# Ad Stagirium a daemone vexatum (lib. 1-3) Section α.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad Stagirium a daemone vexatum (lib. 1-3), ΤΟΥ ΑΥΤΟΥ ΛΟΓΟΣ ΠΑΡΑΙΝΕΤΙΚΟΣ ΠΡΟΣ ΣΤΑΓΕΙΡΙΟΝ ΑΣΚΗΤΗΝ ΔΑΙΜΟΝΩΝΤΑ ΛΟΓΟΣ ΠΡΩΤΟΣ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/ad-stagirium-a-daemone-vexatum-lib-1-3/Section%20%CE%B1.1

Ἔδει μὲν ἡμᾶς, ὦ φίλτατε πάντων ἐμοὶ Σταγείριε, καὶ παρεῖναί σοι νῦν καὶ συνδιαταλαιπωρεῖσθαι, καὶ λόγῳ παρακαλοῦντα, καὶ ἔργῳ διακονούμενον, καὶ τὰ ἄλλα πάντα συλλαμβάνοντα, μέρος τι τῆς ἀθυμίας ἐπικουφίζειν. ὅσον ἡμῖν δυνατὸν ἦν· ἐπειδὴ δὲ ἡ τοῦ σώματος ἀσθένεια, καὶ τὸ κατασκῆψαν τῇ κεφαλῇ κακὸν οἴκοι μένειν καταναγκάσαν, διακονίαν τοσοῦτον ἔχουσαν κέρδος ἡμᾶς ἀφείλετο, ὅπερ ἐστὶν ὑπόλοιπον καὶ πρὸς παραμυθίαν τὴν σὴν, καὶ πρὸς ὠφέλειαν τὴν ἡμετέραν, τοῦτο κατὰ δύναμιν εἰσενεγκεῖν οὐκ ὀκνήσομεν. Ἴσως μὲν γὰρ ἔσται τι πλέον, πρὸς τὸ τὰ παρόντα σε φέρειν γενναίως· ἂν δὲ ἄρα μηδέν τί τοιοῦτον ἀνύσωμεν, τὸ γοῦν τῶν εἰς ἡμᾶς ἡκόντων ἐλλειφθῆναι μηδὲν, ῥᾷον ἡμᾶς διακεῖσθαι ποιήσει τοῦ λοιποῦ. Ὁ γὰρ ἅπαντα ἀναπληρώσας, ὅσαπερ ἂν οἴηται πρὸς λύσιν φέρειν τῶν κατεχόντων ἀνιαρῶν, κἂν μηδὲν περάνῃ, τῆς γοῦν ἀπὸ τῶν λογισμῶν αἰτίας ἀφεῖται, καὶ τὸ τῶν ἐγκλημάτων ἄχθος ἀποθέμενος, τὸ τῆς ἀθυμίας φέρειν ἀναγκάζεται μόνον. Εἰ μὲν οὖν τῶν εὐδοκιμούντων παρὰ Θεῷ καὶ μεγάλα δυναμένων ἐτύγχανον ὢν, οὐκ ἂν διέλιπον δεόμενος καὶ ἱκετεύων ὑπὲρ τῆς τιμίας ἐμοὶ κεφαλῆς· ἐπειδὴ δέ με τὴν παῤῥησίαν ἐκείνην καὶ τὴν ἰσχὺν τὸ τῶν ἁμαρτημάτων πλῆθος παρῄρηται, τὴν διὰ ῥημάτων παράκλησιν πειράσομαί σοι προσαγαγεῖν. Καὶ γὰρ ἐπὶ τῶν τὰ σώματα καμνόντων, ἰατρῶν μὲν ἀφανίσαι τὰς ἀλγηδόνας καὶ παῦσαι τὴν νόσον, τὸ δὲ παρακαλεῖν οὐδὲ τῶν οἰκετῶν οἱ περὶ τὴν θεραπείαν ὄντες ἀφῄρηνται, ἀλλ' οὗτοι μάλιστά εἰσιν οἱ τοὺς πολλοὺς ὑπὲρ τούτων ἀναλίσκοντες λόγους, ὅταν εὔνοι τοῖς κεκτημένοις αὐτοὺς τύχωσιν ὄντες. Ἂν μὲν γάρ τι λεχθῇ παρ' ἡμῶν τὸ δυνάμενον σβέσαι τὴν ἄμετρον ταύτην ὀδύνην, ἅπερ εὐχόμεθα γέγονεν· ἂν δὲ μηδὲν εὕρωμεν φθέγξασθαι τοιοῦτο, τῆς γοῦν προθυμίας ἡμᾶς ἀποδέξεται πάντως ὁ κελεύσας διὰ τοῦ μακαρίου Παύλου κλαίειν μετὰ κλαιόντων καὶ συναπάγεσθαι τοῖς ταπεινοῖς. Δοκεῖ μὲν οὖν μία σοι τῆς ἀθυμίας ὑπόθεσις εἶναι τοῦ πονηροῦ τούτου δαίμονος ἡ μανία· πολλὰ δὲ ἂν εὕροι τις ἐφεξῆς τὰ ἀπὸ τῆς ῥίζης ταύτης τικτόμενα λυπηρά. Καὶ ταῦτα οὐκ ἀπ' ἐμαυτοῦ λέγω νῦν, ἀλλ' ἐξ ὧν ἀποδυρομένου σου πολλάκις ἤκουσα πρὸς ἡμᾶς, ἡνίκα σὺν ἡμῖν ἦσθα· καὶ πρῶτον μὲν τὸ βιωτικώτερον ζῶντα τὸν ἔμπροσθεν χρόνον μηδὲν τοιοῦτο παθεῖν, ἀλλ' ἡνίκα ἐσταύρωσας τῷ κόσμῳ σαυτὸν, τηνικαῦτα αἴσθησιν τῆς νόσου λαβεῖν, ἱκανὸν θορυβῆσαι καὶ εἰς ἀμηχανίαν ἐμβαλεῖν· δεύτερον δὲ τὸ πολλοὺς μὲν καὶ τρυφῶντας τῶν τὰ αὐτὰ σοὶ νενοσηκότων, μικρὸν καρτερήσαντας χρόνον, ταύτης ἀπαλλαγῆναι τῆς ἀῤῥωστίας, καὶ οὕτως εἰς τελείαν ὑγίειαν ἐπανελθεῖν, ὡς καὶ ὁμιλῆσαι γάμοις, καὶ πατέρας γενέσθαι παίδων πολλῶν, καὶ τῶν ἡδέων τοῦ παρόντος ἀπολαῦσαι βίου, καὶ μηδὲν τοιοῦτο πάλιν παθεῖν· σὲ δὲ τοσοῦτον ἕλκοντα χρόνον ἐν νηστείαις καὶ παννυχίσι καὶ τῇ λοιπῇ σκληραγωγίᾳ, μηδεμίαν λύσιν εὑρέσθαι τῶν κατεχόντων δεινῶν· τρίτον πρὸς τούτοις, τὸ τὸν ἅγιον ἐκεῖνον τοσαύτην ἐν ἄλλοις ἀνδράσι δύναμιν ἐπιδειξάμενον, μηδὲν ἐπὶ τῆς σῆς ἀγάπης δυνηθῆναι πρᾶξαι τοιοῦτο, μήτε ἐκεῖνον, μήτε τοὺς μετ' ἐκείνου, καὶ ταῦτα δυνατωτέρους ὄντας αὐτοῦ, ἀλλὰ πάντας ὁμοίως ἐρυθριάσαντας ἀπελθεῖν. Μετὰ δὲ τούτων καὶ ἑτέρως σφόδρα ἔφης ἀλγεῖν, ὅτι οὕτω σου τῆς ψυχῆς ἡ τῆς ἀθυμίας περιεγένετο δύναμις, ὡς μικροῦ πολλάκις καὶ ἐπὶ βρόχον ὁρμῆσαι ἐλθεῖν, καὶ ἐπὶ ποταμὸν καὶ ἐπὶ κρημνόν. Ἔστι δέ τι καὶ πέμπτον ἐπὶ τούτοις, τὸ τοὺς μὲν ὁμήλικας καὶ μετὰ σοῦ ταύτης ἠργμένους τῆς πολιτείας, ὁρᾷν ἐν εὐθυμίᾳ διάγοντας, σαυτὸν δὲ ἐν χαλεπωτάτῳ κλύδωνι κείμενον ἔτι καὶ δεσμωτήριον οἰκοῦντα τὸ πάντων ἐλεεινότερον. Οὐ γὰρ οὕτω τοὺς δεδεμένους σιδήρῳ δακρύειν ἔφης δεῖν, ὡς τοὺς ταύτην περικειμένους τὴν ἅλυσιν. Ἔλεγες δέ μοι καὶ ἕτερον εἶναι πρὸς τούτοις τὸ μάλιστά σε θορυβοῦν· δεδοικέναι γὰρ ὑπὲρ τοῦ πατρὸς καὶ τρέμειν, μήποτε αἰσθόμενος, μεγάλα τοὺς ὑποδεξαμένους σε τὴν ἀρχὴν ἁγίους ἐργάσηται δεινά· τῇ τε γὰρ δυνάμει καὶ τῷ πλούτῳ θαῤῥοῦντα, καὶ ὑπὸ τῆς ἀθυμίας κρατούμενον, πάντα τολμήσειν εἰς αὐτοὺς, καὶ οὐδενὸς ἀφέξεσθαι τῶν ἐμπιπτόντων αὐτῷ. Καὶ μέχρι μὲν τοῦ παρόντος δυνηθῆναι τὴν μητέρα καὶ συγκαλύψαι τὸ γεγονὸς, καὶ ἐπιζητοῦντά σε παρακρούσασθαι πολλάκις αὐτόν· εἰ δὲ χρόνος ἐγγένηται πλείων, φωραθήσεσθαι τῆς μητρὸς τὴν ὑπόκρισιν, καὶ ἀφόρητον αὐτὸν ἐκείνῃ τε ἔσεσθαι καὶ τοῖς μοναχοῖς. Ὁ δὲ τῶν κακῶν κολοφὼν τὸ μηδὲ ὑπὲρ τῶν μελλόντων ἔχειν θαῤῥεῖν, μηδὲ εἰδέναι σαφῶς, εἴ ποτε ἔσται λύσις τῆς νόσου ταύτης καὶ ἀπαλλαγὴ, διὰ τὸ πολλάκις τοῦτο προσδοκήσαντα πάλιν τοῖς αὐτοῖς περιπεσεῖν. Ἱκανὰ γοῦν ταῦτα θορυβῆσαι ψυχὴν, καὶ πολλῆς ἐμπλῆσαι ταραχῆς, ἀλλὰ ψυχὴν τὴν παρειμένην καὶ ἀπαίδευτον καὶ νωθράν· ἡμεῖς δὲ ἢν ἐθελήσωμεν διαβλέψαι μικρὸν, καὶ λογισμοὺς ἀνακινῆσαι τοὺς εὐσεβεῖς, ὥσπερ τινὰ κόνιν λεπτὴν, ταύτας ἀποτιναξόμεθα τῆς ἀθυμίας τὰς ὑποθέσεις. Καίτοι μή με νομίσῃς διὰ τὸ ἔξω τοῦ πόνου καὶ τῆς ζάλης ταύτης ἑστάναι, ταῦτα ἐπαγγέλλεσθαί σοι μετ' εὐκολίας νῦν. Εἰ γὰρ καὶ ἄπιστα δόξω λέγειν τισὶν, ἀλλ' ὅμως ἐρῶ· οὐ γὰρ δὴ μετὰ τῶν ἄλλων καὶ αὐτὸς ἀπιστήσεις ἡμῖν. Ἐπειδὴ γὰρ ἐπεπήδησέ σου τῇ ψυχῇ παρὰ τὴν ἀρχὴν ὁ μιαρὸς δαίμων ἐκεῖνος, καὶ μεταξὺ πάντων εὐχόμενον κατέβαλεν, οὐκ ἔτυχον μὲν παρὼν (καὶ χάριν ἔχω τῷ φιλανθρώπῳ Θεῷ), ἔμαθον δὲ ἅπαντα μετὰ ἀκριβείας, ὡσπερανεὶ παρών. Ὁ γὰρ ἐμὸς φίλος καὶ σὸς Θεόφιλος ὁ Ἐφέσιος ἐλθὼν, ἅπαντά μοι σαφῶς διηγήσατο, τὴν στρέβλωσιν τῶν χειρῶν, τὴν διαστροφὴν τῶν ὀφθαλμῶν, τὸν ἀπὸ τοῦ στόματος ἀφρὸν, τὴν ἀποτρόπαιον καὶ ἄσημον ἐκείνην φωνὴν, τὸν τοῦ σώματος τρόμον, τὴν ἀναισθησίαν τὴν ἐπὶ πολὺ, τὸ ὄναρ τὸ κατὰ τὴν νύκτα ἐκείνην φανέν· ἄγριον γάρ τινα ὗν βορβόρῳ μολυνθέντα πολλῷ συνεχῶς ἐπιπηδᾷν σοι καὶ προσπαλαίειν ἔφη· εἶτα τὸν παρακαθεύδοντα ὑπὸ τῆς ὄψεως ταραχθέντα, διεγερθῆναί τε, καὶ πάλιν σε κινούμενον ὑπὸ τοῦ δαίμονος εὑρεῖν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad Stagirium a daemone vexatum (lib. 1-3). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg006.local001/.
