Ancient Greek
ΤΟΥ ΑΥΤΟΥ ΠΡΟΣ ΣΤΑΓΕΙΡΙΟΝ ΚΑΙ ΟΤΙ Η ΑΘΥΜΙΑ ΧΑΛΕΠΩΤΕΡΑ ΚΑΙ ΔΑΙΜΟΝΟΣ ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad Stagirium a daemone vexatum (lib. 1-3) Section ιιβ.1
Not analysed yet
Ἀλλ' ὁ λαμπρὸς καὶ ἐπίδοξος οὗτος υἱὸς ὁ Ἰωσὴφ τίνα οὐκ ἀπέκρυψε ταῖς συμφοραῖς; Ὁ μὲν γὰρ πατὴρ ὁ τούτου ἕνα μόνον εἶχεν ἀδελφὸν ἐπιβουλεύοντα, οὗτος δὲ πολλῷ πλείους· καὶ ὁ μὲν τὴν πρώτην ἡλικίαν ἅπασαν ἐν ἀφθονίᾳ ἐτρέφετο καὶ ἀνέσει πολλῇ, ὁ δὲ ἐπὶ τῆς ἀλλοτρίας καὶ ἔτι παιδίον ὢν τὰς τῆς ὁδοιπορίας φέρειν ἠναγκάζετο ταλαιπωρίας. Καὶ τῷ μὲν Ἰακὼβ παρῆν ἡ μήτηρ ἐπικουφίζουσα τὴν ἐπιβουλήν· οὗτος δὲ ἔτι νέος ὢν, καὶ ὅτε μάλιστα ἔχρῃζε τῆς μητρὸς, τότε ἐν ἐρημίᾳ τῆς βοηθείας ταύτης καθίστατο. Πρὸς τούτοις ὁ μὲν Ἡσαῦ μέχρις ἀπειλῆς μόνης ἐλύπησε τὸν Ἰακώβ· οὗτοι δὲ καὶ εἰς ἔργον ἐξήγαγον τὴν ἐπιβουλὴν, καὶ πρὸ τῆς ἐπιβουλῆς φθονοῦντες καὶ διαβάλλοντες αὐτὸν διετέλουν· οὗ τί γένοιτ' ἂν χαλεπώτερον, τοὺς συνοικοῦντας πολεμίους ἔχειν ἀεί; Καὶ γὰρ ψόγον κατήνεγκαν κατ' αὐτοῦ πονηρὸν, καὶ ἰδόντες ὅτι αὐτὸν ὁ πατὴρ αὐτοῦ φιλεῖ ὑπὲρ τοὺς ἄλλους υἱοὺς αὐτοῦ, ἐμίσησαν αὐτὸν, καὶ οὐκ ἠδύναντο αὐτῷ λαλεῖν οὐδὲν εἰρηνικόν. Οὔτε γὰρ τὸ ὑπὸ τοῖς ἐμπόροις γενέσθαι, οὔτε τὸ ὑπὸ τῷ σπάδοντι, τοσοῦτον εἶναι φαίην ἂν κακόν· πολλῷ γὰρ αὐτῷ φιλανθρωπότερον ἐχρήσαντο οὗτοι τῶν ἀδελφῶν. Ἀλλ' ὅμως οὐδὲ οὕτως ἡμερώτερος γέγονε τῶν συμφορῶν ὁ χειμών· σφοδροτέρα γὰρ ἐμπεσοῦσα καταιγὶς πάλιν αὐτὸν κατέδυσε. Τάχα μέ τις οἴεται τὴν ἐπιβουλὴν τῆς δεσποίνης ἐρεῖν· ἐγὼ δὲ πρὸ ταύτης χαλεπωτέραν ἄλλην ἐρῶ. Δεινὸν μὲν γὰρ, ἀληθῶς δεινὸν, καὶ τὸ συκοφαντηθῆναι ἐπὶ τοιούτοις, καὶ τὸ κατακριθῆναι, καὶ τὸ δεσμωτήριον οἰκῆσαι χρόνον οὕτω μακρὸν, παῖδα ἐλεύθερον καὶ εὐγενῆ καὶ ταύτης ἄπειρον τῆς ἀνάγκης· πολλῷ δὲ τούτων ἁπάντων βαρύτερον τὸν ἀπὸ τῆς ἡλικίας οἶμαι χειμῶνα γεγενῆσθαι αὐτῷ. Εἰ μὲν γὰρ ὑπὸ μηδεμιᾶς ἐπιθυμίας ἐνοχλούμενος διέπτυσε τὸν ἐκείνης ἔρωτα, οὐ σφόδρα ἐπαινῶ, οὐδὲ θαυμάζω τὸν ἄνδρα ἐγὼ πειθόμενος τῷ Χριστῷ. Οὐδὲ γὰρ τοὺς ἀπὸ τῆς φύσεως εὐνουχισθέντας, ἀλλὰ τοὺς ἑαυτοὺς εὐνουχίσαντας ἀξιοῦσθαί φησι τῆς βασιλείας τῶν οὐρανῶν· εἰ δὲ μὴ τοῦτο ἦν, ποίαν ἂν ἤρατο νίκην; κατὰ τίνος στέφανον ἀνεδήσατο; τίνα καταγωνισάμενος ἀνεκηρύττετο, οὐδενὸς ὄντος τοῦ προσπαλαίοντος αὐτῷ, καὶ ἐπιχειροῦντος καταβαλεῖν; Οὐδὲ γὰρ τοὺς τοῖς ἀλόγοις μὴ μιγνυμένους εἰς σωφροσύνης ἐπαινοῦμεν λόγον, διὰ τὸ μηδὲ ἐγκεῖσθαι τῇ φύσει τῆς μίξεως τὴν ἐπιθυμίαν ἐκείνης. Εἰ τοίνυν μηδὲ τῷ μακαρίῳ τότε ἐκείνῳ τοῦτο ἠνώχλει τὸ πῦρ, τίνος ἕνεκεν αὐτὸν ἐπὶ σωφροσύνῃ θαυμάζομεν; Εἰ δὲ, ὅτε πάντων τῶν καιρῶν σφοδρότερον ἡ φλὸξ αἴρεται (εἰκοστὸν γὰρ λοιπὸν ἦγεν ἔτος), καὶ ὅτε ἀνύποιστός ἐστιν ἡ τυραννὶς καὶ μηδενὸς αὐτὴν αὔξοντος, τότε ἡ ἀκόλαστος ἐπέθετο τῷ μειρακίῳ, τοσαύτην ἀπὸ τῶν αὐτῆς μαγγανευμάτων καὶ καλλωπισμάτων προσθεῖσα τῇ φλογὶ τὴν ἰσχὺν, ὅσην ἀπὸ τῆς φύσεως εἶχε· πῶς ἄν τις τὸν χειμῶνα διηγήσαιτο τῆς ψυχῆς καὶ τὸν θόρυβον καὶ τὴν ἀγωνίαν, τῆς φύσεως καὶ τῆς ἡλικίας ἔνδοθεν ταρασσούσης αὐτὸν, καὶ τῶν παρὰ τῆς Αἰγυπτίας μηχανημάτων ἔξωθεν προσβαλλόντων, καὶ ταῦτα οὐ μέχρι μιᾶς ἡμέρας καὶ δευτέρας, ἀλλ' ἐπὶ χρόνον πολύν; Ἐγὼ γὰρ αὐτὸν οὐχ ὑπὲρ ἑαυτοῦ τρέμειν οἴομαι τότε μόνον, ἀλλὰ καὶ ὑπὲρ ἐκείνης ἀλγεῖν, πρὸς τοσοῦτον κρημνὸν ἐπειγομένης ἐλθεῖν· καὶ τοῦτο ἐξ ὧν μετὰ πολλῆς ἐπιεικείας ἀποκρίνεται πρὸς αὐτὴν δῆλον ἡμῖν. Καὶ γὰρ ἐνῆν, εἴπερ ἐβούλετο, καὶ ὑβριστικώτερον καὶ θρασύτερον διαλεχθῆναι πρὸς αὐτήν· καὶ γὰρ ἂν εὐκόλως πάντα ἤνεγκεν ἐκείνη διὰ τὸν ἔρωτα· ἀλλ' οὐδὲν τοιοῦτον οὔτε ἐφθέγξατο οὔτε ἐνενόησεν, ἀλλὰ λογισμοὺς ἀνακινήσας εὐσεβεῖς, καὶ δι' ὧν ᾤετο μόνον ἐντρέψειν αὐτὴν, οὐδὲν πλέον προσέθηκεν. Ἰδοὺ γὰρ, φησὶν, ὁ κύριός μου οὐ γινώσκει οὐδὲν δι' ἐμὲ τῶν ἐν τῷ οἴκῳ αὐτοῦ, καὶ πάντα ὅσα ἐστὶν αὐτῷ δέδωκεν ἐν τῇ χειρί μου, καὶ οὐχ ὑπερέχει ἐν τῇ οἰκίᾳ ταύτῃ οὐδὲν ἐμοῦ, οὐδὲ ὑπεξῄρηται ἀπ' ἐμοῦ οὐδὲν πλὴν σοῦ, διὰ τὸ σὲ γυναῖκα αὐτοῦ εἶναι· καὶ πῶς ποιήσω τὸ ῥῆμα τοῦτο τὸ πονηρὸν, καὶ ἁμαρτήσομαι ἐνώπιον τοῦ Θεοῦ; Καὶ μετὰ τὴν τοσαύτην ἐπιείκειαν καὶ τὴν τῆς σωφροσύνης ἐπίδειξιν ἐσυκοφαντήθη, καὶ συνεχώρησεν ὁ Θεός. Ἐδέθη, καὶ οὐδὲ οὕτως ἤλεγξε τὴν ἐπιβουλὴν, καὶ τὴν ἄδικον διαβολὴν τῆς γυναικός· ἐβούλετο γὰρ καὶ πολλοὺς αὐτῷ τοὺς μισθοὺς καὶ λαμπροτέρους γενέσθαι τοὺς στεφάνους, καὶ διὰ τοῦτο καὶ τῶν δούλων τοῦ βασιλέως ἀφεθέντων αὐτὸς ἔμενεν ἔνδον ἔτι. Σὺ δέ μοι μὴ τὴν φιλανθρωπίαν τοῦ δεσμοφύλακος εἴπῃς, ἀλλ' ἐξέτασον αὐτοῦ τὰ ῥήματα, καὶ ὄψει τὴν ὀδύνην τῆς ψυχῆς. Μετὰ γὰρ τὸ ἐπιλῦσαι τὸ ὄναρ ἔλεγε πρὸς τὸν οἰνοχόον· Ἀλλὰ μνήσθητί μου διὰ σεαυτοῦ, ὅταν εὖ σοι γένηται, καὶ ποιήσεις ἐπ' ἐμὲ ἔλεος, καὶ μνησθήσῃ περὶ ἐμοῦ πρὸς Φαραὼ, καὶ ἐξάξεις με ἐκ τοῦ ὀχυρώματος τούτου, ὅτι κλοπῇ ἐκλάπην ἐκ γῆς Ἑβραίων, καὶ ὧδε οὐκ ἐποίησα οὐδὲν, ἀλλ' ἐνέβαλόν με εἰς τὸν οἶκον τοῦ λάκκου τούτου. Εἰ γὰρ καὶ τὸ καθεῖρχθαι ἔφερεν εὐκόλως, τὸ γοῦν τοιούτοις συζῇν ἀνδράσι, τυμβωρύχοις, κλέπταις, πατραλοίαις, μοιχοῖς, ἀνδροφόνοις (τούτων γὰρ ἁπάντων καὶ τῶν τοιούτων τὸ οἴκημα τοῦτο ἐμπέπληστο), πάντων αὐτῷ βαρύτερον ἦν. Καὶ οὐ τοῦτο μόνον αὐτὸν ἐλύπει καὶ ἔθλιβεν, ἀλλὰ καὶ τὸ πολλοὺς ὁρᾷν εἰκῆ καὶ μάτην ταριχευομένους ἐκεῖ. Ἀλλ' ὅμως ὁ μὲν οἰκέτης, ὅπερ ἀποδύρῃ καὶ σὺ νῦν, ἀπηλλάττετο τῶν δεσμῶν, ὁ δὲ ἐλεύθερος ἔμενε ταλαιπωρούμενος ἔτι. Εἰ δὲ τὴν βασιλείαν λέγοι τις, πάλιν μοι τὸν ἐσμὸν τῶν φροντίδων καὶ τῆς ἀγρυπνίας καὶ τῶν μυρίων πραγμάτων ἐρεῖ, ἅπερ ἅπαντα τοῖς τὸν ἡσύχιον καὶ ἀπράγμονα βίον ἀσπαζομένοις οὐ σφόδρα ἐστὶ καθ' ἡδονήν. Χωρὶς δὲ τούτων ἐκείνοις μὲν εἰ καί τι χρηστὸν ἐγίνετο, ἀλλ' οὔπω τῆς βασιλείας τετρανωμένης, οὐδὲ τῆς τῶν μελλόντων ἐπαγγελίας οὔσης φανερᾶς· ἐνταῦθα δὲ ἔνθα τοσαῦτα πρόκειται ἀγαθὰ, καὶ πᾶσι τὸ πρᾶγμα δῆλόν ἐστιν, ἀλγήσει τις, εἰπέ μοι, εἰ καὶ μηδενὸς κατὰ τὸν παρόντα βίον ἀπολαύσεται χρηστοῦ, ὅλως δὲ χρηστὸν ἡγήσεταί τι τῶν ἐνθάδε γινομένων ἐκεῖνα εἰδώς; Καὶ τί ταύτης ταπεινότερον γένοιτ' ἂν τῆς ψυχῆς, εἰ προσδοκῶσα μικρὸν ὕστερον μεταναστήσεσθαι πρὸς τὸν οὐρανὸν, τὰς ἐνταῦθα ἀνέσεις ἐπιζητοίη, καὶ τὴν σκιᾶς οὐδὲν διαφέρουσαν εὐθυμίαν; Ματαιότης γὰρ, φησὶ, ματαιοτήτων, τὰ πάντα ματαιότης. Εἰ δὲ ὁ μάλιστα πάντων ἀνθρώπων πεῖραν τῆς τοῦ βίου λαβὼν ἡδονῆς, τοιαύτην ἐξήνεγκε κατ' αὐτῆς τὴν ἀπόφασιν, πολλῷ μᾶλλον ἡμᾶς οὕτω διακεῖσθαι καὶ φρονεῖν χρὴ, τοὺς οὐδὲν μὲν κοινὸν πρὸς τὴν γῆν ἔχοντας, εἰς δὲ τὴν ἄνω πόλιν ἐγγραφέντας, καὶ πάντα μετοικίσαι τὸν νοῦν κελευσθέντας ἐκεῖ.