# Ad Stagirium a daemone vexatum (lib. 1-3) Section ζ.1-3

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad Stagirium a daemone vexatum (lib. 1-3), ΤΟΥ ΑΥΤΟΥ ΠΡΟΣ ΣΤΑΓΕΙΡΙΟΝ ΠΕΡΙ ΑΘΥΜΙΑΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/ad-stagirium-a-daemone-vexatum-lib-1-3/Section%20%CE%B6.1-3

Ἐπειδὴ δὲ τοῦ Δαυῒδ ἐμνήσθην, οὐκ οἶδα τί πράξω· πότερον τοὺς θρήνους αὐτοῦ τοὺς μακροὺς καὶ συνεχεῖς τοὺς ἐν τοῖς ψαλμοῖς ἀναγεγραμμένους εἰς μέσον ἀγάγω νῦν, ἢ τούτους ἀφεὶς ἀναλέξασθαί σοι κατὰ σχολὴν, αὐτὸς τὰς ἐκείνου διέλθω συμφοράς. Οὗτος τοίνυν ὁ Δαυῒδ πολλὰ μὲν καὶ ἐν τῷ ποιμαίνειν ὑπέμεινε δεινὰ, καὶ ταῖς τῶν ἀέρων ἀνωμαλίαις καὶ τῇ τῶν θηρίων ἀγριότητι μαχόμενος· καὶ τὸ μὲν ἐξ ὧν ὁ Ἰακὼβ ἔφησεν ἔστιν ἰδεῖν, τὸ δὲ ἐξ ὧν αὐτὸς πρὸς τὸν Σαοὺλ διελέγετο περὶ τοῦ λέοντος καὶ τῆς ἄρκτου. Ἐπειδὴ δὲ τὸν βίον ἀφεὶς ἐκεῖνον πρὸ ὥρας εἰς τὰ τοῦ πολέμου πράγματα ἔπιπτε, τὴν μὲν τῶν ἀδελφῶν βασκανίαν ἀφίημι, εἰ καὶ σφόδρα τοῦτό ἐστι φορτικόν· ἀλλ' ἐπειδὴ κατώρθωκε τὴν λαμπρὰν νίκην ἐκείνην καὶ θαυμαστὴν μονομαχίαν ἀναδεξάμενος, εὗρε τοῦ καταβληθέντος Γολιὰθ σφοδρότερον ἐχθρὸν τὸν εὐεργετηθέντα Σαούλ. Οὐ γὰρ ἐκ τοῦ φανεροῦ πρὸς αὐτὸν παρετάττετο, ἀλλὰ τὸ τῶν φιλούντων προσωπεῖον ὑποδὺς, καὶ τὸν τιμῶντα καὶ κηδόμενον ὑποκρινάμενος, οὕτως αὐτὸν διετίθει τὰ τῶν ἐχθρῶν. Τοῦτο δὲ ὅσον ἐστὶ κακὸν ἀντὶ ἀγαθῶν ἀπολαμβάνειν κακὰ, ἄκουσον τοῦ μακαρίου προφήτου τοῦτο συνεχῶς θρηνοῦντος καὶ δυσανασχετοῦντος καὶ λέγοντος, Εἰ ἀνταποδίδοταί μοι κακὰ ἀντὶ ἀγαθῶν. Μάλιστα μὲν οὖν καὶ μηδενὸς προσόντος δεινοῦ τοῦτο αὐτὸ καθ' ἑαυτὸ πολλῆς ἀθυμίας ἄξιον, δι' ὑποψίας εἶναι τὸν στρατηγὸν τῷ βασιλεῖ, καὶ ἀηδῶς ὁρᾶσθαι ὑπ' αὐτοῦ. Καὶ τί λέγω στρατηγὸν βασιλεῖ; Κἂν γὰρ παρὰ τῶν οἰκετῶν ἡμεῖς τοῦτο πάθωμεν, δυσχεραίνομεν· ὅταν δὲ καὶ ἐπιβουλαὶ ῥάπτωνται κατὰ τῆς τοῦ μισουμένου ζωῆς, τίς ἂν γένοιτο βίος τούτου πικρότερος; Ἀλλ' ὅμως ἅπαντα ἔφερε καὶ ἠνείχετο, καὶ συνῆν τῷ φονῶντι κατ' αὐτοῦ, καὶ ἐστρατήγει τοὺς ἐκείνου πολέμους. Ἐπειδὴ δέ ποτε καὶ ἀπεδήμησε καὶ πόῤῥω τοῦ πολέμου κατέστησεν ἑαυτὸν, τοῦτο μὲν αὐτὸ τὸ πόῤῥω εἶναι, καὶ τὴν ἔχθραν ποιῆσαι φανερὰν, εἶχέ τι πλέον εἰς τὸν τοῦ θαῤῥεῖν λόγον· μετὰ δὲ τετρακοσίων ἀνδρῶν πρὸς τοσαύτην ἀναγκαζόμενος παρατάττεσθαι στρατιὰν, ἔτρεμε πλέον ἢ πρότερον. Ὁ γὰρ μήτε πόλιν, μήτε φρούριον, μήτε συμμάχους, μήτε προσόδους κεκτημένος, ἐννόησον τίς ἦν, πρὸς τὸν ταῦτα ἔχοντα πάντα ἀναγκαζόμενος πολεμεῖν, καὶ πλὴν τῆς ἐρήμου καὶ τῶν ἐκεῖ σπηλαίων, οὐδὲ ὅποι καταφύγοι δυνάμενος εὑρεῖν. Καὶ γὰρ Κεϊλὰ πόλιν οὕτω καλουμένην λαβὼν, εὐθέως αὐτῆς ἀπεπήδησε τοῦ ἱερέως εἰπόντος, ὅτι αὐτὸν ὁ Θεὸς ἐκεῖ μένοντα τῶν τοῦ Σαοὺλ οὐχ ὑπεξαρπάσει χειρῶν. Ὁ δὲ ἱερεὺς οὗτος ἐκεῖνος ἦν ὁ τὰς τοῦ Σαοὺλ χεῖρας διαδρὰς, καὶ τὴν ἐν Νομβὰ γενομένην τραγῳδίαν ἀπαγγείλας τῷ βασιλεῖ, ὅτε καὶ τὴν πικρὰν ἐκείνην ἔῤῥηξε φωνήν· Ἐγὼ γὰρ, φησὶν, εἰμὶ ὁ αἴτιος τῶν ψυχῶν ὅλου τοῦ οἴκου τοῦ πατρός σου. Ὥστε συνὼν αὐτῷ διαπαντὸς οὐδὲν ἕτερον, ἀλλ' ἢ τῆς ἀθυμίας ἐκείνης ὑπόμνησις ἦν. Βλέπων γὰρ εἰς αὐτὸν, ἀεὶ τῆς ἀπωλείας ἐμέμνητο τῶν ἱερέων· μνημονεύων δὲ τῆς ἀπωλείας, καὶ τῆς τοσαύτης σφαγῆς τὴν αἰτίαν ἀνατιθεὶς ἑαυτῷ, καταδίκου παντὸς ἀθλιώτερον ἐβίου βίον. Καὶ γὰρ εἰ μηδὲν ἕτερον τὸ ἐνοχλοῦν ἦν, ἱκανὸν τρῶσαι ψυχὴν καὶ ἀνελεῖν τὸ ἱερέων σφαγέα λογίζεσθαι τοσούτων ἑαυτόν. Πληγεὶς δὲ τούτῳ τῷ λογισμῷ, τῷ καὶ νυκτὸς καὶ μεθ' ἡμέραν σητὸς μᾶλλον αὐτοῦ διατρώγοντι τὴν ψυχὴν, καὶ ἄλλα ἐφεξῆς ἐδέχετο τραύματα συνεχῆ καὶ ἐπάλληλα. Καὶ γὰρ ὅτε αὐτὸν ὁ Νάβαλ διὰ τῶν οἰκετῶν ὕβρισε, καὶ δραπέτην καὶ φυγάδα καὶ ἀγνώμονα δοῦλον ἐκάλεσεν, οὐκ ἀναλγητὶ τὰ ῥήματα ἤνεγκε· καὶ ὅτε πρὸς τὸν Ἀγχοῦς ἀπελθὼν, τοὺς μαινομένους ὑπεκρίνετο, καὶ κατέπιπτε, καὶ τὰ ὄμματα διαστρέφων καὶ πολὺν ἐκ τοῦ στόματος αὐτοῦ ἀφρὸν ἀφιεὶς, τῶν ἀληθῶς δαιμονώντων μᾶλλον ἐτήκετο, λογιζόμενος εἰς οἵαν κατέστησεν ἑαυτὸν ἀνάγκην ὁ τοσαῦτα εὐεργετηθείς. Ἐπειδὴ δὲ μικρὸν ἀνέθη, παρὰ τοῖς πολεμίοις γενόμενος, ἔδει μὲν ἐπιστρατεύειν τοῖς ἐκείνων ἐχθροῖς· διαφθονούμενοι δὲ αὐτῷ οἱ σατράπαι, καὶ διαβαλεῖν πρὸς τὸν βασιλέα βουλόμενοι, ἐξέπεμπον αὐτὸν τῆς στρατιᾶς ὡς ἄχρηστον αὐτοῖς καὶ ἐπίβουλον καὶ προδότην ἐσόμενον. Ἐθυμώθησαν γὰρ, φησὶν, ἐπ' αὐτῷ οἱ σατράπαι τῶν ἀλλοφύλων, καὶ λέγουσιν αὐτῷ· Ἀπόστρεψον τὸν ἄνδρα, καὶ ἀποστραφήτω εἰς τὸν τόπον οὗ κατέστησας αὐτὸν ἐκεῖ, καὶ μὴ ἐρχέσθω μεθ' ἡμῶν εἰς πόλεμον, καὶ μὴ γινέσθω ἐπίβουλος τῇ παρεμβολῇ. Καὶ ἐν τίνι διαλλαγήσεται οὗτος τῷ κυρίῳ αὐτοῦ, ἢ οὐχὶ ἐν ταῖς κεφαλαῖς τῶν ἀνδρῶν ἐκείνων; Ὁ δὲ τοῖς ῥήμασι τούτοις πληγεὶς ἀνεχώρησε μετὰ πολλῆς τῆς ὕβρεως καὶ τῆς ἀθυμίας. Ἐλθὼν δὲ οἴκοι τοσαῦτα εὗρε κακὰ, ὡς μικροῦ δεῖν καὶ ἀποπνιγῆναι τῇ λύπῃ. Τὰ γὰρ τότε συμβεβηκότα δεινὰ ἦν μὲν ἱκανὰ καὶ προμελετηθέντα τὴν ἐκείνου σκοτῶσαι ψυχήν· τοῦ δὲ ἀπροσδοκήτου προστεθέντος καὶ παρ' ἐλπίδας, διπλάσια τῶν ὄντων ἐφαίνετο, καὶ οὐκ ἔτι ἦν φορητά. Ἀπῄει μὲν γὰρ ὡς ἀναπαυσόμενος οἴκοι, καὶ τῆς ἀθυμίας ἐκείνης εὑρήσων παραμυθίαν τὰ παιδία καὶ τὰς γυναῖκας· ἐπιστὰς δὲ ἄφνω ἤκουε μὲν ὅτι οὗτοι παρὰ τοῖς πολεμίοις δουλεύουσιν, ἐθεώρει δὲ πῦρ καὶ καπνὸν καὶ αἷμα καὶ νεκροὺς, καὶ πρὶν ἢ τούτους ἀλγῆσαι καὶ τὴν αἰχμαλωσίαν ὀδύρασθαι, θηρίων χαλεπώτερον ἐπέπεσον οἱ τὴν πόλιν οἰκοῦντες αὐτῷ, ἀπὸ τῆς ἐκείνου κεφαλῆς ἕκαστος τῶν οἰκείων κακῶν εὑρέσθαι παραμυθίαν ζητῶν. Καὶ καθάπερ ἐναντίων ἀνέμων εἰς τὴν θάλασσαν ἐμπεσόντων πολὺς καὶ ἄγριος ἀπὸ τῆς μάχης ἐκείνης γίνεται ὁ χειμών· οὕτω καὶ τότε, καὶ ἀθυμίας καὶ φόβου τὴν τοῦ δικαίου διακοπτόντων ψυχὴν, πολλὴ ἦν ἡ ζάλη καὶ ὁ θόρυβος, τῶν παθῶν τούτων ἐπαλλήλων κρατούντων καὶ κρατουμένων συνεχῶς. Δυνηθεὶς δὲ ταῦτα διαδῦναι τὰ κακὰ, καὶ τὰς γυναῖκας ἀπολαβεῖν, καὶ τὴν αἰχμαλωσίαν ἅπασαν, πρὶν ἢ πάλιν αἰσθέσθαι τῆς νίκης ἐκείνης, πλήττεται ἀγγελίᾳ πικρᾷ, τῇ περὶ τοῦ Ἰωνάθαν σφαγῇ, ἣ τὴν ψυχὴν οὕτω κατέβαλε τὴν ἐκείνου, ὡς ἔστιν ἐκ τῶν θρήνων μαθεῖν· Ἐπέπεσε γὰρ, φησὶν, ἐπ' ἐμὲ ἡ ἀγάπησίς σου, ὡς ἡ ἀγάπησις τῶν γυναικῶν. Καὶ τί λέγω τῶν θρήνων; Ὁ γὰρ τὸν ἐκείνου πατέρα, τὸν ἐχθρὸν τὸν ἑαυτοῦ καὶ ἐπίβουλον καὶ μυριάκις τῆς ἀπωλείας ἐπιθυμήσαντα τῆς αὐτοῦ οὕτω δακρύσας, τί ἂν ἔπαθε τὸν ἐν ἐκείνοις παραστάντα τοῖς κινδύνοις αὐτῷ καὶ πολλάκις αὐτὸν τῆς τοῦ πατρὸς ἐπιβουλῆς ἐξελόμενον, καὶ ἀποῤῥήτων κοινωνήσαντα, καὶ συνθήκας ὑπὲρ πολλῶν θέμενον πρὸς αὐτὸν, τοῦτον, ὅτε αὐτῷ τὰς ἀμοιβὰς ἀποδοῦναι τῶν εὐεργεσιῶν κείνων ἠδύνατο, τότε ἐξαρπασθέντα τοῦ βίου μαθών;

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad Stagirium a daemone vexatum (lib. 1-3). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg006.local001/.
