤῥωστίᾳ ὄντες πολλάκις, καὶ ἄνδρες καὶ γυναῖκες, καὶ παῖδες καὶ γέροντες, καὶ ὠδίνων ἄρτι παυσάμεναι πολλαὶ γυναῖκες, καὶ ἀναγκαίως ἅπαντες τὸ φάρμακον τοῦτο ἐπιζητοῦντες, φέρουσι καὶ ἑκόντες καὶ ἄκοντες τὸ ἐπίταγμα, καὶ οὔτε ἀσθένειαν σώματος προβάλλονται, οὔτε συνηθείας τυραννίδα, οὔτε τὸ ἑτέρων ἁμαρτανόντων αὐτοὶ κολάζεσθαι, οὔτε ἄλλο τῶν τοιούτων οὐδὲν, ἀλλὰ στέργουσι τὴν τιμωρίαν ταύτην διὰ τὸ μείζονα προσδοκῆσαι κακὰ, καὶ καθ' ἑκάστην εὔχονται τὴν ἡμέραν μέχρι τούτου στῆναι τὴν βασιλικὴν ὀργήν. Ὁρᾷς ὅτι ἔνθα φόβος, εὐκόλως λύεται συνήθεια, κἂν σφόδρα χρονία τις ᾖ καὶ ἀναγκαία; Καίτοι τὸ μὴ λούσασθαι χαλεπόν. Κἂν γὰρ μυριάκις φιλοσοφῶμεν, ἡ τοῦ σώματος φύσις ἐλέγχεται οὐδὲν ἀπὸ τῆς κατὰ τὴν ψυχὴν φιλοσοφίας εἰς τὴν οἰκείαν ὑγίειαν ὠφελουμένη· τὸ δὲ μὴ ὀμνύειν σφόδρα ῥᾴδιον, καὶ οὐδεμίαν οἴσει βλάβην, οὐ τοῖς σώμασιν, οὐ ταῖς ψυχαῖς, ἀλλὰ καὶ πολὺ τὸ κέρδος, μεγάλην τὴν ἀσφάλειαν, πολλὴν τὴν εὐπορίαν. Πῶς οὖν οὐκ ἄτοπον, βασιλέως μὲν ἐπιτάττοντος καὶ τὰ χαλεπώτατα φέρειν, Θεοῦ δὲ νομοθετοῦντος οὐδὲν χαλεπὸν οὐδὲ δύσκολον, ἀλλὰ ῥᾴδιον σφόδρα καὶ εὔκολον, καταφρονεῖν καὶ καταγελᾷν, καὶ συνήθειαν προβάλλεσθαι; Μὴ, παρακαλῶ, μὴ μέχρι τοσούτου τῆς ἑαυτῶν καταφρονῶμεν σωτηρίας, ἀλλὰ φοβηθῶμεν τὸν Θεὸν, ὡς φοβούμεθα ἄνθρωπον. Οἶδα ὅτι ἐφρίξατε τοῦτο ἀκούοντες, ἀλλὰ φρίκης ἄξιον τὸ μηδὲ τοσαύτην ἀπονέμειν τῷ Θεῷ τιμὴν, ἀλλὰ τοὺς βασιλικοὺς νόμους μετὰ ἀκριβείας φυλάττοντας, τοὺς θείους καὶ ἐκ τῶν οὐρανῶν καταβάντας καταπατεῖν, καὶ πάρεργον εἶναι νομίζειν τὴν περὶ ταῦτα σπουδήν. Ποία γὰρ ἡμῖν ἀπολογία λοιπὸν ἔσται; τίς δὲ συγγνώμη, ὅταν μετὰ τοσαύτην παραίνεσιν τοῖς αὐτοῖς ἐπιμένωμεν; Καὶ γὰρ ἀρξαμένης τῆς συμφορᾶς ταύτης τῆς τὴν πόλιν κατεχούσης ἠρξάμην τῆς παραινέσεως ταύτης· καὶ ἡ μὲν μέλλει λύεσθαι λοιπὸν, ἡμεῖς δὲ οὐδέπω μίαν ἐντολὴν κατωρθώσαμεν. Πῶς οὖν αἰτήσομεν ἀπαλλαγὴν τῶν κατεχόντων ἡμᾶς δεινῶν, μίαν ἐντολὴν ἀνύσαι μὴ δυνηθέντες; πῶς δὲ προσδοκήσομεν τὴν χρηστὴν μεταβολήν; πῶς δὲ εὐξόμεθα; ποίᾳ δὲ γλώττῃ τὸν Θεὸν καλέσομεν; Ἂν μὲν γὰρ ἀνύσωμεν τὸν νόμον, πολλὴν καρπωσόμεθα τὴν ἡδονὴν, τοῦ βασιλέως τῇ πόλει καταλλαγέντος· ἂν δὲ μείνωμεν ἐπὶ τῆς παρανομίας, αἰσχύνη καὶ ὄνειδος ἡμῖν ἔσται πάντοθεν, ὅτι, τοῦ Θεοῦ λύσαντος τὸν κίνδυνον, ἡμεῖς ἐπὶ τῆς αὐτῆς ἐμείναμεν ῥᾳθυμίας. Εἴθε μοι δυνατὸν ἦν τὰς ψυχὰς ἀποδῦσαι τῶν πολυόρκων, καὶ ὄψεσιν ὑποβαλεῖν αὐτῶν τὰ τραύματα καὶ τοὺς μώλωπας, οὓς ἀπὸ τῶν ὅρκων καθ' ἑκάστην λαμβάνουσι τὴν ἡμέραν· καὶ οὐκ ἂν ἐδεήθημεν παραινέσεως ἢ συμβουλῆς, τῆς τῶν τραυμάτων ὄψεως ἀρκούσης λόγου παντὸς δυνατώτερον καὶ τοὺς σφόδρα ἐπικειμένους τῇ πονηρᾷ ταύτῃ συνηθείᾳ τῆς πονηρίας ἀπαγαγεῖν. Πλὴν ἀλλ' εἰ καὶ μὴ ταῖς ὄψεσι δυνατὸν, τῷ λογισμῷ δυνατὸν αὐτῶν ὑποβαλεῖν τῆς ψυχῆς τὸ αἶσχος, καὶ δεῖξαι σεσηπυῖαν αὐτὴν καὶ διεφθαρμένην. Ὥσπερ γὰρ, φησὶν, οἰκέτης ἐταζόμενος ἐνδελεχῶς ἀπὸ μώλωπος οὐ καθαρισθήσεται, οὕτως ὁ ὀμνύων καὶ ὀνομάζων τὸν Θεὸν διαπαντὸς, ἀπὸ ἁμαρτίας οὐ καθαρισθήσεται. Ἀμήχανον γὰρ, ἀμήχανον, στόμα μεμελετηκὸς ὀμνύναι, μὴ συνεχῶς ἐπιορκεῖν. Διὸ δὴ παρακαλῶ πάντας τὴν ὀλέθριον ταύτην καὶ πονηρὰν συνήθειαν ἀποθεμένους τῆς ψυχῆς, ἕτερον στέφανον ἀναδήσασθαι. Καὶ ὥσπερ πανταχοῦ περὶ τῆς πόλεως ᾄδουσι τῆς ἡμετέρας, ὅτι πρώτη τῶν κατὰ τὴν οἰκουμένην ἁπασῶν τὸ Χριστιανῶν ὄνομα ἀνεδύσατο, οὕτω δότε πᾶσι λέγειν, ὅτι μόνη τῶν κατὰ τὴν οἰκουμένην ἁπασῶν Ἀντιόχεια τοὺς ὅρκους τῶν οἰκείων ὅρων ἀπήλασε. Μᾶλλον δὲ, ἂν τοῦτο γένηται, οὐκ αὐτὴ στεφανωθήσεται μόνη, ἀλλὰ καὶ ἑτέρας εἰς τὸν αὐτὸν ἐνάξει ζῆλον· καὶ καθάπερ τὸ ὄνομα τῶν Χριστιανῶν ὥσπερ ἔκ τινος πηγῆς ἐντεῦθεν ἀρξάμενον πᾶσαν τὴν οἰκουμένην ἐπέκλυσεν, οὕτω δὴ καὶ τὸ κατόρθωμα τοῦτο τὴν ῥίζαν καὶ τὴν ἀφορμὴν ἐντεῦθεν λαβὸν, πάντας τοὺς τὴν γῆν οἰκοῦντας ἀνθρώπους μαθητὰς ὑμετέρους ἐργάσεται, ὥστε διπλοῦν ὑμῖν καὶ τριπλοῦν γενέσθαι τὸν μισθὸν, καὶ ὑπὲρ τῶν οἰκείων κατορθωμάτων, καὶ ὑπὲρ τῆς τῶν ἄλλων διδασκαλίας. Τοῦτο διαδήματος ὑμῖν παντὸς ἔσται λαμπρότερον, τοῦτο μητρόπολιν ὑμῖν ποιήσει τὴν πόλιν, οὐκ ἐν τῇ γῇ, ἀλλὰ καὶ ἐπὶ τῶν οὐρανῶν· τοῦτο καὶ κατ' ἐκείνην ἡμῶν προστήσεται τὴν ἡμέραν, καὶ τὸν τῆς δικαιοσύνης ἡμῖν οἴσει στέφανον· οὗ γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.