Ancient Greek · ~9 min
ΟΜΙΛΙΑ ΔΕΥΤΕΡΑ, Λεχθεῖσα ἐν Ἀντιοχείᾳ ἐν τῇ παλαιᾷ λεγομένῃ ἐκκλησίᾳ, ὄντος αὐτοῦ πρεσβυτέρου, περὶ τῆς συμβάσης συμφορᾶς ἐν τῇ πόλει, ἐπὶ τῇ ἀταξίᾳ τῆς καταστροφῆς τῶν ἀνδριάντων τοῦ Θεοδοσίου τοῦ εὐσεβοῦς βασιλέως τοῦ μεγάλου· καὶ εἰς τὸ ῥητὸν τοῦ Ἀποστόλου, Τοῖς πλουσίοις παράγγελλε ἐν τῷ νῦν αἰῶνι μὴ ὑψηλοφρονεῖν· καὶ κατὰ πλεονεξίας.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad populum Antiochenum (homiliae 1-21) 9
Not analysed yet
Φιλοσοφῶμεν τοίνυν ἐν ἅπασιν, ἀγαπητοὶ, καὶ οὐδὲν ἡμᾶς πενία παραβλάψαι δυνήσεται, ἀλλὰ καὶ ὠφελήσει τὰ μέγιστα, καὶ λαμπροτέρους ἐργάσεται, καὶ πάντων τῶν πλουτούντων εὐπορωτέρους. Τί γὰρ, εἰπέ μοι, τοῦ Ἠλία πενέστερον ἦν; Ἀλλὰ διὰ τοῦτο πάντας ἐνίκα τοὺς πλουτοῦντας, ἐπειδὴ οὕτω πένης ἦν, καὶ αὐτὴν δὲ τὴν πενίαν ἀπὸ πλουσίας εἵλετο διανοίας. Ἐπειδὴ γὰρ ἅπαντα τῶν χρημάτων τὸν πλοῦτον ἐλάττονα τῆς ἑαυτοῦ μεγαλοψυχίας ἐνόμιζεν εἶναι, καὶ οὐκ ἄξιον αὐτοῦ τῆς φιλοσοφίας, διὰ τοῦτο πενίαν τοσαύτην ἠσπάσατο· ὡς εἰ μεγάλα τὰ παρόντα ἐνόμισεν εἶναι, οὐκ ἂν μηλωτὴν ἐκτήσατο μόνον, ἀλλ' οὕτω κατέγνω τῆς παρούσης ματαιότητος ἁπάσης, καὶ ὡς πηλὸν ἐῤῥιμμένον τὸ χρυσίον ἅπαν ἑώρα, ὡς τῆς περιβολῆς ἐκείνης μηδὲν κτήσασθαι πλέον. Διὰ τοῦτο ὁ βασιλεὺς τοῦ πένητος ἐδεῖτο, καὶ πρὸς τὸ στόμα ἐκεχήνει τοῦ μηδὲν πλέον μηλωτῆς ἔχοντος, ὁ τοσοῦτον χρυσίον ἔχων· οὕτω λαμπροτέρα τῆς πορφυρίδος ἡ μηλωτὴ ἦν, καὶ τῶν βασιλικῶν αὐλῶν τὸ σπήλαιον τοῦ δικαίου. Διὰ τοῦτο καὶ εἰς τὸν οὐρανὸν ἀνιὼν, οὐδὲν ἕτερον, ἀλλ' ἢ τὴν μηλωτὴν τῷ μαθητῇ κατέλιπε. Μετὰ ταύτης, φησὶ, τῷ διαβόλῳ ἐπάλαισα, ταύτην καὶ σὺ λαβὼν ὁπλίζου κατ' ἐκείνου· ἰσχυρὸν γὰρ ὅπλον ἀκτημοσύνη, καὶ ἀκαταγώνιστον καταγώγιον, καὶ πύργος ἀσάλευτος. Ἐδέξατο καθάπερ μεγίστην κληρονομίαν τὴν μηλωτὴν ὁ Ἑλισσαῖος· καὶ γὰρ ἦν ἀληθῶς μεγίστη κληρονομία, παντὸς χρυσίου τιμιωτέρα. Καὶ ἦν ἐκ τότε διπλοῦς Ἠλίας ἐκεῖνος, καὶ ἦν ἄνω Ἠλίας, καὶ κάτω Ἠλίας. Οἶδα ὅτι μακαρίζετε τὸν δίκαιον ἐκεῖνον, καὶ ἐβούλεσθε αὐτὸς ἕκαστος ἐκεῖνος εἶναι. Τί οὖν ἂν ὑμῖν ὑποδείξω, ὅτι ἕτερόν τι πολλῷ μεῖζον ἐκείνου πάντες ἐλάβομεν οἱ μεμυσταγωγημένοι; Ὁ μὲν γὰρ Ἠλίας μηλωτὴν ἀφῆκε τῷ μαθητῇ· ὁ δὲ Υἱὸς τοῦ Θεοῦ ἀναβαίνων τὴν σάρκα ἡμῖν κατέλιπε τὴν ἑαυτοῦ· ἀλλ' ὁ μὲν Ἠλίας ἀποδυσάμενος, ὁ δὲ Χριστὸς καὶ ἡμῖν κατέλιπε, καὶ ἔχων αὐτὴν ἀνῆλθε. Μὴ τοίνυν καταπίπτωμεν, μηδὲ ὀδυρώμεθα, μηδὲ δυσκολίαν φοβώμεθα καιρῶν· ὁ γὰρ τὸ αἷμα αὐτοῦ μὴ παραιτησάμενος ὑπὲρ ἁπάντων ἐκχέαι, καὶ τῆς σαρκὸς ἡμῖν μεταδοὺς καὶ αὐτοῦ τοῦ αἵματος πάλιν, τί παραιτήσεται ποιῆσαι τῆς ἡμετέρας ἕνεκεν σωτηρίας; Ταύταις τοίνυν θαῤῥοῦντες ταῖς ἐλπίσι, παρακαλῶμεν αὐτὸν διηνεκῶς, καὶ εὐχαῖς καὶ ἱκετηρίαις προσανέχωμεν, καὶ τῆς λοιπῆς ἀρετῆς ἐπιμελώμεθα μετὰ ἀκριβείας ἁπάσης, ἵνα καὶ τὸν ἐπικείμενον διαφύγωμεν κίνδυνον, καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἀξιωθῆναι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.