Ancient Greek
ΤΟΥ ΑΥΤΟΥ ΠΡΟΣ ΣΤΑΓΕΙΡΙΟΝ ΠΕΡΙ ΑΘΥΜΙΑΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad Stagirium a daemone vexatum (lib. 1-3) Section δ.1-3
Not analysed yet
Πολλοῦ δὴ τότε πένθους αὐτὸν καὶ τὸ στρατόπεδον ἔχοντος, ἑτέρα πάλιν ἀγωνία προσετίθετο. Οὐκ ἔτι γὰρ αὐτοῖς στρατηγήσειν, ἀλλ' ἐγκαταλείψειν αὐτὸν, καὶ ἀγγέλῳ παραδώσειν τὴν προστασίαν αὐτῶν ἠπείλησεν ὁ Θεὸς, ὃ πάντων ἀφορητότερον ἦν τῷ Μωσῇ. Ἄκουσον γοῦν οἷά φησι πρὸς τὸν Θεόν· Εἰ μὴ σὺ αὐτὸς συμπορεύῃ μοι, μὴ ἀναγάγῃς με ἐντεῦθεν. Ὁρᾷς πῶς φόβοι φόβους, καὶ λῦπαι διεδέχοντο λύπας; Καὶ οὐδὲ μέχρι τούτων ἵστατο τὸ δεινόν· ἀλλ' ἐπειδὴ καὶ τοῦτο ἔπεισε τὸν Θεὸν, καὶ ἐπένευσεν ὁ φιλάνθρωπος, καὶ τὴν χάριν ἔδωκε, πάλιν ἑτέραις αὐτὸν περιέβαλλον ὀδύναις, τὸν ἵλεων γενόμενον παροξύνοντες, καὶ ταῖς ἐσχάταις ἑαυτοὺς περιπείροντες συμφοραῖς. Μετὰ γὰρ τὴν σφαγὴν τὴν πολυδάκρυτον οὕτω προσέκρουσαν πάλιν, ὡς ἐκκαλέσασθαι καθ' ἑαυτῶν τὸν ἐμπρησμὸν ἐκεῖνον, ὃς μικροῦ πάντας ἀνήλωσεν ἂν, εἰ μὴ καὶ οὕτω πολλῇ περὶ αὐτοὺς φιλανθρωπίᾳ ἐχρήσατο. Τῷ δὲ Μωϋσῇ διπλῆν ἐν ἅπασι τὴν ἀθυμίαν εἶναι συνέβαινε, τῷ τε ἐκείνους ἀπόλλυσθαι, καὶ τῷ τοὺς ὑπολειπομένους ἀδιορθώτους μένειν καὶ μηδὲν ἐκ τῆς ἐκείνων κερδαίνειν συμφορᾶς. Οὔπω γὰρ τέλος εἶχεν ἐκεῖνος ὁ θάνατος, καὶ οἱ περιλειφθέντες τῶν κρομμύων ἐμέμνηντο, καὶ τοῖς παροῦσιν ἐδυσχέραινον λέγοντες· Τίς ἡμᾶς ψωμιεῖ κρέας; Ἐμνήσθημεν γὰρ τοὺς ἰχθύας, οὓς ἠσθίομεν ἐν Αἰγύπτῳ, καὶ τοὺς σικυοὺς καὶ τοὺς πέπονας καὶ τὰ πράσα καὶ τὰ κρόμμυα καὶ τὰ σκόροδα. Νῦν δὲ ἡ ψυχὴ ἡμῶν κατάξηρος, οὐδὲν πλὴν εἰς τὸ μάννα οἱ ὀφθαλμοὶ ἡμῶν. Ἔνθα μηκέτι φέρων τὴν ἀγνωμοσύνην αὐτῶν ὁ Μωϋσῆς, παραιτεῖται τὴν προστασίαν νικηθεὶς ὑπὸ τῆς ἀθυμίας, καὶ θάνατον εὔχεται ἀντὶ τῆς πικρᾶς ἐκείνης ζωῆς. Ἐπάκουσον δὴ καὶ τῶν ῥημάτων αὐτῶν· Καὶ εἶπε Μωϋσῆς, φησὶ, πρὸς τὸν Θεόν· Ἱνατί ἐκάκωσας τὸν θεράποντά σου, καὶ διὰ τί οὐχ εὕρηκα χάριν ἐναντίον σοῦ, ἐπιθεῖναι τὴν ὁρμὴν τοῦ λαοῦ τούτου ἐπ' ἐμέ; Μὴ ἐγὼ ἐν γαστρὶ ἔλαβον πάντα τὸν λαὸν τοῦτον ἢ ἐγὼ ἔτεκον αὐτὸν, ὅτι λέγεις μοι, Λάβε αὐτὸν εἰς τὸν κόλπον σου, ὡσεὶ ἄραι τιθηνὸς τὸν θηλάζοντα, εἰς τὴν γῆν ἣν ὤμοσα τοῖς πατράσιν αὐτῶν; Πόθεν μοι κρέα δοῦναι παντὶ τῷ λαῷ τούτῳ, ὅτι κλαίουσιν ἐπ' ἐμοὶ λέγοντες, Δὸς ἡμῖν κρέα, ἵνα φάγωμεν; Οὐ δυνήσομαι ἐγὼ μόνος φέρειν τὸν λαὸν τοῦτον, ὅτι βαρύτερόν μοι ἐστὶ τὸ ῥῆμα τοῦτο· εἰ δὲ οὕτως οὐ ποιεῖς μοι, ἀπόκτεινόν με ἀναιρέσει, εἰ εὕρηκα χάριν ἐναντίον σου. Ταῦτα ἐκεῖνος ἐφθέγξατο ὁ εἰπὼν, Καὶ νῦν, εἰ μὲν ἀφῇς αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες· εἰ δὲ μὴ, ἐξάλειψόν με ἐκ τῆς βίβλου ἧς ἔγραψας. Οὕτως αὐτὸν ἡ ἀθυμία περιέτρεψεν. Ὅπερ πάσχουσι καὶ γονεῖς πολλάκις δυσανασχετοῦντες τοῖς γινομένοις ὑπὸ τῶν παιδίων. Ὅτι γὰρ καὶ μετὰ τὰ ῥήματα ταῦτα οὐκ ἐπαύσατο τῆς συμπαθείας τῆς πρὸς αὐτοὺς, ἐξ ὧν μετὰ ταῦτα ἐποίησε, δῆλον ἡμῖν. Ἐπειδὴ γὰρ μετὰ τὸ τοὺς κατασκόπους ἀνελεῖν ἐπεχείρουν, καὶ λίθοις αὐτὸν ἔβαλλον, διαφυγὼν τὰς χεῖρας αὐτῶν ἐπὶ τὴν ὑπὲρ αὐτῶν εὐχὴν πάλιν ἐτρέπετο, καὶ τὸν Θεὸν παρεκάλει ἵλεων γενέσθαι τοῖς βουλομένοις αὐτὸν ἀνελεῖν· οὕτω καὶ τῆς φυσικῆς φιλοστοργίας σφοδρότερον αὐτῷ τὸ φίλτρον ἐνέκειτο. Τῶν τοίνυν κατασκόπων ἀποθανόντων, καὶ τοῦ πένθους ἀκμάζοντος, οὐδέπω παρελθόντος χρόνου, πάλιν ἑτέρας ἔπλεκον ἀθυμίας ὑποθέσεις αὐτῷ, πρῶτον μὲν οὐκ ἀνασχόμενοι κωλύοντος πολεμεῖν, δεύτερον δὲ κατακοπέντες ὑπὸ τῶν Ἀμαληκιτῶν· ἦσαν δὲ καὶ πρὸ τοῦ πολέμου τούτου τῇ χολέρᾳ καὶ τῇ γαστριμαργίᾳ δαπανηθέντες ἱκανῶς. Καὶ γὰρ ἀπέκτεινε, φησὶν, ἐν τοῖς πλείοσιν αὐτῶν, ἔτι τῆς βρώσεως οὔσης ἐν τῷ στόματι αὐτῶν. Θεασάμενος δὲ καὶ τὸν θάνατον ἐκεῖνον τὸν πολὺν, οὔπω τῆς ἀθυμίας τῆς ἐπὶ τούτῳ πεπαυμένης, ἑτέρῳ πάλιν ἐβάλλετο πένθει, καὶ εἰς τοιαύτην ἀνάγκην καθίστατο, ὡς τοὺς ἀγαπητοὺς καὶ φιλτάτους τούτους εὔξασθαι ξένῳ τινὶ καὶ παραδόξῳ θανάτῳ καταλῦσαι τὸν βίον· οὕτως οἱ μὲν πυρὸς ἁφθέντος ἐξαίφνης ἐκαύθησαν, οἱ δὲ γενομένου χάσματος κατεπόθησαν· καὶ οὔτε εὐαρίθμητοί τινες, ἀλλὰ πεντεκαίδεκα χιλιάδων ἀνδρῶν πλείους οἱ ταῦτα παθόντες ἦσαν. Τούτου δὲ γενομένου, πῶς τοὺς ἐκείνων συγγενεῖς, πῶς τοὺς φίλους πρὸς τὸν Μωσέα διακεῖσθαι εἰκὸς ἦν; πῶς δὲ αὐτὸν τὸν Μωσῆν, ὁρῶντα καὶ παῖδας ὀρφανοὺς καὶ γυναῖκας χήρας ἀπὸ ταύτης γενομένας τῆς συμφορᾶς, καὶ τὴν ἀδελφὴν καὶ τὸν ἀδελφὸν τελευτήσαντας, καὶ τοὺς υἱοὺς τοὺς ἐκείνου καυθέντας ὑπὲρ παρανομίας τινός· Τούτων δὲ ἕκαστον ἱκανὸν καὶ μηδὲν πεπονθυῖαν θλῖψαι ψυχὴν, μήτι γε τοσούτοις ἤδη κατεργασθεῖσαν κακοῖς. Ὡς δὲ τὸν Χαναναῖον εἷλον, καὶ μακρὰν ἐκύκλουν ὁδὸν, πάλιν ἐγόγγυζον οἱ Ἰουδαῖοι, καὶ πάλιν ἀπώλλυντο, νόσῳ μὲν οὐκ ἔτι καθάπερ καὶ πρώην, οὐδὲ πυρὶ καὶ χάσματι καθάπερ καὶ πρότερον, ἰοβόλων δὲ δήγμασιν ὄφεων, οἳ πάντας ἂν αὐτοὺς ἀπώλεσαν, εἰ μὴ πάλιν ὁ Μωσῆς προσελθὼν ἱκέτευσε τὸν Θεόν. Ἐπειδὴ δὲ καὶ ταύτης ἀπηλλάγησαν τῆς φθορᾶς καὶ τὰς ἀρὰς τοῦ μάντεως ἐξέφυγον, πάλιν ἑαυτοὺς ἔῤῥιψαν κατὰ τῶν χαλεπωτάτων κρημνῶν, καὶ μετὰ τὰς εὐλογίας τοῦ Βαλαὰμ, μᾶλλον δὲ τοῦ Θεοῦ (οὐ γὰρ τῆς ἐκείνου προαιρέσεως ἦν τὰ ῥήματα, ἀλλὰ τῆς κινούσης αὐτὸν δυνάμεως), ἐπόρνευσαν εἰς τὰς τῶν ἀλλοφύλων θυγατέρας, καὶ ἐτελέσθησαν τῷ Βεελφεγώρ. Ὁ δὲ Μωσῆς τὴν τοσαύτην ὁρῶν αἰσχύνην καὶ τὸν γέλωτα, πάλιν αὐτοὺς ἀλλήλους κατακόπτειν ἐκέλευσε λέγων· Ἀποκτείνατε ἕκαστος τὸν πλησίον αὐτοῦ τὸν τετελεσμένον τῷ Βεελφεγώρ· καθάπερ ἐπί τινος τραύματος πολλὰς μὲν λαβόντος τομὰς καὶ καύσεις, οὐδὲν δὲ ἄμεινον ταύτῃ διατεθέντος, κελεύοι τις πάλιν τέμνειν καὶ καίειν τὸ περιλειφθέν. Σὺ δὲ ταύτας ἀκούων τὰς δυσκολίας, μὴ ταύτας μόνον συμβεβηκέναι νόμιζε, καίτοι καὶ τῶν κειμένων οὐκ ὀλίγας παρέλιπον, τοὺς πολέμους, τὰς τῶν ἐχθρῶν ἐναντιώσεις, τὰς μακρὰς ὁδοιπορίας, τῆς ἀδελφῆς τὴν ὕβριν, τὴν τιμωρίαν, ἐφ' ᾗ μᾶλλον ἐκεῖνος ὁ πραότατος ἤλγησε Μωσῆς. Ἀλλ' ὅμως κἂν ἅπαντά τις συναγάγῃ μετὰ ἀκριβείας, οὐδὲ μυριοστὸν μέρος τὰ γεγραμμένα τῶν γεγενημένων ἐστίν. Εἰ γὰρ οἰκετῶν τις ὀλίγων ἐν οἰκίᾳ προεστὼς, καὶ παροξυσμῶν καὶ λύπης μυρίας ἔχει προφάσεις· ὁ μυριάδων τοσούτων ἐν τεσσαράκοντα ἔτεσιν ἐπιτροπεῦσαι καταναγκασθεὶς, καὶ ἐν ἐρήμῳ, ἔνθα μήτε ἀὴρ μήτε ὕδωρ ἦν, πόσα πράγματα καθ' ἑκάστην ἡμέραν ἔχειν ἠναγκάζετο, πόσας φροντίδας, πόσας ἀθυμίας καὶ ζώντων καὶ τελευτησάντων. Καὶ γὰρ καὶ τελευτήσαντας ἅπαντας εἶδεν οὓς ἐξήγαγε, πλὴν ἀνδρῶν δύο μόνων, καὶ τοὺς ἀπ' ἐκείνων γεγενημένους οὐκ ἠξιώθη εἰς τὴν γῆν τῆς ἐπαγγελίας εἰσαγαγεῖν· ἀλλ' εἶδε μὲν αὐτὴν ἀπὸ τῆς κορυφῆς τοῦ ὄρους Ναβαῦ, καὶ τὴν φύσιν αὐτῆς ἐδιδάχθη καλῶς, ἀπολαῦσαι δὲ αὐτῆς οὐ συνεχωρήθη μετὰ τῶν λοιπῶν Ἰσραηλιτῶν, ἀλλ' ἔμενεν ἔξω, καὶ ἀπέθνησκεν· ἐφ' ᾧ καὶ αὐτὸς ἀπωδύρατο πρὸς τοὺς Ἰσραηλίτας λέγων· Καὶ Κύριος ὁ Θεὸς ἐθυμώθη μοι περὶ τῶν λεγομένων ὑφ' ὑμῶν, καὶ ὤμοσεν ἵνα μὴ διαβῶ τὸν Ἰορδάνην τοῦτον, καὶ ἵνα μὴ εἰσέλθω εἰς τὴν γῆν, ἣν Κύριος ὁ Θεὸς δίδωσί σοι ἐν κλήρῳ. Ἐγὼ γὰρ ἀποθνήσκω ἐν τῇ γῇ ταύτῃ, καὶ οὐ διαβαίνω τὸν Ἰορδάνην τοῦτον· ὑμεῖς δὲ διαβήσεσθε, καὶ κληρονομήσετε τὴν γῆν τὴν ἀγαθὴν ταύτην. Καὶ τὸ δὴ πάντων δεινότερον, ὅτι μετὰ λύπης αὐτὸν εἰς ᾅδου κατήγαγε· τὰ γὰρ μέλλοντα τοὺς Ἰουδαίους διαδέξασθαι προέμαθε κακὰ, τὴν εἰδωλολατρείαν, τὴν αἰχμαλωσίαν, τὰς ἀφάτους συμφορὰς, ὡς μηκέτι μόνον αὐτὸν οἷς ἑώρα καὶ τοῖς γεγενημένοις, ἀλλὰ καὶ τοῖς μηδέπω συμβεβηκόσι κατατρύχεσθαι τὴν ψυχήν. Ἀπὸ γὰρ πρώτης ἡλικίας ἀρξάμενος ὀδυνᾶσθαι καὶ ἀδημονεῖν μετὰ τῆς αὐτῆς ἀθυμίας τὸν βίον κατέλυσεν.