# Ad populum Antiochenum (homiliae 1-21) 9-2

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad populum Antiochenum (homiliae 1-21), Ὅτι οὐκ ἀρκεῖ ἡ νηστεία τῆς Τεσσαρακοστῆς πρὸς τὸ δύνασθαι κοινωνεῖν, ἀλλὰ καὶ δεῖ τῆς κατὰ ψυχὴν ἀρετῆς πρώτης· καὶ πῶς δυνατὸν μὴ μνησικακεῖν, καὶ ὅτι πολὺς τῷ Θεῷ τοῦ νόμου τούτου λόγος, καὶ ὅτι πρὸ τῆς γεέννης τὸ μνησικακεῖν κολάζει τοὺς ἁλόντας· καὶ περὶ τῆς τῶν ὅρκων ἀποχῆς, καὶ περὶ τῶν μὴ κατωρθωκότων τὸ μὴ ὀμνύειν.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/ad-populum-antiochenum-homiliae-1-21/9-2

Ταῦτα οὖν ἅπαντα ἐννοῶν συνώθει πάντας ταχέως εἰς τὴν τῆς ἐντολῆς ἐκπλήρωσιν. Καὶ μή μοι λέγε, ὅτι Κατὰ μικρὸν, μηδὲ εἰς τὴν αὔριον ἀναβάλλου· ἡ γὰρ αὔριον οὐδέποτε λαμβάνει τέλος. Τεσσαράκοντα λοιπὸν ἡμέραι παρῆλθον· ἂν τοίνυν τὸ Πάσχα παρέλθῃ τὸ ἱερὸν, οὐδενὶ συγγνώσομαι λοιπὸν, οὐδὲ παραίνεσιν προσάξω, ἀλλ' ἐπιταγὴν καὶ ἀποτομίαν ἀκαταφρόνητον· οὐδὲ γὰρ ἰσχυρὰ αὕτη ἡ ἀπολογία ἡ διὰ τῆς συνηθείας. Διὰ τί ὁ κλέπτων οὐ προβάλλεται συνήθειαν, καὶ ἀπαλλάττεται κολάσεως; διὰ τί ὁ φονεύων καὶ μοιχεύων; Πᾶσι τοίνυν προλέγω καὶ διαμαρτύρομαι, ὅτι ἂν συγγενόμενος ὑμῖν κατ' ἰδίαν καὶ λαβὼν ἀπόπειραν (λήψομαι δὲ πάντως), εὕρω τινὰς μὴ διορθώσαντας τὸ ἐλάττωμα, ἀπαιτήσω δίκην, κελεύσας ἔξω μένειν τῶν μυστηρίων τῶν ἱερῶν, οὐχ ἵνα μένωσιν ἔξω, ἀλλὰ ἵνα διορθώσαντες ἑαυτοὺς οὕτως εἰσέλθωσι, καὶ μετὰ καθαροῦ συνειδότος ἀπολαύσωσι τῆς ἱερᾶς τραπέζης· τοῦτο γάρ ἐστι μετασχεῖν κοινωνίας. Γένοιτο δὲ εὐχαῖς τῶν προέδρων καὶ τῶν ἁγίων πάντων καὶ ταῦτα καὶ τὰ ἄλλα πάντα διορθώσαντας ἐλαττώματα, τυχεῖν τῆς βασιλείας τῶν οὐρανῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ σὺν τῷ ἁγίῳ Πνεύματι δόξα, τιμὴ καὶ προσκύνησις, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad populum Antiochenum (homiliae 1-21). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg024.local001/.
