Ancient Greek · ~20 min
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΤΑ ΣΩΖΟΜΕΝΑ ΠΑΝΤΑ ΕΙΣ ΤΟΥΣ ΑΝΔΡΙΑΝΤΑΣ ΟΜΙΛΙΑΙ ΚΑʹ ΕΝ ΑΝΤΙΟΧΕΙᾼ ΛΕΧΘΕΙΣΑΙ. Ὁμιλία λεχθεῖσα ἐν Ἀντιοχείᾳ, πρεσβυτέρου αὐτοῦ ὑπάρχοντος, ἐν τῇ παλαιᾷ ἐκκλησίᾳ, εἰς τὸ ῥητὸν τοῦ Ἀποστόλου, Οἴνῳ ὀλίγῳ χρῶ διὰ τὸν στόμαχόν σου καὶ τὰς πυκνάς σου ἀσθενείας.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad populum Antiochenum (homiliae 1-21) 9.1
Not analysed yet
Ὅθεν δῆλον, ὅτι οὐ μέχρι τοῦ παρόντος ἕστηκε τὰ ἡμέτερα· καὶ τοῦτο δῆλον ἀπὸ τῶν πειρασμῶν γίνεται, Οὐ γὰρ ἄν ποτε ἀνάσχοιτο ὁ Θεὸς τοὺς τοσαῦτα καὶ τηλικαῦτα πεπονθότας κακὰ, καὶ τὸν παρόντα βίον ἅπαντα ἐν πειρασμοῖς καὶ μυρίοις διάγοντας κινδύνοις, μὴ πολλῷ μείζοσιν ἀμείψασθαι δωρεαῖς· εἰ δὲ οὐκ ἀνάσχοιτο, εὔδηλον ὅτι βελτίω τινὰ καὶ λαμπροτέραν ἡτοίμασεν ἑτέραν ζωὴν, καθ' ἣν μέλλει τοὺς τῆς εὐσεβείας ἀθλητὰς στεφανοῦν καὶ ἀνακηρύττειν, τῆς οἰκουμένης ὁρώσης ἁπάσης. Ὥστε ὅταν ἴδῃς δίκαιον στενοχωρούμενον, κακούμενον, ἐν ἀῤῥωστίᾳ καὶ πενίᾳ καὶ μυρίοις ἑτέροις δεινοῖς τὸν παρόντα βίον καταλύσαντα, εἰπὲ πρὸς ἑαυτὸν, ὅτι εἰ μὴ ἀνάστασις ἦν καὶ κρίσις, οὐκ ἂν ὁ Θεὸς τὸν τοσαῦτα δι' αὐτὸν πεπονθότα κακὰ ἀφῆκε μηδενὸς ἀπολαύσαντα ἀγαθοῦ ἀπελθεῖν ἐντεῦθεν· ὅθεν δῆλον, ὅτι ἑτέραν αὐτοῖς ἡτοίμασε ζωὴν ἡδίω τῆς παρούσης καὶ ἀνεκτοτέραν πολλῷ. Οὐ γὰρ ἂν, εἰ μὴ τοῦτο ἦν, τῶν μὲν πονηρῶν εἴασε πολλοὺς τρυφᾷν κατὰ τὸν παρόντα βίον, τῶν δὲ δικαίων πολλοὺς ἐν μυρίοις ἠφίει κακοῖς· ἀλλ' ἐπειδὴ παρεσκεύασται αἰὼν ἕτερος, ἐν ᾧ κατ' ἀξίαν ἑκάστῳ, τῷ μὲν τῆς πονηρίας, τῷ δὲ τῆς ἀρετῆς ἀποδιδόναι μέλλει, διὰ τοῦτο ἀνέχεται τὸν μὲν κακούμενον, τὸν δὲ τρυφῶντα ὁρῶν. Καὶ τὴν ἑτέραν δὲ αἰτίαν ἀπὸ τῶν Γραφῶν παραστῆσαι πειράσομαι. Ποία δὲ ἦν αὕτη; Τὸ μὴ λέγειν ἡμᾶς εἰς τὴν αὐτὴν ἀρετὴν παρακαλουμένους, ὅτι ἐκεῖνοι φύσεως ἑτέρας μετεῖχον, ἢ οὐκ ἦσαν ἄνθρωποι. Διὰ τοῦτό τις περὶ τοῦ μεγάλου διαλεγόμενος Ἠλίου, οὕτω πώς φησιν, Ἠλίας ἄνθρωπος ἦν ὁμοιοπαθὴς ἡμῖν. Ὁρᾷς ὅτι ἀπὸ τῆς τῶν παθῶν κοινωνίας δείκνυσιν αὐτὸν ἄνθρωπον ὄντα καθ' ἡμᾶς. Καὶ πάλιν· Καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὁμοιοπαθὴς ὑμῖν· καὶ τοῦτο τὴν κοινωνίαν ἐγγυᾶται τῆς φύσεως. Ἵνα δὲ μάθῃς, ὅτι καὶ μακαρίζειν ἡμᾶς, οὓς χρὴ μακαρίζειν, τοῦτο παιδεύει, δῆλον ἐκεῖθεν. Ὅταν γὰρ ἀκούσῃς Παύλου λέγοντος, ὅτι Ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν, καὶ γυμνητεύομεν, καὶ κολαφιζόμεθα, καὶ ἀστατοῦμεν, καὶ κοπιῶμεν· καὶ ὅτι Ὃν ἀγαπᾷ Κύριος, παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν, ὃν παραδέχεται, εὔδηλον ὅτι οὐχὶ τοὺς ἀνέσεως ἀπολαύοντας, ἀλλὰ τοὺς στενοχωρουμένους διὰ τὸν Θεὸν, τοὺς θλιβομένους, τούτους ἐπαινεσόμεθα, καὶ ζηλώσομεν τοὺς ἐν ἀρετῇ ζῶντας, τοὺς εὐσεβείας ἐπιμελουμένους. Οὕτω καὶ ὁ προφήτης φησίν· Ἡ δεξιὰ αὐτῶν δεξιὰ ἀδικίας, αἱ θυγατέρες αὐτῶν κεκαλλωπισμέναι, περικεκοσμημέναι ὡς ὁμοίωμα ναοῦ. Τὰ ταμεῖα αὐτῶν πλήρη, ἐξερευγόμενα ἐκ τούτου εἰς τοῦτο· τὰ πρόβατα αὐτῶν πολύτοκα, πληθύνοντα ἐν ταῖς ἐξόδοις αὐτῶν, οἱ βόες αὐτῶν παχεῖς. Οὐκ ἔστι κατάπτωμα φραγμοῦ, οὐδὲ διέξοδος, οὐδὲ κραυγὴ ἐν ταῖς πλατείαις αὐτῶν. Ἐμακάρισαν τὸν λαὸν, ᾧ ταῦτά ἐστιν. Σὺ δὲ τί φὴς, ὦ προφῆτα; Μακάριος, φησὶν, ὁ λαὸς, οὗ Κύριος ὁ Θεὸς αὐτοῦ· οὐ τὸν ἐν χρήμασι πλουτοῦντα, ἀλλὰ τὸν εὐσεβείᾳ κομῶντα, τοῦτον ἐγὼ μακαρίζω, φησὶ, κἂν μυρία πάσχῃ δεινά. Εἰ δὲ χρὴ καὶ ἐννάτην αἰτίαν εἰπεῖν, ἐκεῖνο ἂν εἴποιμεν, ὅτι δοκιμωτέρους ποιεῖ τοὺς θλιβομένους ἡ θλῖψις· Ἡ γὰρ θλῖψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμὴν, ἡ δὲ δοκιμὴ ἐλπίδα, ἡ δὲ ἐλπὶς οὐ καταισχύνει. Ὁρᾷς ὅτι ἡ ἐκ τῆς θλίψεως δοκιμὴ τὴν περὶ τῶν μελλόντων ἡμῖν ἐλπίδα ἐντίθησι, καὶ τὸ μένειν ἐν πειρασμοῖς εὐέλπιδας ποιεῖ περὶ τῶν μελλόντων εἶναι; Ὥστε οὐ μάτην ἔλεγον, ὅτι αἱ θλίψεις αὗται τὰς περὶ τῆς ἀναστάσεως ἡμῖν ἐλπίδας ὑπογράφουσι, καὶ βελτίους ἐργάζονται τοὺς βασανιζομένους· ὥσπερ γὰρ, φησὶν, ἐν καμίνῳ δοκιμάζεται χρυσὸς, οὕτως ἄνθρωπος δεκτὸς ἐν καμίνῳ ταπεινώσεως. Ἔστι δὲ καὶ δεκάτην αἰτίαν εἰπεῖν. Ποίαν δὴ ταύτην; Ἣν καὶ πολλάκις εἶπον ἤδη πρότερον, ὅτι εἴ τινας κηλῖδας ἔχομεν, καὶ ταύτας ἐνταῦθα ἀποτιθέμεθα. Καὶ τοῦτο πρὸς τὸν πλούσιον ὁ πατριάρχης δηλῶν ἔλεγεν, ὅτι Λάζαρος ἀπέλαβεν αὐτοῦ τὰ κακὰ, ὅθεν παρακαλεῖ ται. Καὶ πρὸς ταύτῃ πάλιν ἑτέραν εὑρήσομεν. Ποίαν δὴ ταύτην; Τὸ τοὺς στεφάνους ἡμῖν καὶ τὰ βραβεῖα πλεονάζειν· ὅσῳ γὰρ αἱ θλίψεις ἐπιτείνονται, τοσούτῳ καὶ αἱ ἀμοιβαὶ αὔξονται, μᾶλλον δὲ καὶ πολλῷ πλέον· Οὐ γὰρ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ, φησὶ, πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλύπτεσθαι εἰς ἡμᾶς. Τοσαύτας τοίνυν αἰτίας ἔχοντες εἰπεῖν τῆς τῶν ἁγίων κακώσεως, μὴ δυσχεραίνωμεν ἐν τοῖς πειρασμοῖς, μηδὲ ἀπορῶμεν, μηδὲ θορυβώμεθα, ἀλλὰ καὶ αὐτοὶ τὰς ἑαυτῶν παιδαγωγῶμεν ψυχὰς, καὶ ἑτέρους ταῦτα διδάσκωμεν· κἂν ἴδῃς ἄνθρωπον ἐν ἀρετῇ ζῶντα, φιλοσοφίας ἐπειλημμένον, ἀρέσκοντα Θεῷ, εἶτα μυρία πάσχοντα δεινὰ, μὴ σκανδαλισθῇς, ἀγαπητέ· κἂν ἴδῃς τινὰ πνευματικοῖς ἐπιτιθέμενον πράγμασι, καὶ μέλλοντά τι χρήσιμον ἀνύειν, εἶτα ὑποσκελιζόμενον, μὴ θορυβηθῇς. Καὶ γὰρ οἶδα πολλοὺς πολλάκις τοῦτο ζητοῦντας· Ὁ δεῖνα, φησὶν, εἰς μαρτύριον ἀπεδήμησε πένησι χρήματα διακομίζων, καὶ ναυαγίῳ περιέπεσε, καὶ πάντα ἀπώλεσεν· ἕτερος πάλιν αὐτὸ τοῦτο ποιῶν λῃσταῖς περιέτυχε, καὶ μόλις τὴν ἑαυτοῦ ψυχὴν διέσωσε, γυμνὸς ἀναχωρήσας ἐκεῖθεν. Τί οὖν ἂν εἴποιμεν; Ὅτι ἐπ' οὐδενὶ τούτων ἀσχάλλειν χρή. Εἰ γὰρ καὶ ναυαγίῳ περιέπεσεν, ἀλλ' ἔχει τὸν καρπὸν τῆς δικαιοσύνης ἀπηρτισμένον· τὰ γὰρ ἑαυτοῦ πάντα ἐπλήρωσε, συνέλεξε τὰ χρήματα, ἀπέθετο, λαβὼν ἀπῄει, τῆς ἀποδημίας ἥψατο, τὸ δὲ ναυάγιον λοιπὸν οὐ τῆς αὐτοῦ γνώμης γέγονεν. Ἀλλὰ τίνος ἕνεκεν ὁ Θεὸς τοῦτο συνεχώρησεν; Ἵνα τοῦτον ἐργάσηται δόκιμον. Ἀλλ' οἱ πένητες, φησὶν, ἀπεστερήθησαν τῶν χρημάτων. Οὐχ οὕτω σὺ προνοεῖς τῶν πενήτων, ὡς ὁ ποιήσας αὐτοὺς Θεός· εἰ γὰρ καὶ τούτων ἀπεστερήθησαν, ἀλλ' ἑτέρωθεν δύναται πλείονα παρασχεῖν αὐτοῖς εὐπορίας ἀφορμήν.