Ancient Greek
ΤΟΥ ΑΥΤΟΥ ΛΟΓΟΣ ΠΑΡΑΙΝΕΤΙΚΟΣ ΠΡΟΣ ΣΤΑΓΕΙΡΙΟΝ ΑΣΚΗΤΗΝ ΔΑΙΜΟΝΩΝΤΑ ΛΟΓΟΣ ΠΡΩΤΟΣ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad Stagirium a daemone vexatum (lib. 1-3) Section δ.1
Not analysed yet
Εἰ δὲ λέγοι τις, τίνος οὖν ἕνεκεν οὐ τὸν ἐξ ἀρχῆς ἀπατήσαντα ἠφάνισε; καὶ τοῦτο σφόδρα κηδόμενος ἡμῶν. Εἰ μὲν γὰρ πρὸς βίαν ὁ μιαρὸς ἐκεῖνος ἐκράτει, εἶχεν ἄν τινα λόγον τὸ ζητούμενον· εἰ δὲ ταύτης μὲν ἀφῄρηται τῆς δυνάμεως, πείθων δὲ μόνον (τὸ μὴ πεισθῆναι δὲ ἐφ' ἡμῖν), τίνος ἕνεκεν τῆς εὐδοκιμήσεως τὴν πρόφασιν περιαιρεῖς, καὶ τὴν τῶν στεφάνων ἐκκόπτεις ὑπόθεσιν; Πρὸς δὲ τούτοις εἰ μὲν εἰδὼς αὐτὸν ἀκαταγώνιστον ὄντα, καὶ πάντων μέλλοντα κρατεῖν, εἶτα ἀφῆκεν, ἦν μὲν οὐδὲ οὕτως ἄξιον ὑπὲρ τούτων ἀπορεῖν· καὶ γὰρ καὶ τότε παρ' ἡμᾶς ἐγίνετο τὸ κρατεῖν ἐκεῖνον καὶ νικᾶν τοὺς οὐ βιαζομένους, ἀλλ' ἑκόντας ὑποκλινομένους αὐτῷ· πλὴν ἀλλ' ὅμως οὐδὲ τοῦτο ἤρκεσεν ἂν τοῖς βουλομένοις ἀγνωμονεῖν. Εἰ δὲ πολλοὶ μὲν εἰσὶν οἱ περιγενόμενοι τῆς ἐκείνου δυνάμεως ἤδη, πολλοὶ δὲ οἱ περιεσόμενοι πάλιν, τί τοὺς μέλλοντας εὐδοκιμεῖν, καὶ λαμπρὰν ἐπιδείκνυσθαι νίκην, τοσαύτης ἀποστερεῖς τιμῆς; Διὰ τοῦτο γὰρ εἴασεν, ἵνα αὐτὸν καταβάλωσιν οἱ πρότερον ἡττηθέντες ὑπ' αὐτοῦ· ὃ πάσης αὐτῷ κολάσεως μεῖζον, καὶ πρὸς ἐσχάτην κατάκρισιν ἀγαγεῖν ἱκανόν. Ἀλλ' οὐ πάντες αὐτοῦ περιέσονται, φησί. Καὶ τί τοῦτο πρὸς τὸ λεγόμενον; Πολλῷ γὰρ δικαιότερον τοὺς μὲν γενναίους λαμβάνειν ἀφορμὰς, ἐν αἷς τὴν προαίρεσιν ἐπιδείξονται τὴν αὐτῶν, τοὺς δὲ οὐ τοιούτους ἀπὸ τῆς οἰκείας κολάζεσθαι ῥᾳθυμίας, ἢ διὰ τούτους ἐκείνους ἐπηρεάζεσθαι. Νῦν μὲν γὰρ ὁ φαῦλος, κἂν ἀδικῆται, οὐ παρὰ τὸν ἀνταγωνιστὴν, ἀλλὰ παρὰ τὴν αὑτοῦ νωθρείαν κρατούμενος· καὶ τοῦτο δηλοῖ τὸ πλῆθος τῶν νικώντων αὐτόν· τότε δὲ ἂν οἱ σπουδαῖοι διὰ τοὺς φαύλους ἐπηρεάσθησαν, οὐκ ἔχοντες ὅπου τῇ ἀνδρείᾳ χρήσονται δι' ἐκείνους· καὶ ἐγένετο παρόμοιον, ὥσπερ ἂν εἴ τις ἀγωνοθέτης ἀθλητὰς ἔχων δύο, τὸν μὲν καὶ συμπλακῆναι ἕτοιμον τῷ ἀνταγωνιστῇ, καὶ καρτερίαν ἐπιδείξασθαι πολλὴν, καὶ στέφανον ἀναδήσασθαι, τὸν δὲ τῆς ταλαιπωρίας ἐκείνης ἀργίαν προτιμῶντα καὶ τρυφὴν, λαβὼν ἐκ μέσου τὸν ἀνταγωνιστὴν, ἀμφοτέρους ἀπράκτους ἐκπέμψειε παρ' αὐτοῦ. Οὕτω μὲν γὰρ ὁ σπουδαῖος διὰ τὸν φαῦλον ἐπηρεάσθη, ἐκεῖνος δὲ οὐκέτι διὰ τὸν γενναῖον κακὸς, ἀλλὰ διὰ τὴν κακίαν τὴν αὑτοῦ. Καὶ νῦν μὲν δοκεῖ τὸ ζητούμενον αὐτοῖς εἶναι περὶ τοῦ διαβόλου· κατὰ δὲ τὴν ἀκολουθίαν ὁ λόγος οὗτος προϊὼν τὴν αὐτοῦ πολλοῖς ἐγκαλέσει καὶ μέμψεται τὴν πρόνοιαν, καὶ τὴν δημιουργίαν ἅπασαν διαβαλεῖ τοῦ Θεοῦ. Καὶ γὰρ τῆς τοῦ στόματος καὶ τῆς τῶν ὀφθαλμῶν κατηγορήσει διαπλάσεως· διὰ τούτων μὲν γὰρ ἐπιθυμοῦσιν ὧν οὐ δεῖ, καὶ εἰς μοιχείαν ἐμπίπτουσιν οἱ πολλοί· δι' ἐκείνου δὲ βλασφημοῦσι, καὶ τὰ ὀλέθρια τῶν δογμάτων προφέρουσιν ἕτεροι. Ἆρ' οὖν διὰ τοῦτο χωρὶς γλώττης καὶ ὀφθαλμῶν γενέσθαι τοὺς ἀνθρώπους ἐχρῆν; Οὐκοῦν καὶ τοὺς πόδας ἐκκόψομεν, καὶ τὰς χεῖρας ἀποτεμοῦμεν, ἐπειδὴ αὗται μὲν αἱμάτων πλήρεις εἰσὶν, ἐκεῖνοι δὲ εἰς κακίαν τρέχουσι. Ἀλλ' οὐδὲ τὰ ὦτα τὴν ἀπήνειαν τοῦ λόγου τούτου δυνήσεται ἐκφυγεῖν· καὶ γὰρ ἀκοὴν ματαίαν παραδέχεται, καὶ τὴν τῶν δογμάτων φθορὰν παραπέμπει τῇ ψυχῇ· ὥστε καὶ ταῦτα ἀφαιρήσομεν. Εἰ δὲ τοῦτο, καὶ σῖτα, καὶ ποτὰ, καὶ οὐρανὸν, καὶ γῆν, καὶ θάλατταν, καὶ ἥλιον, καὶ φῶς, καὶ σελήνην, καὶ τὸν τῶν ἄστρων χορὸν, καὶ πάντα τῶν ἀλόγων τὰ γένη· ποῦ γὰρ ἔσται χρήσιμα ταῦτα, τοῦ δι' ὃν ἐγένετο πάντα κατακοπέντος οὕτως ἐλεεινῶς; Ὁρᾷς τὸν γέλωτα καὶ τὴν ἀτοπίαν εἰς ἢν ὁ λόγος καταστρέφειν ἀναγκάζεται; Ὁ γὰρ διάβολος ἑαυτῷ κακὸς, οὐχ ἡμῖν· ἡμεῖς γὰρ εἰ βουλοίμεθα καὶ πολλὰ καρπωσόμεθα δι' αὐτοῦ καλὰ, ἄκοντος μὲν καὶ μὴ βουλομένου· τὸ δὲ θαῦμα καὶ ἐν τούτῳ μεῖζον, καὶ τῆς τοῦ Θεοῦ φιλανθρωπίας ἡ ὑπερβολή. Τὸ γὰρ βελτίους γίνεσθαι τοὺς ἀνθρώπους δάκνει μὲν αὐτὸν καὶ αὐτὸ καθ' ἑαυτὸ καὶ λυπεῖ· ὅταν δὲ καὶ δι' αὐτοῦ τοῦτο προξενῆται ἡμῖν, οὐδ' ἐνεγκεῖν δυνήσεται τὴν ἐπήρειαν. Πῶς οὖν προξενεῖται δι' αὐτοῦ; Δεδοικότες αὐτοῦ τὴν ὠμότητα καὶ τὰς συνεχεῖς ἐπιβουλὰς, καὶ τὰς ἐπαλλήλους μηχανὰς, τὸν πολὺν ὕπνον ἀποκρουόμεθα, νήφομεν, μεμνήμεθα τοῦ Κυρίου διαπαντός. Καὶ ὅτι οὐκ ἐμὸς οὗτος ὁ λόγος, ἀλλὰ τοῦ μακαρίου Παύλου, ἄκουσον πῶς διὰ τῶν αὐτῶν σχεδὸν ῥημάτων διεγείρει τοὺς καθεύδοντας τῶν πιστῶν. Τοῖς γὰρ Ἐφεσίοις ἐπιστέλλων οὕτω πώς φησιν· Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις. Ταῦτα δὲ ἔλεγεν, οὐ καταβαλεῖν αὐτοὺς, ἀλλὰ διαναστῆσαι βουλόμενος. Καὶ ὁ Πέτρος δὲ, Νήψατε, φησὶ, γρηγορήσατε, ὅτι ὁ ἀντίδικος ὑμῶν διάβολος ὡς λέων ὠρυόμενος περιπατεῖ, ζητῶν τίνα καταπίῃ· ᾧ ἀντίστητε στερεοὶ τῇ πίστει. Τοῦτο δὲ εἶπε σφοδροτέρους ἐργάσασθαι θέλων, καὶ πεῖσαι πλείονα πρὸς τὸν Θεὸν τὴν οἰκειότητα ἔχειν. Ὁ γὰρ ἐφεστῶτα τὸν ἐχθρὸν ὁρῶν, μᾶλλον προστρέχει καὶ συμπλέκεται τῷ δυναμένῳ βοηθεῖν. Οὕτω που καὶ τὰ παιδία τὰ μικρὰ, ὅταν μὲν ἴδῃ τι τῶν φοβερῶν, εἰς τὸν τῆς μητρὸς καταφεύγοντα κόλπον, καὶ ἐκκρεμασθέντα τῶν ἱματίων ἐκείνης, ἔχεται αὐτῶν ἀσφαλῶς, καὶ πολλῶν ἀνθελκόντων πολλάκις, οὐκ ἀφίσταται· ὅταν δὲ μηδὲν ᾖ τὸ θορυβοῦν, οὐδὲ καλούσης ἐκείνης καὶ ἐφελκομένης ἀνέχεται, ἀλλὰ καὶ καλοῦσαν διαπτύει, καὶ πολλὰ πρὸς τὸ ἐπισπάσασθαι μηχανωμένην ἀποστρέφεται, καὶ τραπέζης κειμένης καταφρονεῖ. Διὰ τοῦτο πολλαὶ τῶν μητέρων ἐπειδὰν μηδὲν ἰσχύσωσι παρακαλοῦσαι, μορμολύκεια καὶ φόβητρα κατασκευάζουσαι, οὕτως αὐτῶν σοφίζονται τὴν ἐπάνοδον, καὶ πείθουσι προσδραμεῖν πάλιν αὐταῖς. Τοῦτο δὲ οὐκ ἐπὶ τῶν παιδίων γίνεται μόνον, ἀλλὰ καὶ ἐφ' ἡμῶν. Ὅταν γὰρ ἡμᾶς ὁ Πονηρὸς φοβῇ καὶ ταράττῃ, τότε σωφρονιζόμεθα, τότε ἑαυτοὺς ἐπιγινώσκομεν, τότε μετὰ πολλῆς τῆς σπουδῆς τῷ Θεῷ προστρέχομεν· εἰ δὲ ἠφανίσθη παρὰ τὴν ἀρχὴν οὗτος καὶ γέγονεν ἐκποδὼν, τάχα οὐδὲ ὑπὲρ τῶν παρελθόντων ἂν ἐπίστευσαν οἱ πολλοί· οἷον ὅτι τὸν ἄνθρωπον ἠπάτησε, καὶ τῶν πολλῶν ἐκείνων ἐξέβαλεν ἀγαθῶν· ἀλλὰ τὸν Θεὸν φθόνῳ καὶ βασκανίᾳ τοῦτο πεποιηκέναι εἶπον ἄν. Ὅπου γὰρ καὶ νῦν εἰσιν οἱ ταῦτα τολμῶντες μετὰ τὴν τοσαύτην ἀπόδειξιν τῆς ἀπάτης αὐτοῦ, εἰ μηδὲ ὅλως πεῖραν ἔλαβον τῆς κακουργίας ἐκείνου, τί οὐκ ἂν εἶπον, τί οὐκ ἂν ἐφθέγξαντο; Ὅλως δὲ εἰ χρὴ μετὰ ἀκριβείας τοῖς γενομένοις προσέχειν, οὐδὲ εἰς ἅπαντα ἡμᾶς ὁ διάβολος ὠθεῖ, ἀλλὰ πολλὰ μὲν καὶ αὐτὸς ἐργάζεται κακὰ, πολλὰ δὲ καὶ ἡμεῖς ἑαυτοῖς ῥᾳθυμίᾳ καὶ καταφρονήσει μόνον. Ποῦ γὰρ, ἵνα πάλιν ἐπὶ τὴν ἀρχὴν ἐπανέλθωμεν, προσεπέλασεν ὁ διάβολος τῷ Κάϊν, καὶ τὸν φόνον πρᾶξαι παρῄνεσε; Τῇ μὲν γὰρ τούτου μητρὶ φαίνεται διαλεγόμενος καὶ τὴν ἀπάτην κατασκευάζων· ἐνταῦθα δὲ οὐκέτι, πλὴν εἴ τις αὐτὸν τοὺς πονηροὺς λογισμοὺς ὑποβεβληκέναι φαίη, καὶ τοῦτο δὲ παρὰ τὸν καταδεξάμενον καὶ πεισθέντα καὶ τὴν ἀρχὴν αὐτῷ παρεσχηκότα τῆς ἐφόδου. Ἀλλ' ὅμως οὐδὲ οὕτως αὐτὸν εἴασεν ὁ Θεὸς, ἀλλ' ἐπέμενε παιδεύων καὶ νουθετῶν, δι' ὧν ἐδόκει κολάζειν αὐτόν. Καὶ τί λέγω τοῦ Κάϊν τὴν τιμωρίαν, ἀνδρὸς ἑνὸς, ὅπου γε καὶ ὁ κατακλυσμὸς, ἔνθα τοσούτων ἀνδρῶν ἀπώλεια δύναιτ' ἂν ἡμῖν ἐμφῆναι τὴν κηδεμονίαν τοῦ Θεοῦ; Πρῶτον μὲν γὰρ οὐχ ἁπλῶς οὐδὲ ἀπροσδοκήτως ἐπήγαγεν ἐκεῖνα τὰ δεινὰ, ἀλλὰ καὶ προεῖπε, καὶ οὐ πρὸ χρόνου βραχέος, ἀλλὰ καὶ πρὸ εἴκοσι ἐτῶν καὶ ἑκατόν. Ἔπειτα, ἵνα μὴ διὰ τὸ μῆκος τῆς προῤῥήσεως εἰς λήθην ἐμπέσωσι καὶ ῥᾳθυμίαν, παρεσκεύασε τὴν κιβωτὸν τεκταίνεσθαι κατ' ὀφθαλμοὺς ἐκείνων αὐτῶν, πάσης φωνῆς λαμπρότερον βοῶσαν τοῦ Θεοῦ τὴν ἀπειλήν. Ὁ μὲν γὰρ Κάϊν ἐξέπεσεν ἤδη τῆς τῶν ἀνθρώπων διανοίας, ἐκείνη δὲ πρὸ τῶν ὄψεων αὐτῶν κειμένη, συνεχῶς τῶν ἀπειληθέντων τὴν μνήμην διήγειρεν. Ἀλλ' οὐδὲ οὕτως ἐσωφρονίσθησαν, ἀλλ' ἐπέμενον προκαλούμενοι καὶ ἕλκοντες καθ' ἑαυτῶν τὰ κακά. Ὁ γὰρ Θεὸς οὔτε ἀπειλῆσαι κατακλυσμὸν οὔτε ἐπαγαγεῖν ἠθέλησεν, ὥσπερ οὐδὲ τὴν γέενναν αὐτὴν, ἀλλὰ πάντων ἡμεῖς αἴτιοι τούτων· ὅπερ καὶ σοφώτατός τις συνιδὼν ἔλεγεν ὅτι, Ὁ Θεὸς θάνατον οὐκ ἐποίησεν, οὐδὲ τέρπεται ἐπ' ἀπωλείᾳ ζώντων. Καὶ αὐτὸς δὲ διὰ τοῦ προφήτου οὕτω φησί· Μὴ γὰρ θελήσω τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῇν αὐτόν. Ὅταν δὲ μὴ ἐπιστραφῶμεν, τὴν ἀπώλειαν καὶ τὸν θάνατον ἡμεῖς καθ' ἑαυτῶν ἐπάγομεν, οὐχ ὁ μὴ βουλόμενος ἡμᾶς ἀπολέσθαι Θεὸς, καὶ τὴν τοῦ διαβόλου φυγεῖν ὁδὸν ὑποδεικνύς. Ἆρ' οὖν τοῦτο μόνον ἔχομεν εἰπεῖν ὑπὲρ τοῦ κατακλυσμοῦ, κέρδος δὲ οὐδὲν εὑρήσομεν ἐξ αὐτοῦ γεγονός; Ἀλλ' οὐδὲ ἔστιν εἰπεῖν ὅσον καὶ τοῖς τετελευτηκόσιν αὐτοῖς καὶ τοῖς μετ' ἐκείνους γεγενημένοις ὑπῆρξεν. Ἐκεῖνοι μὲν γὰρ περαιτέρω προελθεῖν τῆς κακίας ἐκωλύθησαν· οἱ δὲ μετ' ἐκείνους ἐκείνων μειζόνως ἐκέρδανον, τῆς ζύμης, ὡς ἄν τις εἴποι, καὶ τῆς ὑποθέσεως τῶν κακῶν. ἀφανισθείσης ἐκ μέσου μετὰ τῶν τολμησάντων αὐτῶν. Εἰ γὰρ καὶ χωρὶς παραδείγματος εὐκόλως δύναιντ' ἂν εὑρεῖν οἱ ἄνθρωποι τὰ κακὰ, τί οὐκ ἂν ἔπραξαν πολλῶν ὄντων τῶν παρακαλούντων αὐτοὺς ἐπὶ τὰς πράξεις τὰς πονηράς; Ὅπερ ἵνα μὴ γένηται, μηδὲ τοσούτους διδασκάλους οἱ μετὰ ταῦτα φαυλότητος ἔχωσι, πάντας αὐτοὺς ἄρδην ἀπώλεσεν.