Ancient Greek
ΤΟΥ ΑΥΤΟΥ ΠΡΟΣ ΣΤΑΓΕΙΡΙΟΝ ΚΑΙ ΟΤΙ Η ΑΘΥΜΙΑ ΧΑΛΕΠΩΤΕΡΑ ΚΑΙ ΔΑΙΜΟΝΟΣ ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad Stagirium a daemone vexatum (lib. 1-3) Section ϛ.1-2
Not analysed yet
Τί οὖν τούτου γένοιτ' ἂν ὀδυνηρότερον τοῦ βίου; τί ταύτης μοχθηρότερον τῆς ζωῆς; Ἐγὼ μὲν οὖν τῶν ἀχθοφορούντων διαπαντὸς καὶ μηδέποτε ἀναπνεόντων ἐπηγγειλάμην δείξειν αὐτὸν οὐδὲν ἄμεινον διακείμενον· ὁ δὲ λόγος πολλῷ πλέον ἐποίησεν, οὐ μόνον οὐδὲν ἄμεινον, ἀλλὰ καὶ πολλῷ φορτικώτερον ἐκείνων ἔχοντα ἀποφήνας ἡμῖν. Δοκεῖ μὲν οὖν πολλοῖς ὁ Ἀβραὰμ ἐν εὐθυμίᾳ τὸν ἅπαντα διατετελεκέναι χρόνον, ὅθεν καὶ τοὺς εὐημεροῦντας καὶ πανταχόθεν κομῶντας αὐτῷ παραβάλλειν εἰώθασι. Φέρε οὖν ἐξετάσωμεν τὰ συμβεβηκότα αὐτῷ. Ἐμοὶ γὰρ οὗτος πολλῷ καὶ τοῦ Νῶε καὶ τοῦ Ἄβελ· μᾶλλον δὲ οὐδὲν ἐρῶ, ἕως ἂν ἡ τῶν πραγμάτων ἐξέτασις θῆται τὴν ψῆφον ἡμῖν. Τὰ μὲν οὖν ἐν Περσίδι, καὶ εἴ τι μέχρι τῶν ἑβδομήκοντα ἐτῶν αὐτῷ συνέβη λυπηρὸν, οὐδεὶς δύναιτ' ἂν εἰδέναι σαφῶς. Οὐδὲ γὰρ ὁ μακάριος Μωϋσῆς ἐκείνου τοῦ χρόνου τὴν ἱστορίαν ἡμῖν ἔγραψεν, ἀλλὰ πᾶσαν τὴν ἡλικίαν ταύτην ἀφεὶς, ἀπὸ τῶν μετὰ ταῦτα πεποίηται τοῦ διηγήματος τὴν ἀρχήν. Ὅτι δὲ καὶ αὐτὸν τὰ αὐτὰ πάσχειν τῷ Νῶε εἰκὸς ἦν, μεταξὺ τοσούτων ἀσεβῶν καὶ βαρβάρων μόνον βουλόμενον εὐσεβεῖν, τοῦτο οὐκ ἔτι τοῖς ἄλλοις ὁμοίως ἄδηλόν ἐστιν, ἀλλὰ καὶ οἱ σφόδρα ἀνόητοι στοχάσαιντο ῥᾳδίως αὐτό. Πλὴν ἀλλὰ καὶ ταῦτα παρείσθω νῦν· ἀπὸ δὲ τῆς ἀποδημίας αὐτοῦ ποιησώμεθα τοῦ λόγου τὴν ἀρχὴν, πρότερον ἐκεῖνο ἐξετάσαντες, πόσον ἡ τῶν Χαλδαίων γῆ τῆς Παλαιστίνης ἀφέστηκεν, ἢ ποία τις ἦν ἡ τῶν ὁδῶν κατασκευὴ, πῶς τοῖς ἀνθρώποις τὰ τῆς ἐπιμιξίας τῆς πρὸς ἀλλήλους διέκειτο, τίς ὁ τῆς πολιτείας τρόπος ἦν. Μὴ γὰρ ἐπειδὴ εὐκόλως ὑπήκουσεν ὁ δίκαιος ἐκεῖνος, καὶ τὸ πρᾶγμα εὔκολον εἶναι δοκείτω νῦν, μηδ' ὅτι συντόμως καὶ ἐν βραχεῖ τὸ γεγονὸς διηγήσατο ὁ Μωσῆς, καὶ τὸ ἔργον τὴν τῶν ῥημάτων βραχύτητα μιμεῖσθαι νόμιζε· εἰπεῖν μὲν γὰρ ταῦτα καὶ διηγήσασθαι ῥᾴδιον, πρᾶξαι δὲ οὐκέτι ὁμοίως εὔπορον, ἀλλὰ καὶ σφόδρα χαλεπόν. Τὸ μὲν οὖν τῆς ὁδοῦ μῆκος καὶ ὅσον τὸ μέσον ἐστὶ τούτων τῶν χωρίων μετὰ ἀκριβείας ἂν εἴποιεν ὅσοι πρὸς ἡμᾶς ἐκεῖθεν διέβησαν, εἰ δή τινές εἰσιν· ἡμεῖς δὲ ἐκείνων μὲν οὐδενὶ, τῶν δὲ εἰς τὴν ἐξωτέραν χώραν ἀφικομένων συγγενόμενοί τινι, καὶ τὸν χρόνον αὐτὸν ἐρωτήσαντες ὅσον ὁδοιπορεῖν ἠναγκάσθη, ἠκούσαμεν ὅτι τριάκοντα πέντε ἡμερῶν ἀριθμόν· καὶ Βαβυλῶνα μὲν οὐκ εἰδέναι ἔφη, τῶν δὲ ἐκεῖ γενομένων ἀκηκοέναι, ὅτι ἑτέρα τοσαύτη πάλιν ἐκεῖθέν ἐστιν ὁδός. Καὶ τὸ μὲν διάστημα τοσοῦτον καὶ τότε ἦν, καὶ νῦν ἐστιν· ἡ δὲ κατασκευὴ τῶν ὁδῶν οὐκ ἔθ' ὁμοίως ὡς καὶ νῦν καὶ τότε διάκειται. Νῦν μὲν γὰρ καὶ σταθμοῖς διείληπται συνεχέσι καὶ πόλεσι καὶ ἀγροῖς, καὶ ὁδοιπόροις δὲ βαδίζων ἄν τις ἐντύχοι πολλοῖς, ὅπερ καὶ σταθμοῦ καὶ πόλεως καὶ ἀγροῦ οὐχ ἧττον εἰς ἀσφαλείας λόγον ἐστί. Πρὸς δὲ τούτοις καὶ ἀπὸ τῆς χώρας οἱ τῶν πόλεων ἄρχοντες ἄνδρας καὶ ῥώμῃ σώματος τῶν ἄλλων διαφέροντας καὶ ἀκοντίῳ καὶ σφενδόνῃ τοσοῦτον δυναμένους ἀρκεῖν, ὅσον τοῖς βέλεσι μὲν οἱ τοξόται, οἱ δὲ ὁπλῖται τοῖς δόρασι, τούτους συντάξαντες, καὶ ἄρχοντας αὐτοῖς ἐπιστήσαντες, εἰς οὐδὲν ἕτερον ἀπησχόλησαν, ἀλλὰ μόνον τὴν τῶν ὁδῶν ἐπέτρεψαν φυλακήν. Μετὰ δὲ τούτων καὶ ἑτέραν πάλιν τούτων ἀκριβεστέραν ἀσφάλειαν ἐπενόησαν. Οἰκήματα γὰρ κατὰ χιλίων βημάτων διάστημα δειμάμενοι παρὰ τὴν ὁδὸν, νυκτερινοὺς αὐτοῖς ἐγκατέστησαν φύλακας, τὴν ἐκείνων ἀγρυπνίαν καὶ τὴν σχολὴν μέγιστον κώλυμα τοῖς τῶν κακούργων ἐφόδοις ἐπιτειχίσαντες. Τότε δὲ οὐδὲν τούτων ἦν, οὐκ ἀγροὶ συνεχεῖς, οὐ πόλεις, οὐ σταθμοὶ, οὐ καταγώγιον, οὐ τὸ συνοδοιπόρον ταχέως ἰδεῖν, οὐκ ἄλλο τι τούτων οὐδέν· τὴν γὰρ τῆς ἀτραποῦ τραχύτητα καὶ τὴν τῶν ἀέρων ἀνωμαλίαν παρίημι νῦν, καίτοι γε ἱκανὰ, ἐκείνων μὴ προσόντων, λυπῆσαι τοὺς ὁδοιποροῦντας ἱκανῶς. Καὶ μαρτυρήσαιεν ἄν μοι οἱ ζεύγεσι καὶ ὑποζυγίοις χρώμενοι, καὶ μηδὲ οὕτω τῆς συνήθους ἐπιβαίνειν τολμῶντες ὁδοῦ, εἰ μὴ πρότερον αὐτὴν στορέσαιεν λίθοις, καὶ τὰς ἀπὸ τῶν ῥυάκων χαράδρας ἀναπληρώσαντες ἰσόπεδον οὕτως ἐργάσαιντο. Τότε δὲ ἐρημοτέρα μὲν τῶν ἀοικήτων ἦν, ἀπορωτέρα δὲ τῶν ὀρῶν, σφαλερωτέρα δὲ τῶν βαράθρων καὶ τῶν κρημνῶν. Καὶ τὸ πάντων δὲ χαλεπώτερον οὐκ εἶπον, πῶς τὰ τῆς ἐπιμιξίας διέκειτο, ὃ καὶ τῆς ὁδοῦ πολλῷ πλείονα καὶ μείζονα παρεῖχε πράγματα αὐτοῖς, κατὰ ἔθνη, μᾶλλον δὲ κατὰ πόλιν ἁπάντων διῃρημένων. Οὐ γὰρ ὥσπερ νῦν μία ἀρχὴ κατὰ τὸ πλεῖστον τῆς οἰκουμένης τέταται μέρος, καὶ ἑνὶ πάντες δουλεύουσιν ἀνθρώπῳ, καὶ τοῖς αὐτοῖς διοικοῦνται νόμοις, οὕτω καὶ τότε ἦν· ἀλλ' ὥσπερ σῶμα ἓν εἰς πολλὰ μέρη κατατμηθὲν, οὕτω καὶ τὸ τῶν ἀνθρώπων διέσπαστο γένος, καὶ πολεμίους ἐκ πολεμίων ἀμείβειν ὁ δίκαιος ἠναγκάζετο, πρὶν ἢ τοὺς προτέρους διαφυγεῖν, ἑτέροις ἐμπίπτων ἀεὶ, πὴ μὲν πολυαρχίας, πὴ δὲ ἀναρχίας οὔσης. Τί οὖν ταύτης χαλεπώτερον τῆς ζωῆς; Οὐδὲ γὰρ ὑπὲρ ἑαυτοῦ μόνον ἐδεδοίκει καὶ ἔτρεμεν, ἀλλὰ καὶ ὑπὲρ πατρὸς καὶ γυναικὸς καὶ ὑπὲρ ἀδελφιδοῦ. Ἦν δὲ οὐδὲ ἡ τῶν οἰκετῶν φροντὶς μικρὰ, εἰ καὶ ἐπὶ τῆς οἰκείας ἐτύγχανον ὄντες, μὴ ὅτι γε ὅτε ἐπὶ τῆς ἀλλοτρίας, ἠναγκάζοντο εἶναι διαπαντός. Καὶ εἰ μὲν ᾔδει σαφῶς ὅπου στήσεται τὰ τῆς πλάνης αὐτῷ, οὐκ ἦν οὕτω τὸ τῶν φροντίδων ἀφόρητον· νῦν δὲ ἁπλῶς καὶ ἀδιορίστως ἀκούσας Γῆν, οὐ τήνδε ἢ τήνδε, ἀλλ', Ἣν ἄν σοι δείξω, πανταχοῦ περιῄει τῷ νῷ, καὶ πολὺν ἐδέχετο θόρυβον τῇ ψυχῇ, μηδαμοῦ τῷ λογισμῷ στῆναι δυνάμενος, ἀλλὰ πολλὰ ὑποπτεύειν ἔχων, καὶ μεριμνᾷν ἀναγκαζόμενος. Εἰκὸς γὰρ αὐτὸν καὶ πρὸς αὐτὰ τῆς οἰκουμένης ἀφίξεσθαι τὰ πέρατα προσδοκᾷν, καὶ πρὸς αὐτὸν τὸν ὠκεανόν· ὥστε εἰ καὶ μὴ πᾶσαν ἐπῆλθε τὴν γῆν, ἀλλὰ τὴν φροντίδα τῆς τοσαύτης ὁδοιπορίας ὑπέμεινεν. Οὐ γὰρ ὡς μέχρι τῆς Παλαιστίνης ἥξων οὕτω παρεσκευάκει τὴν ψυχὴν, ἀλλ' ὡς ἑψόμενος πανταχοῦ, καὶ τὴν οἰκουμένην ἐκβῆναι κελεύηται, κἂν εἰς τὰς ἐκτὸς ταύτης νήσους ἐλθεῖν. Εἰ δὲ καὶ τἀναντία προσδοκᾷν ἔπειθε τὸ τοῦ προστάγματος ἀδιόριστον, καὶ τοῦτο πάλιν χαλεπόν. Τὸν γὰρ μέλλοντά τι φορτικὸν ὑπομένειν, πολλῷ κουφότερον εἰδέναι σαφῶς ὅπερ ὑποστήσεται, καὶ πρὸς ὃ παρασκευάσεται, ἢ πανταχοῦ ῥέμβεσθαι τῷ λογισμῷ, καὶ νῦν μὲν τὰ χρηστὰ, νῦν δὲ τἀναντία προσδοκᾷν, καὶ ὑπὲρ μηδενὸς τούτων ἔχειν θαῤῥεῖν, ἀλλ' ἀμφοτέροις ὁμοίως ἀπιστεῖν.