# Ad Stagirium a daemone vexatum (lib. 1-3) Section γ.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad Stagirium a daemone vexatum (lib. 1-3), ΤΟΥ ΑΥΤΟΥ ΛΟΓΟΣ ΠΑΡΑΙΝΕΤΙΚΟΣ ΠΡΟΣ ΣΤΑΓΕΙΡΙΟΝ ΑΣΚΗΤΗΝ ΔΑΙΜΟΝΩΝΤΑ ΛΟΓΟΣ ΠΡΩΤΟΣ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/ad-stagirium-a-daemone-vexatum-lib-1-3/Section%20%CE%B3.1

Πῶς οὖν εἰσόμεθα ὅτι καὶ τὰ δεύτερα ὑπὲρ τῶν ἐκείνῳ συμφερόντων ἦν; Ἂν ἐννοήσωμεν τί τούτων μὴ γενομένων ἔπαθεν ἄν. Τί οὖν ἂν ἔπαθεν; Εἰ, τοῦ διαβόλου μετὰ τὴν παράβασιν ἐπαγγειλαμένου δείξειν αὐτοὺς ἰσοθέους, ἐπὶ τῆς αὐτῆς ἔμεινε τιμῆς, τρισὶν ἂν περιέπεσε τοῖς ἐσχάτοις κακοῖς. Πρῶτον μὲν γὰρ τὸν Θεὸν ἂν ἐνόμισεν εἶναι βάσκανον, καὶ ἀπατεῶνα, καὶ ψεύστην· δεύτερον δὲ τὸν ἀληθῶς ἀπατεῶνα, καὶ τοῦ ψεύδους καὶ τῆς βασκανίας πατέρα, καὶ εὐεργέτην καὶ φίλον· καὶ πρὸς τούτοις ἀθάνατα ἂν διετέλεσεν ἁμαρτάνων τοῦ λοιποῦ. Τούτων δὲ αὐτὸν ἁπάντων ἀπήλλαξεν, ἐκβαλὼν τοῦ παραδείσου τότε. Οὕτω που καὶ ἰατρὸς, ἀφεὶς μὲν τὸ ἕλκος μείζονα τὴν σηπεδόνα ἐργάζεται, ἐκκόπτων δὲ κωλύει περαιτέρω προελθεῖν τοῦ τραύματος τὴν κακίαν. Τί οὖν; φησίν. Οὐκ ἔστη μέχρι τούτων, ἀλλὰ καὶ ἱδρῶτας καὶ πόνους προσέθηκεν, ὅτι οὐδὲν οὕτω πρὸς ἄνεσιν ἄχρηστον ὡς ἡ τῶν ἀνθρώπων φύσις ἐστίν. Εἰ γὰρ καὶ τούτων ἐπικειμένων οὐ διαλιμπάνομεν ἁμαρτάνοντες, τί οὐκ ἂν ἐτολμήσαμεν, εἰ πρὸς τρυφὴν καὶ ἀργίαν ἀνῆκεν ἡμᾶς ὁ Θεός; Πᾶσαν γὰρ κακίαν, φησὶν, ἐδίδαξεν ἡ ἀργία. Καὶ μαρτυρεῖ τῷ λόγῳ τὰ καθ' ἡμέραν γινόμενα, καὶ τὰ ἐπὶ τῶν προγόνων δὲ συμβάντα τῶν ἡμετέρων. Ἐκάθισε γὰρ ὁ λαὸς, φησὶ, φαγεῖν καὶ πιεῖν, καὶ ἀνέστησαν παίζειν· καὶ πάλιν· Ἐλιπάνθη, ἐπαχύνθη, ἐπλατύνθη, καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος. Συνῳδὰ δὲ τούτοις καὶ ὁ μακάριος Δαυῒδ φθέγγεται λέγων· Ὅταν ἀπέκτεινεν αὐτοὺς, τότε ἐξεζήτουν αὐτὸν, καὶ ἐπέστρεφον καὶ ὤρθριζον πρὸς τὸν Θεόν. Καὶ τῇ Ἱερουσαλὴμ διὰ τοῦ Ἱερεμίου φησὶν ὁ Θεός· Διὰ παντὸς παιδεύθητι, Ἱερουσαλὴμ, ὅπως ἂν μὴ ἀποστῇ ἡ ψυχή μου ἀπὸ σοῦ. Ὅτι δὲ οὐ τοῖς μοχθηροῖς μόνον, ἀλλὰ καὶ τοῖς χρηστοῖς, καὶ ταπεινοῦσθαι καὶ κάμπτεσθαι πρὸς σωτηρίαν ἐστὶ, πάλιν ὁ προφήτης φησίν· Ἀγαθόν μοι, Κύριε, ὅτι ἐταπείνωσάς με, ὅπως ἂν μάθω τὰ δικαιώματά σου. Καὶ μετὰ τοῦτον δὲ ὁ Ἱερεμίας τὰ αὐτὰ δὴ ταῦτα ἐκβοᾷ εἰ καὶ μὴ ῥήμασι τοῖς αὐτοῖς· Ἀγαθὸν ἀνδρὶ ὅταν ἄρῃ ζυγὸν βαρὺν ἐκ νεότητος αὐτοῦ· καθίσεται κατὰ μόνας, καὶ σιωπήσεται. Καὶ περὶ ἑαυτοῦ δὲ τοῦ Θεοῦ δεῖται λέγων· Μὴ γένῃ φειδόμενός μου εἰς ἀλλοτρίωσιν ἐν ἡμέρᾳ πονηρᾷ. Καὶ ὁ μακάριος δὲ Παῦλος ὁ τοσοῦτον ἐν τῇ χάριτι διαλάμψας, καὶ τὴν ἀνθρωπίνην φύσιν ὑπερβὰς, ὅμως καὶ αὐτὸς ἐδεῖτο τῆς ὠφελείας τούτου τοῦ καλοῦ· διὸ καὶ ἔλεγεν· Ἐδόθη μοι σκόλοψ τῇ σαρκὶ ἄγγελος Σατᾶν, ἵνα με κολαφίζῃ, ἵνα μὴ ὑπεραίρωμαι. Ὑπὲρ τούτου τρὶς τὸν Κύριον παρεκάλεσα, καὶ εἶπέ μοι· Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. Καίτοι γε ἐνῆν καὶ χωρὶς διωγμῶν καὶ θλίψεων καὶ πόνων καὶ ἱδρώτων κατορθωθῆναι τὸ κήρυγμα, ἀλλ' ὅμως οὐκ ἠθέλησεν ὁ Χριστὸς τῶν κηρυττόντων φειδόμενος. Διὰ τοῦτό φησιν αὐτοῖς· Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε. Καὶ τοῖς βουλομένοις δὲ εἰς τὴν βασιλείαν βαδίζειν, διὰ τῆς ἐστενοχωρημένης τοῦτο κελεύει ποιεῖν ὁδοῦ, ὡς οὐκ ἐνὸν ἑτέρωθεν ἐκεῖσε ἐλθεῖν. Οὕτως αἱ θλίψεις καὶ οἱ πειρασμοὶ καὶ τὰ συμβαίνοντα ἡμῖν ἀνιαρὰ τῶν χρηστῶν οὐχ ἧττον τὴν κηδεμονίαν τοῦ Θεοῦ ἡμῖν ἐνδείκνυνται. Καὶ τί λέγω τὰς θλίψεις τὰς ἐνθάδε; τῆς γὰρ βασιλείας τῶν οὐρανῶν οὐκ ἔλαττον ἡ τῆς γεέννης ἀπειλὴ παρίστησι τὴν φιλανθρωπίαν αὐτοῦ. Εἰ γὰρ μὴ γέεννα ἠπείλητο, οὐκ ἄν τις ταχέως ἐπέτυχε τῶν ἐν τοῖς οὐρανοῖς ἀγαθῶν. Οὐδὲ γὰρ ἀρκεῖ μόνη ἡ τῶν χρηστῶν ἐπαγγελία προτρέψαι πρὸς ἀρετὴν, μὴ καὶ τοῦ φόβου τῶν δεινῶν ὠθοῦντος τοὺς ῥᾳθυμότερον πρὸς ἐκείνην διακειμένους. Διὰ τοῦτο καὶ τοῦ παραδείσου τὴν ἀρχὴν ἐξέβαλε τὸν πρωτόπλαστον, ὅτι ἡ παρασχεθεῖσα αὐτῷ τιμὴ χείρονα αὐτὸν ἀπειργάζετο ἂν, εἴπερ ἔμενεν ἀσάλευτος καὶ βεβαία ἐκείνη τῆς ἐντολῆς κινηθείσης. Καὶ τί λέγω τὸν Ἀδάμ; Τί γὰρ οὐκ ἂν ἐποίησεν ὁ Κάϊν ἐν παραδείσῳ στρεφόμενος, καὶ τρυφῆς ἀπολαύων τοσαύτης, ὅπου γε καὶ τούτων ἐστερημένος, καὶ τοῦ πατρὸς τὴν τιμωρίαν παρὰ πόδας ὁρῶν, οὐδ' οὕτως ἐσωφρονίζετο, ἀλλ' εἰς μείζονα κακίαν ἐξέπιπτε, φόνον πρῶτος αὐτὸς καὶ εὑρὼν καὶ τολμήσας, καὶ φόνον τὸν πάντων ἐναγέστερον; Οὐδὲ γὰρ κατὰ μικρὸν, οὐδ' ἐν χρόνῳ πολλῷ προσῆλθε τῷ καινῷ τούτῳ μιάσματι, ἀλλ' ἀθρόως καὶ ἐξαίφνης πρὸς αὐτὴν εὐθέως ἀνεπήδησε τὴν κορυφὴν, τὸν κοινωνήσαντα τῶν αὐτῶν ὠδίνων αὐτῷ, τὸν ἠδικηκότα οὐδὲν, πλὴν εἰ τὸ τιμῆσαι τὸν Θεὸν ἀδίκημα ᾤετο, τοῦτον λοχήσας καὶ ἀνελών. Σὺ δέ μοι κἀνταῦθα πάλιν τοῦ Θεοῦ τὴν φιλανθρωπίαν κατάμαθε· ὅτε μὲν γὰρ εἰς αὐτὸν ὕβρισε, διὰ τῶν λόγων αὐτὸν νουθετεῖ, καὶ παραμυθεῖται λυπούμενον· ὅτε δὲ ἐμάνη κατὰ τοῦ ἀδελφοῦ, τότε δὴ ἐπεξέρχεται, καὶ τὴν τιμωρίαν ἐπάγει. Καίτοι καὶ τὰ πρότερα τῆς αὐτῆς κολάσεως, μᾶλλον δὲ καὶ χαλεπωτέρας ἄξια ἦν. Εἰ γὰρ ἐπ' ἀνθρώπων, ὅταν τις τῶν οἰκετῶν τὰ μὲν ἀμείνω φυλάττῃ ἑαυτῷ, τὰ δὲ φαυλότερα τῷ δεσπότῃ προσάγῃ, δεινὸν τὸ πρᾶγμα καὶ ὕβρις εἶναι δοκεῖ, πόσῳ μᾶλλον ἐπὶ Θεοῦ; Ὁ δὲ Κάϊν οὐ τοῦτο μόνον ἥμαρτεν, ἀλλὰ καὶ ἕτερον οὐχ ἧττον, τὸ δυσχερᾶναι τῇ τιμῇ τοῦ ἀδελφοῦ. Εἰ μὲν γὰρ ὡς ἁμαρτὼν μετεγίνωσκεν, ἀποδεκτὸς τῆς καλλίστης ταύτης μεταβολῆς ἦν· νῦν δὲ οὐ μετανοίας, ἀλλὰ καὶ ζήλου καὶ βασκανίας ἡ σύγχυσις ἦν, καὶ τὸ τέλος ἀπέδειξε. Μόνον γὰρ οὐκ ὠργίζετο τῷ Θεῷ, ὅτι μὴ ἐτίμησεν αὐτὸν ὑβρισθεὶς, καὶ προὔθηκε τὸν ἀκόλαστον τοῦ ἐπιεικοῦς· ἀλλ' ὅμως καὶ οὕτω σφοδρὰν τῶν ἁμαρτημάτων ἀπαιτούντων τὴν τιμωρίαν ἔλαττον πολλῷ τῆς ἀξίας κέχρηται τῷ πεπλημμεληκότι, καὶ φλεγμαίνουσαν αὐτοῦ καταστέλλειν πειρᾶται τὴν ψυχήν. Ἀπὸ γὰρ θυμοῦ ἡ ἀθυμία ἐκείνη ἦν· διὸ καί φησι πρὸς αὐτόν· Ἡσύχασον. Ταῦτα δὲ ἔλεγεν, εἰδὼς μὲν οἷ προβήσεται κακοῦ, βουλόμενος δὲ πᾶσαν τοῖς ἀγνωμονοῦσιν ἐκκόψαι πρόφασιν. Εἰ γὰρ ἐκολάσθη παρὰ τὴν ἀρχὴν, πολλὰ ἂν εἶπον τοιαῦτα πολλοί· οὐ γὰρ ἐνῆν παρακαλέσαι λόγῳ, καὶ νουθετῆσαι, καὶ ἐπιπλῆξαι πρότερον, καὶ τότε τοῖς αὐτοῖς ἐπιμένοντα μετελθεῖν; Πολλῆς ὠμότητος καὶ ἀπηνείας αὕτη ἡ κόλασις. Διὰ τοῦτο μακροθυμεῖ ταῖς εἰς αὐτὸν ὕβρεσιν ὁ Θεὸς, ἅμα μὲν ἐπιστομίζων ἐκείνους, ἅμα δὲ καὶ δεικνὺς ὅτι καὶ τὸν πατέρα τοῦ Κάϊν δι' ἀγαθότητα ἐπαίδευσε, πρὸς δὲ καὶ εἰς μετάνοιαν ἄγων τοὺς μετὰ ταῦτα διὰ τῆς τοιαύτης χρηστότητος αὐτοῦ. Ἐπειδὴ δὲ κατὰ τὴν σκληρότητα αὐτοῦ, καὶ ἀμετανόητον καρδίαν ἐθησαύρισεν ἑαυτῷ τὴν ὀργὴν, τὸ τηνικαῦτα ἐπεξέρχεται· εἰ δὲ καὶ μετὰ τὸν φόνον ἔμεινεν ἀτιμώρητος, καὶ ἐφ' ἕτερον ἂν προῆλθε μεῖζον κακόν. Οὐδὲ γὰρ ἔστιν εἰπεῖν ὅτι παρὰ ἄγνοιαν ἐπλημμέλησεν· ὃ γὰρ ὁ νεώτερος συνῆκε, πῶς ἂν οὗτος ἠγνόησε; Πλὴν ἀλλ', εἰ βούλει, κείσθω καὶ ἀγνοίας εἶναι τὸ πρότερον· μετὰ τὸ ἀκοῦσαι τὸ, Ἡσύχασον, μετὰ τὸ συγγνώμης τυχεῖν, ἀπὸ ποίας ἀγνοίας ἐπὶ τὸν φόνον ἤρχετο, καὶ τὴν γῆν ἐμόλυνε, καὶ τοὺς τῆς φύσεως νόμους ἀνέτρεψεν; Ὁρᾷς ὡς οὐδὲ τὰ πρότερα τοῦ ἀγνοεῖν ἦν, ἀλλὰ κακίας καὶ πονηρίας καὶ μιαρίας τῆς ἐσχάτης; Τίς οὖν ἡ τούτων τιμωρία; Στένων ἔσῃ, φησὶ, καὶ τρέμων ἐπὶ τῆς γῆς. Δοκεῖ μὲν οὖν ἡ κόλασις εἶναι πικρά· ἀλλ' οὐκ ἐὰν τὸ ἁμάρτημα λογισώμεθα, καὶ αὐτὴν δὲ τὴν τιμωρίαν διασκεψώμεθα καλῶς. Ὅτε γὰρ προσήνεγκε κακῶς, ἤλγησεν, ὅτι ὑβρίσας οὐκ ἐτιμήθη παρὰ τοῦ ὑβρισθέντος Θεοῦ, νουθετοῦντα αὐτὸν διέπτυσε, φόνον ἐτόλμησε πρῶτος, μᾶλλον δὲ καὶ φόνου πολλῷ μίασμα ἐναγέστερον, ἐλύπησε τοὺς γεγεννηκότας, ἐψεύσατο τῷ Θεῷ. Μὴ γὰρ φύλαξ εἰμὶ τοῦ ἀδελφοῦ μου; φησί· καὶ ἀντὶ τούτων ἁπάντων φόβῳ κολάζεται μόνον καὶ τρόμῳ. Ἀλλ' ὅμως καὶ τὴν χρηστότητα τοῦ Θεοῦ οὐκ ἀπὸ τοῦ πραοτέραν εἶναι μόνον τῆς ἁμαρτίας τὴν τιμωρίαν εἴποιμι ἂν φαίνεσθαι, ἀλλὰ καὶ ἀπὸ τοῦ κέρδος αὐτὴν ἔχειν οὐ τὸ τυχόν. Τὸ δὲ κέρδος ἦν σωφρονίζεσθαι τοὺς ἑξῆς ἅπαντας, καὶ γίνεσθαι βελτίους διὰ τῆς εἰς ἐκεῖνον ἐπιτιμήσεως. Διὰ τοῦτο οὐκ ἀνεῖλεν αὐτόν· οὐδὲ γὰρ ἦν ἴσον ἀκούειν ὅτι Κάϊν τις ἀνελὼν ἀδελφὸν ἀπέθανε, καὶ ὁρᾷν τὸν ἀνελόντα δίκην τίνοντα. Τότε μὲν γὰρ κἂν ἠπιστήθη τοῦτο λεγόμενον διὰ τὴν τοῦ μύσους ὑπερβολήν· νυνὶ δὲ φαινόμενος καὶ παρὼν, καὶ πολλοὺς καὶ ἐπὶ πολὺν χρόνον μάρτυρας τῆς τιμωρίας ποιούμενος, κατάδηλον καὶ πιστὸν καὶ τοῖς τότε καὶ τοῖς ἐφεξῆς κατέστησε τὸ γεγονός. Τί οὖν τοῦτο πρὸς ἐκεῖνον, φησί; Μάλιστα μὲν, καὶ τῆς αὐτοῦ προενόησε σωτηρίας, ὅτε προανέστελλεν αὐτοῦ τὴν λύσσαν τό γε αὐτοῦ μέρος διὰ τῆς τῶν λόγων παραινέσεως. Εἰ δὲ καὶ τὴν τιμωρίαν αὐτήν τις ἐξετάσειε, καὶ ἐκ ταύτης πολλὴν ὄψεται τὴν ὠφέλειαν οὖσαν. Εἰ μὲν γὰρ αὐτὸν ἀπέκτεινεν εὐθέως ὁ Θεὸς, οὐκ ἄν τινα προθεσμίαν αὐτῷ μετανοίας καὶ βελτιώσεως ἔδωκε· τότε δὲ τρόμῳ καὶ δέει συζῶν, εἰ μὴ λίαν ἀναίσθητος ἦν, καὶ θηρίον μᾶλλον ἢ ἄνθρωπος, πολλὰ ἂν ἀπὸ ταύτης ἐκέρδανε τῆς ζωῆς. Χωρὶς δὲ τούτων ἐλάττονα αὐτῷ τὴν μέλλουσαν κόλασιν διὰ ταύτης τῆς τιμωρίας εἰργάζετο. Τὰ μὲν γὰρ ἐν τῷ παρόντι βίῳ ἐπαγόμενα ἡμῖν παρὰ τοῦ Θεοῦ λυπηρὰ ἢ κολαστήρια τῶν ἐκεῖ βασάνων ὑποτέμνεται μέρος οὐ μικρόν. Καὶ τούτου τὰς μαρτυρίας ἀπὸ τῶν θείων τις ἂν ἀγάγοι Γραφῶν. Ὁ μὲν γὰρ Χριστὸς τοῖς μαθηταῖς διαλεγόμενος, καὶ τὰ κατὰ τὸν Λάζαρον διηγούμενος, φησὶ τὸν Ἀβραὰμ ἱκετευόμενον παρὰ τοῦ πλουσίου ἄκρῳ τῷ δακτύλῳ μικρὸν ἐπιστάξαι φλεγομένῃ τῇ γλώσσῃ εἰπεῖν πρὸς αὐτόν· Τέκνον, μνήσθητι ὅτι ἀπέλαβες σὺ τὰ ἀγαθὰ ἐν τῇ ζωῇ σου, καὶ Λάζαρος τὰ κακά· νῦν δὲ οὗτος ὧδε παρακαλεῖται, σὺ δὲ ὀδυνᾶσαι. Ὁ δὲ Παῦλος (Παῦλον δὲ ὅταν εἴπω, τὰ τοῦ Χριστοῦ λέγω πάλιν προστάγματα· αὐτὸς γὰρ τὴν μακαρίαν ἐκείνην ἐκίνει ψυχὴν), τοῖς Κορινθίοις ἐπιστέλλων ποτὲ περὶ τοῦ πεπορνευκότος, κελεύει τὸν τοιοῦτον παραδοθῆναι τῷ σατανᾷ εἰς ὄλεθρον τῆς σαρκὸς, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Καὶ τοῖς αὐτοῖς πάλιν ὑπὲρ τῶν ἀναξίως τοῖς μυστηρίοις κοινωνούντων διαλεγόμενος, Διὰ τοῦτο, φησὶ, πολλοὶ ἐν ὑμῖν ἀσθενεῖς καὶ ἄῤῥωστοι, καὶ κοιμῶνται ἱκανοί. Εἰ γὰρ ἑαυτοὺς ἐκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα· κρινόμενοι δὲ ὑπὸ Κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν. Εἶδες φιλανθρωπίαν ἄφατον, καὶ πλοῦτον χρηστότητος ἄπειρον; εἶδες πῶς ἅπαντα πράττει καὶ πραγματεύεται ὁ Θεὸς, ἵνα καὶ ἁμαρτάνοντες δυνηθῶμεν πραοτέραν τῆς ὀφειλομένης ὑποστῆναι τὴν κόλασιν, ἢ καὶ ἀπαλλαγῆναι τέλεον;

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad Stagirium a daemone vexatum (lib. 1-3). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg006.local001/.
