# Ad Stagirium a daemone vexatum (lib. 1-3) Section ε.1-2

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad Stagirium a daemone vexatum (lib. 1-3), ΤΟΥ ΑΥΤΟΥ ΠΡΟΣ ΣΤΑΓΕΙΡΙΟΝ ΚΑΙ ΟΤΙ Η ΑΘΥΜΙΑ ΧΑΛΕΠΩΤΕΡΑ ΚΑΙ ΔΑΙΜΟΝΟΣ ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/ad-stagirium-a-daemone-vexatum-lib-1-3/Section%20%CE%B5.1-2

Ἀλλὰ μέχρι τίνος ἀπὸ λογισμῶν ταῦτα ἐξετάζομεν, ἐξὸν ἐπὶ τοὺς μακαρίους καὶ γενναίους ἀθλητὰς καταφυγεῖν τοὺς ἐπὶ τῶν προτέρων γεγενημένους χρόνων; Ἐξέτασον γὰρ ἅπαντας τοὺς τότε ὀνομαστοὺς, καὶ πάντας, ἀπὸ τῶν θλίψεων ὄψει παῤῥησίαν ἐσχηκότας πρὸς τὸν Θεόν. Καὶ εἰ βούλει γε, ἐπὶ τὸν τοῦ πρωτοπλάστου πρῶτον ἔλθωμεν παῖδα, τὸ ἀρνίον τοῦ Χριστοῦ, τὸν Ἄβελ, τὸν ἠδικηκότα μὲν οὐδὲν, τὰ δὲ τῶν δεινότατα εἰργασμένων ὑπομείναντα. Ἡμεῖς μὲν γὰρ ἁμαρτιῶν τίνομεν δίκας τοὺς πειρασμούς· ὁ δὲ δίκαιος ἐκεῖνος δι' οὐδὲν ἕτερον ἐκολάζετο, ἀλλ' ἢ ὅτι δίκαιος ἦν. Καὶ ἕως μὲν οὐδὲν μέγα ἐπεδείκνυτο, ἐπεγίνωσκεν αὐτὸν ὁ ἀδελφός· ἐπειδὴ δὲ ἀπὸ τῆς θυσίας διέλαμψε, καὶ τὴν φύσιν αὐτὴν ἠγνόησεν ὑπὸ τοῦ φθόνου πηρωθείς. Πόθεν οὖν οἶδας εἰ καὶ νῦν ἡ αὐτὴ αἰτία τὸν διάβολον ἤγειρε, καὶ τοῦ βίου σου τὸ λαμπρὸν πρὸς τὴν μάχην αὐτὸν ταύτην ἐξεκαλέσατο; Εἰ δὲ γελᾷς ταῦτά μου τὰ ῥήματα, ἐπαινῶ μέν σε τῆς ταπεινοφροσύνης, οὐ μὴν τοῦ οὕτω διακεῖσθαι παύσομαι. Εἰ γὰρ στέαρ προσενεγκὼν οὕτως εὐδοκίμησεν ἐκεῖνος, ὁ μηδὲν τῶν ἔξωθεν, ἀλλ' ὅλον ἑαυτὸν ἀναθεὶς τῷ Θεῷ, πολλῷ μᾶλλον ἂν παρώξυνε καθ' ἑαυτοῦ τὸν ἐχθρόν. Ὁ δὲ Θεὸς συνεχώρησεν αὐτὸν ἐπελθεῖν· οὐδὲ γὰρ τότε τὸν φόνον γενέσθαι ἐκώλυσεν, ἀλλ' ἀφῆκεν εἰς τὰς τοῦ μιαιφόνου χεῖρας τὸν δίκαιον ἐμπεσεῖν, καὶ οὐκ ἐξήρπασε τὸν δι' αὐτὸν καὶ τὴν εἰς αὐτὸν ἀναιρούμενον τιμήν· οὐδὲ γὰρ ἐβούλετο ἐλαττωθῆναι τοὺς στεφάνους αὐτῷ· διὰ τοῦτο μέχρι τέλους ἀφῆκε δραμεῖν αὐτόν. Καὶ ποία κόλασις ὁ θάνατος; φησίν. Εἴθε μὲν οὖν κἀγὼ ταύτην τὴν τιμωρίαν ὑπέμεινα νῦν. Ταῦτα λέγεις, ἀγαπητὲ, νῦν, πρότερον δὲ πάντων τὸ πρᾶγμα ἐδόκει εἶναι χαλεπώτατον, καὶ πάσης τιμωρίας ἐλεεινότερον. Διὸ καὶ ἐν τῷ νόμῳ Μωσέως οἱ τὰ μέγιστα ἠδικηκότες καὶ συγγνώμης μείζονα, ταύτην ὑπεῖχον τὴν κόλασιν. Καὶ παρὰ τοῖς ἔξωθεν νομοθέταις ἔτι καὶ νῦν οὐδαμῶς ἑτέρως κολάζονται πάντες, ὅσοιπερ ἂν ἐπὶ τοῖς αἰσχίστοις ἁλῶσι κακοῖς· ἀλλ' ὅμως τὰ αὐτὰ τοῖς παρανόμοις ὁ δίκαιος ἔπασχε, μᾶλλον δὲ καὶ πολλῷ χαλεπώτερα, ὅσῳ καὶ παρὰ ἀδελφικῆς δεξιᾶς ἐδέχετο τὴν πληγήν. Τί δὲ ὁ Νῶε; Καὶ γὰρ καὶ οὗτος δίκαιος καὶ τέλειος ἦν, καὶ πάντων διεφθαρμένων μόνος εὐηρέστησε τῷ Θεῷ, πάντων τῶν ἄλλων προσκεκρουκότων αὐτῷ. Μυρίας μὲν οὖν θλίψεις ὑπέμεινε πολλὰς καὶ κακάς. Οὐ γὰρ ἀπέθανεν οὗτος εὐθέως καθάπερ ἐκεῖνος, οὐδὲ ἔπαθε τοῦτο, ὃ κοῦφον εἶναί σοι φαίνεται, ἀλλὰ μακρᾶς ἠνείχετο ζωῆς, ἐν τοῖς τοσούτοις ἔτεσι τῶν ἀχθοφορούντων καὶ βαρυτάτῳ φορτίῳ πιεζομένων διαπαντὸς οὐδὲν ἄμεινον διακείμενος. Καὶ τοῦτο αὐτίκα μάλα ποιήσω σοι φανερὸν, πρότερον ἐκεῖνο εἰπών. Ἐνιαυτὸν ὅλον οὗτος δεσμωτήριον ᾤκησε, δεσμωτήριον ξένον καὶ φοβερόν. Ἵνα γὰρ τὸ πλῆθος ἀφῶ τῶν θηρίων καὶ τῶν ἑρπετῶν, οἷς τοσοῦτον συνέζησε χρόνον εἰς τοιαύτην ἀπειλημμένος στενοχωρίαν, τί οἴει πάσχειν αὐτὸν ὑπὸ τοῦ πατάγου τῶν βροντῶν, ὑπὸ τοῦ ψόφου τῶν ὑετῶν; Ἄβυσσος ἡ μὲν κάτωθεν ἀνεῤῥήγνυτο, ἡ δὲ ἄνωθεν κατεφέρετο· ὁ δὲ ἔνδον ἐκάθητο μόνος μετὰ τῶν υἱῶν. Εἰ γὰρ καὶ ὑπὲρ τοῦ τέλους εἶχε θαῤῥεῖν, ἀλλὰ τῇ τῶν γινομένων σφοδρότητι προαποτεθνήκει τῷ δέει. Ὅπου γὰρ ἡμεῖς οἰκίας ἔχοντες ἡδρασμένας ἐπὶ τῆς γῆς, καὶ πόλεις οἰκοῦντες, ὅμως ὅταν ἴδωμεν κατενεχθέντα σφοδρότερον ὀλίγον τοῦ συνήθους ὑετὸν, καταπίπτομεν καὶ συστελλόμεθα, τί οὐκ ἂν ἐκεῖνος ἔπαθε μόνος ἔνδον ὢν, καὶ τὴν φρικωδεστάτην ἐκείνην ἄβυσσον ἐννοῶν καὶ τῶν ἀποπνιγέντων τὰ διάφορα γένη; Ἱκανὸν μὲν οὖν ἐκπλῆξαι ψυχὴν καὶ τὸ πόλιν μίαν ἢ καὶ οἰκίαν μόνην ἐπικλυσθεῖσαν καλυφθῆναι τοῖς κύμασι, τὸ δὲ τὴν οἰκουμένην πᾶσαν τοῦτο παθεῖν, οὐδὲ ἔστιν εἰπεῖν, πῶς ἂν διέθηκε τὸν ἐν μέσῳ τῷ κλυδωνίῳ περιφερόμενον. Τὸν μὲν οὖν ἐνιαυτὸν ἐκεῖνον τοσούτῳ συνείχετο δέει. Ἐπειδὴ δέ ποτε ὁ κατακλυσμὸς ἐπαύσατο, ὁ μὲν φόβος ἐνεδίδου λοιπὸν, ἐπετείνετο δὲ τὰ τῆς ἀθυμίας αὐτῷ, καὶ τῆς κιβωτοῦ προκύψαντα χειμὼν ἕτερος διεδέχετο τοῦ προτέρου οὐχ ἥττων. τὴν πολλὴν ἐρημίαν ὁρῶντα, καὶ τὸν βίαιον θάνατον ἐκεῖνον, καὶ τῶν ἀναιρεθέντων τὰ σώματα τῇ ἰλύϊ πεφυρμένα καὶ τῷ πηλῷ, καὶ πάντας ὁμοῦ ἀνθρώπους τε καὶ ὄνους καὶ τὰ τούτων ἀτιμότερα γένη μιᾷ τῇ ἐλεεινοτάτῃ καταχωσθέντα ταφῇ. Εἰ γὰρ καὶ σφόδρα ἁμαρτωλοὶ οἱ ταῦτα πεπονθότες ἦσαν, ἀλλ' ὅμως ἄνθρωπος ἦν ὁ Νῶε, καὶ ἔπασχέ τι πρὸς τὸ ὁμόφυλον. Καὶ γὰρ ὁ Ἰεζεκιὴλ δίκαιος ὢν, καὶ τοὺς Ἰσραηλίτας μάλιστα πάντων πονηροτάτους εἰδὼς, ὅτε κατασφαττομένους εἶδε καὶ καταπίπτοντας, τοῦτο τὸ κοινὸν ἔπαθε καὶ ἐδάκρυσε· καίτοι διὰ τοῦτο προλαβὼν ὁ Θεὸς ἅπασαν αὐτῷ τὴν ἀσέβειαν αὐτῶν ἐξεκάλυψε, καὶ αὐτοῖς ὀφθαλμοῖς αὐτὴν ἐποπτεῦσαι παρεσκεύασεν, ἵν' ὅταν αὐτοὺς κολαζομένους ἴδῃ, γενναίως ἐνέγκῃ τὴν συμφοράν. Ἀλλ' ὅμως καὶ τοσαύτης παραμυθίας προπαρασκευασθείσης αὐτῷ, καὶ οὕτως ἠλέγχετο, καὶ πεσὼν ἐβόα λέγων· Οἴμοι, Κύριε, ἐξαλείφεις σὺ τὸ κατάλοιπον τοῦ Ἰσραήλ; Οὐχ ἅπαξ δὲ τοῦτο ἔπαθε μόνον, ἀλλὰ καὶ πάλιν ὅτε τὸν Ἰεχονίαν εἶδεν ἀναιρούμενον. Ὥστε καὶ ὁ Νῶε εἰ καὶ μυρία αὐτοῖς συνῄδει κακὰ, οὐκ ἦν οὔτε τούτου, οὔτε τοῦ Μωσέως ἀνδρειότερος. Καὶ γὰρ καὶ ἐκεῖνος τὰ αὐτὰ τῷ προφήτῃ πολλάκις ἔπαθε, καὶ ἁμαρτάνοντας ὁρῶν, ὅτε τιμωρεῖσθαι ἔδει, ἤλγει, καὶ μᾶλλον ὠδυνᾶτο τῶν κολαζομένων αὐτῶν. Ἐπὶ δὲ τοῦ Νῶε καὶ ἡ συμφορὰ χαλεπωτέρα ἦν· μόνος γὰρ ἐκεῖνος τοιοῦτος ἐγένετο θάνατος. Τοσούτοις τοίνυν συνεχομένῳ κακοῖς, τῇ μονώσει, τῇ πρὸς τὸ ὁμόφυλον συμπαθείᾳ, τῷ πλήθει τῶν ἀπολωλότων, τῷ τρόπῳ τῆς τελευτῆς, τῇ τῆς γῆς ἐρημίᾳ, καὶ πάντοθεν αὐτῷ τῆς ἀθυμίας αἰρομένης καὶ ἀκμαζούσης σφοδρῶς, ἐπιτίθεται εὐθέως καὶ ἡ τοῦ παιδὸς ὕβρις, πρᾶγμα ἀφόρητον, καὶ πολλῆς μὲν αἰσχύνης, πολλῆς δὲ γέμον ὀδύνης. Ὅσῳ γὰρ τῶν ὑπὸ τῶν ἐχθρῶν τὰ παρὰ τῶν φίλων ὀνείδη βαρύτερα, τοσούτῳ τούτων αὐτῶν τὰ παρὰ τῶν παίδων ἔτι μᾶλλον ἀφορητότερα. Ὅταν γὰρ ὃν ἐγέννησεν, ὃν ἔθρεψεν, ὃν ἐπαίδευσεν, ὑπὲρ οὗ πολλοὺς μόχθους καὶ πόνους καὶ φροντίδας ἠνέσχετο, τοῦτον ἁπάντων ὑβριστικώτερον αὐτῷ κεχρημένον ἴδῃ, οὐδὲ ἐνεγκεῖν τὸ πολὺ πένθος δυνήσεται τῆς ψυχῆς ὁ τοῦτο παθών. Ἡ γὰρ ὕβρις τοῖς ἐλευθέροις καὶ καθ' ἑαυτὴν μὲν ἔστιν ἀφόρητος, ὅταν δὲ καὶ παρὰ τῶν παίδων γίνηται, κἂν εἰς ἔκστασιν ἀγάγοι τὸν πάσχοντα· οὕτω βαρυτάτη ἐστίν. Σὺ δέ μοι μὴ μόνον ἐκεῖνο τὸ τόλμημα ἐννόει, ἀλλὰ καὶ ἀπὸ τούτου μάνθανε, πῶς αὐτῷ καὶ τὸν ἔμπροσθεν χρόνον ἅπαντα ἐχρῆτο οὗτος ὁ ὑβριστής. Ὁ γὰρ ἐν χερσὶν ἔτι τὸν φόβον τῶν γεγενημένων ἔχων, καὶ ἄρτι τῆς εἱρκτῆς ἐκείνης ἀπαλλαγεὶς, καὶ τῆς οἰκουμένης τὰς συμφορὰς ἔτι θεωρῶν, καὶ μηδὲ οὕτω σωφρονισθεὶς, ἀλλ' ὑβρίσας εἰς ὃν ἥκιστα πάντων ἐχρῆν, καὶ μηδὲ τῷ θανάτῳ τῶν πολλῶν, μηδὲ τῇ ἐρημίᾳ, μηδὲ τῇ ὀργῇ τοῦ Θεοῦ, μηδὲ ἄλλῳ τινὶ τῶν τότε συμβεβηκότων βελτίων γενόμενος, τίς ἦν πρὸ τοῦ κατακλυσμοῦ, ὅτε καὶ πολλοὺς εἶχε τοὺς παρακαλοῦντας ἐπὶ τὴν κακίαν αὐτόν; Τότε γὰρ, τότε χαλεπώτερον κλυδώνιον ὑπέμεινεν ὁ δίκαιος ἐκεῖνος τοῦ μετὰ ταῦτα ἐπὶ τοῦ κατακλυσμοῦ γενομένου καὶ διὰ τοῦτον, καὶ διὰ τοὺς ἄλλους ἅπαντας. Ἐπὶ μὲν γὰρ τοῦ κατακλυσμοῦ πλῆθος ὑδάτων αὐτὸν περιεῖχε μόνον, πρὸ δὲ τούτου κακίας ἀβύσσῳ πάντοθεν συνείχετο, καὶ τῶν κυμάτων αὐτῷ σφοδρότερον αἱ τῶν πονηρῶν ἀνδρῶν ἐπιβουλαὶ προσεῤῥήγνυντο. Μόνος γὰρ εἰς τοσοῦτον πλῆθος ἀπολειφθεὶς ἀνδρῶν παρανόμων καὶ μιαρῶν, εἰ καὶ μηδὲν ἔπασχε δεινὸν, ἀλλ' ὅμως πολὺν τὸν γέλωτα καὶ πολλὰ τὰ σκώμματα ἔφερεν, εἰ καὶ μὴ πρότερον, ἀλλ' ὅτε περὶ τῆς κιβωτοῦ καὶ τῶν μελλουσῶν αὐτοῖς διελέγετο συμφορῶν. Τοῦτο δὲ ὅσην ἔχει δύναμιν πρὸς τὸ ταράξαι ψυχὴν, μαρτυρήσειεν ἂν ἡμῖν ὁ ἐκ κοιλίας ἁγιασθεὶς, ὁ διὰ τοῦτο καὶ τῆς προφητείας μέλλων ἀφίστασθαι. Εἶπον γὰρ, φησὶν, Οὐ μὴ προφητεύσω. Χωρὶς δὲ τούτων αὐτὸ μόνον τὸ μηδένα ὁμόψυχον, μηδὲ ὁμότροπον ἔχειν, πόσην ἀηδίαν, πόσην αὐτῷ κατεσκεύαζε τὴν ἀθυμίαν; Οὐ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ τῷ συναλγεῖν αὐτοῖς μυρία ἔπασχε δεινά. Οὐ γὰρ δήπου τελευτῶντας μόνον ἐνορῶντες οὕτως ἀλγοῦσιν οἱ δίκαιοι τοὺς πονηροὺς, ἁμαρτάνοντας δὲ οὐκ ἔτι, ἀλλὰ πολλῷ μᾶλλον τούτῳ δάκνονται, ἢ ἐκείνῳ· καὶ τοῦτο δὲ ἀπὸ τῶν προφητῶν ἄν τις μάθοι καλῶς. Ὁ μὲν γὰρ ἐβόα πικρόν· Οἴμοι, ψυχὴ, ὅτι ἀπόλωλεν εὐλαβὴς ἀπὸ τῆς γῆς, καὶ ὁ κατορθῶν ἐν ἀνθρώποις οὐχ ὑπάρχει. Ἕτερος δὲ ἔλεγε πρὸς τὸν Θεόν· Ἱνατί μοι ἔδειξας κόπους καὶ πόνους ἐπιβλέπειν; Καὶ ὑπὲρ τῶν ἀδικουμένων δὲ σφόδρα κοπτόμενος, ἐθρήνει λέγων· Ποιήσεις τοὺς ἀνθρώπους ὡς τοὺς ἰχθύας τῆς θαλάσσης οὐκ ἔχοντας ἡγούμενον. Εἰ δὲ τότε ταῦτα ἐγίνετο, καὶ νόμων ὄντων, καὶ ἀρχόντων, καὶ δικαστηρίων, καὶ ἱερέων, καὶ προφητῶν, καὶ κολάσεων, ἐννόησον μεθ' ὅσης ὑπερβολῆς ἅπαντα ἐτολμᾶτο ἐπὶ τοῦ Νῶε, ὅτε τούτων οὐδὲν κατεῖχεν αὐτούς. Καὶ ἐπὶ μὲν τῶν προφητῶν οὐδὲ πολὺς ὁ τῆς ζωῆς χρόνος ἦν, ἀλλ' ἑβδομήκοντα ἔτη καὶ ὀγδοήκοντα· τότε δὲ καὶ εἰς ἑξακόσια ἔτη καὶ πλείονα ὁ τῶν ἀνθρώπων ἐτείνετο βίος. Ἵν' οὖν πάντα τὰ εἰρημένα. παρῶ, πόσα πράγματα ἔχειν ἠναγκάζετο, οὕτω μακρὰν ὁδεύων ὁδὸν, καὶ μηδὲ μικρὸν ἐν τοσούτῳ μήκει παρατραπῆναι σπουδάζων, πολλῶν ἐν τῷ μεταξὺ κωλυμάτων ὄντων; Καὶ τί λέγω πολλῶν, πάσης μὲν οὖν διόλου τοιαύτης οὔσης τῆς ὁδοῦ, ἀπὸ τῶν τερμάτων τῆς γῆς ἐπὶ τὰ τέρματα πάσης σκοπέλων καὶ ἀκανθῶν καὶ θηρίων καὶ αὐχμοῦ καὶ λοιμοῦ καὶ κρυμοῦ καὶ κακούργων πεπληρωμένης; Καὶ γὰρ εὐκολώτερον τετριμμένην ἀτραπὸν ἐν τῷ βαθυτάτῳ τῆς νυκτὸς ὁδεύειν διαπαντὸς, ἢ τὴν τῆς ἀρετῆς ὁδὸν κατ' ἐκείνους τοὺς καιρούς· τοσοῦτοι οἱ τὰ διαβήματα αὐτοῦ βιαζόμενοι παρατρέπειν ἦσαν. Ὅταν γὰρ ἅπασιν ἅπερ ἂν ἐθέλωσι πράττειν ἐξῇ, εἷς δὲ μόνος ὁ τὴν ἐναντίαν αὐτοῖς βαδίζων ᾖ, πῶς δυνήσεται πρὸς τὸ τέλος ἐλθεῖν πάντων ὠθούντων ὀπίσω καὶ ἀνακρουόντων αὐτόν; Ὅσην γὰρ ἔχει δυσκολίαν τὸ μετὰ πολλῶν ὄντας κατορθοῦν, δηλοῦσιν οἱ τὰς ἐρημίας κατειληφότες νῦν, ὅτε τῇ τοῦ Θεοῦ χάριτι τὴν εὐζωΐαν πανταχοῦ διεσπαρμένην ἔστιν ἰδεῖν, ὅτε καὶ ὁμόνοιαν καὶ φιλοστοργίαν πρὸς ἀλλήλους οὐ μικράν. Ἀλλὰ τότε τούτων οὐδὲν ἦν, ἀλλὰ καὶ θηρίων ἀγριώτερον πάντες διέκειντο πρὸς αὐτόν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad Stagirium a daemone vexatum (lib. 1-3). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg006.local001/.
