Ancient Greek
ΤΟΥ ΑΥΤΟΥ ΛΟΓΟΣ ΠΑΡΑΙΝΕΤΙΚΟΣ ΠΡΟΣ ΣΤΑΓΕΙΡΙΟΝ ΑΣΚΗΤΗΝ ΔΑΙΜΟΝΩΝΤΑ ΛΟΓΟΣ ΠΡΩΤΟΣ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad Stagirium a daemone vexatum (lib. 1-3) Section ι.1
Not analysed yet
Καὶ ὅτι σε οὐ κολακεύων ταῦτα λέγω νῦν, ἀλλὰ ἀληθῶς τὰ μέγιστα ἀπὸ τῆς θλίψεως ταύτης ἐκαρπώσω, ἀνάσχου μετὰ παῤῥησίας λεγόντων ἡμῶν· οὐδὲ γὰρ ἂν ἄλλως δυναίμην τούτου παρασχεῖν τὴν ἀπόδειξιν. Οἶσθά που καὶ μέμνησαι τὴν προτέραν σου διαγωγὴν, τὴν πρὸ τούτου λέγω τοῦ πειρασμοῦ· οὐκοῦν ἐξέτασον ἐκείνην καλῶς, καὶ ἀντίθες τῇ παρούσῃ τῇ μετὰ τὸν πειρασμὸν, καὶ τότε ὄψει τὸ κέρδος ὅσον ἀπὸ ταύτης σοι γέγονε τῆς συμπλοκῆς. Νῦν μὲν γὰρ καὶ ἐν νηστείαις καὶ παννυχίσι, καὶ τῇ περὶ τὴν ἀνάγνωσιν σπουδῇ, καὶ τῇ περὶ τὰς εὐχὰς καρτερίᾳ, πολλὴ γέγονεν ἡ ἐπίτασις, καὶ τὸ ἀδιάχυτον δὲ καὶ ταπεινὸν μεθ' ὑπερβολῆς σοι κατώρθωται· πρότερον δέ σοι βιβλίων λόγος ἦν οὐδεὶς, πᾶσα δέ σοι φροντὶς καὶ πόνος εἰς τὴν ἐπιμέλειαν ἀνηλίσκετο τῶν ἐν τῷ παραδείσῳ φυτῶν. Πολλῶν δέ σε καὶ εἰς ἀπόνοιαν σκωπτόντων ἤκουον τότε, καὶ ταύτῃ τὴν τοῦ γένους αἰτιωμένων λαμπρότητα, καὶ τὴν τοῦ πατρὸς δόξαν, καὶ τὸ ἐν πλούτῳ τετράφθαι πολλῷ· τὴν δὲ ἐν ταῖς παννυχίσι ῥᾳθυμίαν καὶ αὐτὸς οἶδας σαφῶς. Πολλάκις γὰρ ἄλλων μετὰ τὴν βαθεῖαν ἑσπέραν ἀνισταμένων εὐθέως, αὐτὸς ἔμενες ὕπνῳ κατεχόμενος βαθεῖ, καὶ πρὸς τοὺς διεγείροντας ἐδυσχέραινες. Ἀλλὰ νῦν πάντα λέλυται ἐκεῖνα, καὶ πρὸς τὸ βέλτιον μεταβέβληται, ἐξ οὗ τὴν μάχην καὶ τὸν πόλεμον ἀνεδέξω τοῦτον. Εἰ δὲ ἔροιό με, τί δήποτέ σοι τρυφῶντι καὶ πρὸς τὰ τοῦ κόσμου πράγματα ἐπτοημένῳ οὐ συνεχώρησεν ἀντιστῆναι τὸν δαίμονα τοῦτον ὁ Θεὸς, ἐκεῖνο ἂν ἀποκρινοίμην ἐγὼ, ὅτι καὶ τοῦτο τῆς αὐτοῦ κηδεμονίας ἦν· ᾔδει γὰρ ὅτι σε τότε εὐκαταγώνιστον εὑρὼν ταχέως ἀπολεῖ. Διὰ τοῦτο οὐδὲ εὐθέως ἐπὶ τὸν τῶν μοναχῶν ἐλθόντα βίον πρὸς τὴν πάλην ταύτην ἐκάλεσεν, ἀλλ' ἀφῆκεν ἐγγυμνασθῆναι καὶ χρόνον ἀναμεῖναι μακρὸν, εἶθ' ὅτε καρτερικώτατος γέγονας, τηνικαῦτα πρὸς τὸ ἐπίπονον τοῦτο στάδιον εἵλκυσεν. Ἔτι οὖν τῶν ἐν τῷ κόσμῳ στρεφομένων μεμνήσῃ, καὶ τὸν οἰκέτην ἄξεις εἰς μέσον τὸν σόν· ἐκεῖνον μὲν γάρ σε οἶμαι αἰνίττεσθαι, ὅταν λέγῃς ὅτι πολλοὶ τῶν βιωτικῶν ἀνδρῶν ταύτῃ περιπεσόντες τῇ νόσῳ ταχίστης καὶ τελείας ἔτυχον ἀπαλλαγῆς. Ἀλλ' ὁ οἰκέτης, ὦ φίλτατε, ὁ σὸς καὶ ὅσοι τῶν αὐτῶν ἔτυχον ἐκείνῳ, οὐκ ἐπὶ τοῖς αὐτοῖς αὐτῷ προσεπλάκησαν, οἷσπερ καὶ σὺ νῦν· ἐκείνῳ μὲν γὰρ καὶ τοῖς τοιούτοις ὑπὲρ τοῦ φοβῆσαι μόνον, καὶ τῷ φόβῳ ποιῆσαι βελτίους, τοῦτο ἐπαφῆκε τὸ θηρίον ὁ Θεός· σοὶ δὲ, ὥστε ἀγωνίσασθαι γενναίως, καὶ νικῆσαι λαμπρῶς, καὶ τὸν τῆς ὑπομονῆς ἀναδήσασθαι στέφανον. Νίκη δέ ἐστιν, οὐχ ὅταν τις, τοῦ θεάτρου ἔτι συνεστῶτος, παλαίοντα αὑτὸν ἑλκύσας ἀπαγάγῃ τοῦ ἀνταγωνιστοῦ, ἀλλ' ὅταν ἀφῇ συμπλακῆναι διαπαντὸς, εἶτα παλαίων καὶ διὰ τῆς ἀθυμίας εἰς ἐνθυμήσεις ἀτόπους ἄγων ἰσχύσῃ μηδέν. Καὶ ὅτι οὕτω ταῦτ' ἔχει, ἐκεῖθεν συλλογιοῦμαι καλῶς. Παντί που δῆλόν ἐστι, κἂν αὐτὸς μετριάζειν ἐθέλῃς, ὅσον τῆς τοῦ οἰκέτου ζωῆς βελτίων ἡ σὴ διενήνοχεν. Οὐκοῦν καὶ λόγος σοῦ τῷ Θεῷ πλείων καὶ φροντὶς, ἢ ἐκείνου. Τούτου δὲ ὄντος δήλου, κἀκεῖνο ὁμοίως ἔσται φανερὸν, ὅτι εἰ μίσους αὕτη συγχώρησις ἦν, οὐκ ἂν εἰς ὃν μᾶλλον ἠγάπα ταύτην ἐξέτεινε, τὸν ἥττονα πολὺ ὄντα τοῦτον ταχέως τοῦ δαίμονος ἐξαρπάσας. Καὶ οὐκ ἀπὸ τούτου μόνον τοῦτο ἰσχυρισαίμην ἂν ἔγωγε, ἀλλὰ καὶ ἐξ αὐτῶν, ὧν ἐγκαταλελεῖφθαι δοκεῖς, ἐκ τούτων μάλιστα, ὅτι σφόδρα μέλει τῷ Θεῷ τῶν σῶν, ἀποδεῖξαι πειράσομαι. Εἰ μὲν γὰρ μὴ πολλὴν ἐποιήσω σπουδὴν, μηδὲ ἀποδημίας ἐστείλω μακρὰς, ὥστε συγγενέσθαι ἀνδράσιν ἁγίοις καὶ ἱκανοῖς τὰ τοιαῦτα λύειν δεσμὰ, ἴσως ἄν τις ἠπόρησε τῶν πολλῶν, οὐ σφόδρα τῆς αἰτίας οὔσης ἐναργοῦς, δι' ἣν τοσοῦτον εἴασε χρόνον· ἐπειδὴ δὲ καὶ τόπους μαρτύρων καταλαβὼν, ἔνθα πολλοὶ καὶ τῶν ἀνθρώπους ἐσθιόντων ἰάθησαν, καὶ τοῖς θαυμαστοῖς καὶ γενναίοις ἐκείνοις καὶ μηδέποτε διημαρτηκόσι πολὺν ὑπὲρ τούτου συνῴκησας χρόνον, καὶ οὐδὲν ὅλως παραλιπὼν τῶν φερόντων εἰς τὴν τοῦ πάθους ἀπαλλαγὴν, ἐπανῆλθες πάλιν τὸν πολέμιον ἔχων μετὰ σαυτοῦ, φανερὰν καὶ ἐναργῆ καὶ τοῖς σφόδρα ἀνοήτοις τῆς περὶ σὲ Θεοῦ προνοίας ἐκόμισας τὴν ἀπόδειξιν. Οὐδὲ γὰρ ἂν τοσαύτην χάριν ἐνεπόδισεν, οὐδ' ἂν τοὺς αὐτοῦ δούλους αἰσχυνθῆναι ἠνέσχετο, εἰ μὴ σφόδρα πρὸς τὴν εὐδοκίμησιν καὶ τὴν ὠφέλειαν μᾶλλον ἑώρα τὴν σήν. Ὥσθ' ὅπερ δοκεῖ σημεῖον εἶναι τῆς ἐγκαταλείψεως τοῦ Θεοῦ, τοῦτο τῆς πολλῆς αὐτοῦ περὶ σὲ φιλοστοργίας καὶ σπουδῆς σημεῖόν ἐστι.