Ancient Greek
ΤΟΥ ΑΥΤΟΥ ΛΟΓΟΣ ΠΑΡΑΙΝΕΤΙΚΟΣ ΠΡΟΣ ΣΤΑΓΕΙΡΙΟΝ ΑΣΚΗΤΗΝ ΔΑΙΜΟΝΩΝΤΑ ΛΟΓΟΣ ΠΡΩΤΟΣ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad Stagirium a daemone vexatum (lib. 1-3) Section β.1
Not analysed yet
Ἐπειδὴ οὖν ταῦτα ἀπήγγειλεν ἐκεῖνος, τοσαύτην ἡμῖν κατέχεε τὴν ἀχλὺν, ὅσην ὁ δαίμων οὗτος τῇ ἀγάπῃ τῇ σῇ. Ὡς δὲ μετὰ πολὺν ἀνήνεγκα χρόνον, οὐδὲν ἐμοὶ λοιπὸν τῶν ἐν τῷ κόσμῳ τούτῳ δεινῶν ἐδόκει εἶναι δεινὸν, οὔτε τῶν ἡδέων ἡδύ· ἀλλὰ πολλὴν καὶ πάλαι τῶν ἐν τῷ βίῳ ματαιότητα κατεγνωκὼς, πολλῷ πλέον τοῦτο ἔπαθον τότε, καὶ μείζων με πόθος εἰσῄει τῆς εὐλαβείας τῆς σῆς. Τοιαύτη γὰρ ἡ φύσις τῶν ἀνιαρῶν· ἐπιτείνειν εἴωθε τὰς φιλίας ἀεὶ, καὶ δῆλον ἐκ τοῦ καὶ τὰς ἔχθρας δύνασθαι διαλύειν εὐκόλως. Οὐδὲ γάρ ἐστί τις οὕτως ἄθλιος οὐδὲ ἠλίθιος, ὃς ὁρῶν ἀλγοῦντα τὸν ἐχθρὸν, δυνήσεται φυλάξαι τὴν ἀπέχθειαν τὴν πρὸς αὐτόν. Εἰ δὲ ἐχθροὺς ἐλεοῦμεν καὶ φίλους ποιούμεθα, ὅταν τι τῶν ἀβουλήτων ὑπομείναντες ἴδωμεν, ἐννόησον τί πάσχειν εἰκὸς ἦν μὲ, τὸν ἁπάντων μοι φίλτατον, καὶ ὃν ἴσον ἄγω τῆς ἐμαυτοῦ κεφαλῆς, ἐν τοῖς ἀνηκέστοις ὁρῶντα κατὰ τὸν τῆς ἀθυμίας λόγον. Μηδὲ νομίσῃς ἡμᾶς ἔξω τῆς θλίψεως ἑστάναι τῆς σῆς, μηδὲ διὰ τοῦτο τὴν παράκλησιν ὑποπτεύσῃς τὴν ἐμήν. Εἰ γὰρ καὶ τοῦ σπαράττεσθαι καὶ καταβάλλεσθαι παρὰ τοῦ πονηροῦ δαίμονος διὰ τὴν τοῦ Θεοῦ χάριν ἀπήλλαγμαι, τῆς γοῦν ἀθυμίας τῆς διὰ ταῦτα καὶ τῆς ὀδύνης τὸ ἴσον σοι φέρω μέρος, καὶ οὐδεὶς ἂν ἀπιστήσειέ μοι τῶν εἰδότων φιλεῖν ὡς χρὴ φιλεῖν. Φέρε οὖν ἀποτιναξώμεθα τὴν κόνιν· οὕτω γὰρ ἔσται φορητὴ καὶ κούφη τῆς ἀθυμίας ταύτης ἡ φύσις, μόνον ἢν μὴ θελήσωμεν ἁπλῶς ἐκδόντες ἑαυτοὺς τῷ πάθει σύρεσθαι κατὰ κρημνῶν, ἀλλὰ καὶ ἀνανῆψαι καὶ λογίσασθαί τι τῶν δεόντων σπουδάσωμεν. Πολλὰ γὰρ τῶν δοκούντων εἶναι δεινῶν μεγάλα μὲν φαίνεται καὶ ἀφόρητα πρὶν ἐξετασθῆναι καλῶς· εἰ δέ τις αὐτὰ τῷ λογισμῷ διασκέψηται, εὑρήσει πολλῷ τῆς ὑπονοίας καταδεέστερα· ὅπερ καὶ νῦν ἐλπίζω γενήσεσθαι. Ἀλλὰ διανάστησον σαυτὸν, καὶ μὴ τῇ ματαίᾳ καὶ ἀλόγῳ τῶν πολλῶν ἑπόμενος δόξῃ, σφοδρότερον ἐργάσῃ καθ' ἡμῶν τὸν ἐχθρόν. Εἰ μὲν οὖν πρός τινά μοι τῶν ἀπίστων ὁ λόγος ἦν, ἢ τῶν αὐτομάτως ἅπαντα φέρεσθαι νομιζόντων, ἢ τῶν πονηροῖς δαιμονίοις τοῦ κόσμου τὴν πρόνοιαν ἀνατιθέντων, πολλῆς ἄν μοι πραγματείας ἐδέησεν, ἵνα πρῶτον τὴν πεπλανημένην δόξαν ἐκβαλὼν, καὶ πείσας εἰδέναι τὴν ἀληθῆ τοῦ παντὸς πρόνοιαν, οὕτως ἐπὶ τὸ παρακαλεῖν τρέψω τὸν λόγον· ἐπειδὴ δὲ τῇ τοῦ Θεοῦ χάριτι ἀπὸ βρέφους τὰ ἱερὰ γράμματα οἶδας, καὶ τὰ ἀληθῆ καὶ σωτήρια δόγματα διαδεξάμενος ἐκ προγόνων πιστεύεις ἀκριβῶς ὅτι μέλει περὶ πάντων τῷ Θεῷ, καὶ μάλιστα τῶν πιστευόντων αὐτῷ, τοῦτο ἀφέντες τὸ μέρος, ἑτέρωθεν ποιησώμεθα τὴν ἀρχήν. Ἐπειδὴ τοὺς ἀγγέλους ἐποίησεν ὁ Θεός· μᾶλλον δὲ ἀνωτέρω τὸν λόγον ἀγάγωμεν· πρὶν τοὺς ἀγγέλους γενέσθαι, καὶ τὰς ἄλλας δυνάμεις τὰς ἐν τοῖς οὐρανοῖς, ἦν ὁ Θεὸς, ἀρχὴν οὐδέποτε τοῦ εἶναι λαβών. Ἀνενδεὴς δὲ ὢν ἀεὶ, (τοιοῦτον γὰρ τὸ Θεῖον,) ἐποίησεν ἀγγέλους, ἀρχαγγέλους, καὶ τὰς ἄλλας τῶν ἀσωμάτων οὐσίας, ἐποίησε δὲ δι' ἕτερον μὲν οὐδὲν, δι' ἀγαθότητα δὲ μόνην. Ὧν γὰρ τῆς θεραπείας οὐκ ἔχρῃζε, τούτων οὐδ' ἂν δημιουργὸς ἐγένετο, εἰ μὴ σφόδρα ἦν ἀγαθός. Μετὰ δὲ τὴν τούτων δημιουργίαν ποιεῖ καὶ τὸν ἄνθρωπον διὰ τὴν αὐτὴν ταύτην πάλιν αἰτίαν, καὶ τὸν κόσμον ἅπαντα τοῦτον. Καὶ μυρίων αὐτὸν ἐμπλήσας ἀγαθῶν τὸν μικρὸν ἐκεῖνον καὶ εὐτελῆ τοῖς τοσούτοις ἔργοις ἐπέστησε, τοῦτο αὐτὸν ἀποφήνας ἐπὶ τῆς γῆς, ὅπερ ἐστὶν αὐτὸς ἐν τοῖς οὐρανοῖς. Τὸ γὰρ, Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν, οὐδὲν ἕτερόν ἐστιν ἢ τὸ καὶ αὐτὸν τὴν ἀρχὴν ἀνῃρῆσθαι τῶν ἐν τῇ γῇ. Ποιήσας δὲ αὐτὸν καὶ ἐν τοσαύτῃ καταστήσας τιμῇ, καθάπερ βασίλεια βασιλεῖ τὸ κάλλιστον τῶν ἐπὶ γῆς ἀπέταξε τὸν παράδεισον. Καὶ πρὸς τούτοις βουλόμενος αὐτῷ δεῖξαι καὶ ἑτέρωθεν ὅσον τῶν λοιπῶν ἀναβέβηκε ζώων, ἄγει πρὸς αὐτὸν ἅπαντα, καὶ ὀνόματα ἐπιθεῖναι κελεύει πᾶσιν αὐτοῖς. Καὶ ὅμως οὐδὲν ἐξ αὐτῶν δίδωσιν αὐτῷ πρὸς βοήθειαν· καὶ τὴν αἰτίαν προστίθησιν· Οὐ γὰρ εὑρέθη, φησὶ, βοηθὸς ὅμοιος αὐτῷ. Διδάξας δὲ αὐτὸν καὶ διὰ τούτων τὸ μέσον ἑκατέρας τῆς φύσεως, καὶ ὅτι πάντων αὐτὸς τιμιώτερος, καὶ οὐδὲν ἐν τοσούτῳ πλήθει ἴσον αὐτῷ, τότε δὴ κτίζει καὶ τὴν γυναῖκα, κἀν τούτῳ πάλιν αὐτὸν τιμῶν καὶ φανερὸν ποιῶν, ὅτι δι' αὐτὸν γέγονε, καθὼς καὶ ὁ Παῦλός φησιν· Οὐ γὰρ ἐκτίσθη ἀνὴρ διὰ τὴν γυναῖκα, ἀλλὰ γυνὴ διὰ τὸν ἄνδρα. Οὐ τούτοις δὲ μόνον αὐτὸν ἀπεσέμνυνεν, ἀλλὰ καὶ λόγον αὐτῷ μόνῳ τῶν πάντων ἐχαρίσατο, καὶ τῆς αὐτοῦ γνώσεως κατηξίωσε, καὶ τῆς πρὸς αὐτὸν ὁμιλίας ἀπολαύειν ἔδωκεν, ὡς ἀπολαύειν ἐκείνῳ δυνατὸν ἦν, καὶ ἀθανασίαν παρέξειν ὑπέσχετο, καὶ πολλῆς τῆς σοφίας ἐνέπλησε, καὶ πνευματικὴν χάριν ἐνέθηκεν, ὡς καὶ προφητεῦσαί τινα. Καὶ ταῦτα πάντα ἐδωρήσατο οὐδενὸς προϋπηργμένου κατορθώματος παρ' αὐτοῦ. Τί οὖν ἐκεῖνος μετὰ τοσαῦτα καὶ τηλικαῦτα ἀγαθά; Πιστότερον τοῦ ταῦτα δωρησαμένου τὸν ἐχθρὸν ἐνόμισε, καὶ τῆς ἐντολῆς τοῦ ποιήσαντος ἀλογήσας, προετίμησε τὴν ἀπάτην τοῦ παντελῶς αὐτὸν ἀφανίσαι σπουδάσαντος καὶ πάντων ἀθρόως ἐκβαλεῖν τῶν ἀγαθῶν. Καὶ προετίμησεν, οὐδὲν οὔτε μέγα οὔτε μικρὸν εὐεργεσίας ἕνεκεν ἐπιδειξαμένου πρὸς αὐτὸν ἐκείνου, ἀλλὰ ῥήματα προσενέγκαντος μόνον αὐτῷ. Ἆρ' οὖν ἐξήλειψεν αὐτὸν ὁ Θεὸς, τοσαύτην ἀγνωμοσύνην ἐξ ἀρχῆς καὶ ἀπ' αὐτῆς, ὡς εἰπεῖν, γραμμῆς ἐπιδειξάμενον; Τοῦτο μὲν γὰρ κατὰ τὸν τοῦ δικαίου λόγον ἀκόλουθον ἦν, τὸν μυρία μὲν παθόντα καλὰ, ἀντὶ δὲ τούτων ἀπὸ παρακοῆς καὶ ἀχαριστίας εὐθέως τὰ προοίμια τοῦ βίου πεποιημένον, ἀπολέσαι καὶ ἐκ μέσου βαλεῖν. Ὁ δὲ Θεὸς οὐχ ἧττον ἢ πρότερον εὐεργετῶν αὐτὸν διετέλεσε, δεικνὺς ὅτι, κἂν μυριάκις ἁμάρτωμεν καὶ ἀποστραφῶμεν αὐτὸν, τὰ πρὸς σωτηρίαν ἡμῖν αὐτὸς οἰκονομῶν οὐ παύεται, ἵν' ἂν μὲν ἐπιστρέψωμεν, καὶ σωθῶμεν· ἂν δὲ ἐπιμένωμεν τῇ κακίᾳ, τὸ γοῦν αὐτὸν τὰ αὐτοῦ πράττειν ἐκ τούτου περιγίνεται. Δοκεῖ μὲν οὖν τὸ ἐκβαλεῖν τοῦ παραδείσου, καὶ τὸ κωλῦσαι τοῦ ξύλου τῆς ζωῆς, καὶ τὸ παραδοῦναι τῷ θανάτῳ, κολάζοντος εἶναι καὶ τιμωρουμένου· τὸ δὲ προνοοῦντός ἐστιν οὐχ ἧττον ἢ καὶ πρότερον. Εἰ γὰρ καὶ παράδοξον εἶναι δοκεῖ τὸ λεγόμενον, ἀλλ' ὅμως ἀληθές· τὰ μὲν γὰρ γινόμενα ἐναντία ἀλλήλοις ἦν, τὰ δὲ ἀμφοτέρων τέλη σύμφωνα καὶ ἀκόλουθα. Οἷόν τι λέγω· Τὸ ἀποκλεῖσαι τοῦ παραδείσου, τὸ κατοικίσαι ἐναντίον, τὸ ἀποτρέψαι τοῦ ξύλου τῆς ζωῆς, τὸ κωλῦσαι, τὸ ποιῆσαι θνητὸν, τὸ τέως ἀνώτερον ἀποφῆναι τῆς ἀποφάσεως, πάντα δὴ καὶ τὰ ἐξ ἐκείνων καὶ τὰ ἐκ τούτων ὑπὲρ τῆς τούτου σωτηρίας ἐγένετο καὶ τιμῆς. Καὶ ὑπὲρ μὲν τῶν προτέρων οὐδὲν ἂν εἴποιμι (παντὶ γὰρ δῆλόν ἐστι), δεῖ δὲ τὸν ὑπὲρ τῶν μετὰ ταῦτα δοῦναι λόγον.