# Ad Stagirium a daemone vexatum (lib. 1-3) Section ϛ.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad Stagirium a daemone vexatum (lib. 1-3), ΤΟΥ ΑΥΤΟΥ ΛΟΓΟΣ ΠΑΡΑΙΝΕΤΙΚΟΣ ΠΡΟΣ ΣΤΑΓΕΙΡΙΟΝ ΑΣΚΗΤΗΝ ΔΑΙΜΟΝΩΝΤΑ ΛΟΓΟΣ ΠΡΩΤΟΣ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/ad-stagirium-a-daemone-vexatum-lib-1-3/Section%20%CF%9B.1

Ὥστε ὅταν ἐννοήσῃς ὅτι πατέρα, καὶ οἰκίαν, καὶ φίλους, καὶ συγγενεῖς, καὶ πλοῦτον ἄφατον, καὶ δόξαν πολλὴν ῥίψας ἀπὸ τῶν χειρῶν διὰ τὸν Χριστὸν, εἶτα τοσαύτην θλῖψιν ὑπομένεις νῦν, μὴ καταβάλλῃς σαυτόν· ἐξ ὧν γὰρ ἡ ἀπορία τίκτεται λογισμῶν, ἐκ τῶν αὐτῶν καὶ ἡ τῆς ἀπορίας ἡμῖν ἔσται λύσις. Πῶς; Ἀδύνατον ψεύσασθαι τὸν Θεόν· ἐπηγγείλατο δὲ τοῖς ταῦτα καταλιποῦσι ζωὴν αἰώνιον. Κατέλιπες δὲ σὺ πάντα καὶ διέπτυσας· τί οὖν ἐστι λοιπὸν τὸ κωλύον σε θαῤῥεῖν ὑπὲρ τῆς ὑποσχέσεως; ὁ κατέχων σε πειρασμὸς νῦν; Καὶ τί τοῦτο πρὸς τὴν ὑπόσχεσιν; Οὐ γὰρ ἐνταῦθα τὴν αἰώνιον ἡμῖν ἐπηγγείλατο ζωήν· εἰ δὲ καὶ ἐνταῦθα τὰ τῆς ἐπαγγελίας πληροῦσθαι ἔμελλεν, οὐδὲ οὕτως ἀσχάλλειν ἐχρῆν· τὸν γὰρ εὐλαβῆ καὶ πιστὸν ἄνδρα οὕτω βεβαίως διακεῖσθαι χρὴ πρὸς τὰς ἐπαγγελίας τοῦ Θεοῦ, ὥστε κἂν ἐναντία αὐταῖς φαίνηται τὰ γινόμενα, μηδὲ οὕτω ταράττεσθαι, μηδὲ ἀπογινώσκειν τὴν ἔκβασιν. Ὅρα γοῦν· ὁ πιστὸς Ἀβραὰμ τίνα μὲν ὑπόσχεσιν ἐδέξατο, τίνα δὲ πράττειν ἠναγκάζετο; Ἡ μὲν ὑπόσχεσις ἦν ἀπὸ τοῦ Ἰσαὰκ πᾶσαν ἐμπλήσειν τὴν οἰκουμένην, τὸ δὲ πρόσταγμα, αὐτὸν τοῦτον καταθῦσαι τὸν Ἰσαὰκ, ἐξ οὗ ἔμελλε πᾶσα πληροῦσθαι ἡ γῆ. Τί οὖν; ἐθορύβει τοῦτο τὸν δίκαιον; Οὐδαμῶς· ἀλλὰ καὶ τοσαύτης διαφωνίας οὔσης καὶ μάχης τῇ κελεύσει πρὸς τὴν ἐπαγγελίαν, οὐκ ἐταράχθη, οὐδὲ ἰλιγγίασεν, οὐδὲ εἶπέ τι τοιοῦτον ἐκεῖνος· Ἕτερα ἐπηγγείλατο, καὶ ἕτερά με πράττειν ἀναγκάζει νῦν ὁ Θεός· ἀπὸ τοῦ παιδὸς τούτου τὸ πολύ μοι τῶν ἐκγόνων ὑπέσχετο πλῆθος, καὶ τοῦτον κατασφάξαι κελεύει νῦν· πῶς οὖν τοῦτο ἔσται, τῆς ῥίζης ἐκκεκομμένης; Ἠπάτησέ με ἄρα, καὶ διέπαιξεν. Οὐδὲν τούτων εἶπεν, ἀλλ' οὐδὲ ἐνενόησε· καὶ μάλα γε εἰκότως. Ὅταν γὰρ Θεὸς ὁ ὑπισχνούμενος ᾖ, κἂν μυρία δοκῇ τὴν ἐπαγγελίαν ἀναιρεῖν, οὐ χρὴ θορυβεῖσθαι περὶ τοῦ τέλους οὐδὲ ἀμφισβητεῖν. Τοῦτο γὰρ αὐτὸ μάλιστα τῆς τοῦ Θεοῦ δυνάμεως ἔργον ἐστὶ, πόρον ἐκ τῶν ἀπόρων εὑρεῖν, καθάπερ ὁ μακάριος ἐκεῖνος τότε ἐλογίζετο. Διόπερ αὐτοῦ κατεπλάγη τὴν πίστιν ὁ Παῦλος, οὕτως εἰπών· Πίστει προσενήνοχεν Ἀβραὰμ τὸν Ἰσαὰκ πειραζόμενος, καὶ τὸν μονογενῆ προσέφερεν ὁ τὰς ἐπαγγελίας ἀναδεξάμενος· αὐτὰ δὴ ταῦτα ἐμφαίνων καὶ αἰνιττόμενος, ἅπερ εἶπον ἐγὼ νῦν. Οὐκ ἐκεῖνος δὲ μόνος, ἀλλὰ καὶ ὁ τούτου πάλιν ἀπόγονος Ἰωσὴφ διὰ μακροῦ χρόνου καὶ πολλῶν πραγμάτων κινδυνεύουσαν ὁρῶν τὴν ἐπαγγελίαν, ἔμενεν ἀκλινής· πρὸς γὰρ τὸν ἐπαγγειλάμενον ἑώρα μόνον· εἰ δὲ εἰς ἀνθρωπίνους κατέπεσε λογισμοὺς, καὶ ἀπέγνω τοῦ τέλους. Ἡ μὲν γὰρ δειχθεῖσα ὄψις αὐτῷ καὶ τῶν ἀδελφῶν καὶ τῶν γεννησαμένων τὴν προσκύνησιν προὔλεγε· τὰ δὲ γινόμενα οὐ τοιαῦτα ἦν, ἀλλὰ πολλῷ τούτων ἀπέχοντα. Πρῶτον μὲν γὰρ αὐτοὶ οἱ προσκυνεῖν μέλλοντες εἰς λάκκον αὐτὸν ἐμβάλλουσι, καὶ ἀνδράσιν ἀποδόμενοι βαρβάροις εἰς ἀλλοτρίαν καὶ πόῤῥω κειμένην πέμπουσι γῆν· καὶ οὕτως ἐναντία τοῖς δειχθεῖσιν ἐδόκει τὰ γινόμενα εἶναι, ὡς καὶ αὐτοὺς τοὺς ἀθλίους ἐκείνους διαχλευάζειν αὐτὸν καὶ λέγειν· Ἰδοὺ γὰρ, φησὶν, ὁ ἐνυπνιαστὴς ἐκεῖνος ἔρχεται· νῦν οὖν δεῦτε, ἀποκτείνωμεν αὐτὸν, καὶ ῥίψωμεν αὐτὸν εἰς ἕνα τῶν λάκκων, καὶ ἐροῦμεν· Θηρίον πονηρὸν κατέφαγεν αὐτόν· καὶ ὀψόμεθα τί ἔσται τὰ ἐνύπνια αὐτοῦ. Μετὰ δὲ ταῦτα οἱ πριάμενοι οὐδὲ ἐλευθέρῳ τινὶ, ἀλλὰ δούλῳ πάλιν αὐτὸν ἀποδίδονται βασιλικῷ. Καὶ οὐδὲ μέχρι τούτων ἔστη τὰ δεινά· ἀλλὰ συκοφαντίᾳ δεσποίνης περιπεσὼν καὶ κατακριθεὶς ᾤκει τὸ δεσμωτήριον ἔτη πολλὰ, καὶ διαφυγόντων ἑτέρων, αὐτὸς πλείονα χρόνον μένει ἐκεῖ. Καὶ τοσούτων ὄντων τῶν δυναμένων τὴν ἐκείνου θορυβῆσαι ψυχὴν, ἔμενε τούτοις ἅπασιν ἀπερίτρεπτος. Τοιαῦτα δὲ καὶ τὰ ἡμέτερα, μᾶλλον δὲ καὶ πολλῷ τούτων ἀπορώτερα. Ἃ μὲν γὰρ ἐπηγγείλατο, βασιλεία οὐρανῶν, καὶ αἰώνιος ζωὴ, καὶ ἀφθαρσία, καὶ τὰ μυρία ἀγαθά· τὰ δὲ γινόμενα τέως καὶ συμβαίνοντα πολὺ τούτων ἀφέστηκε· θάνατος γάρ ἐστι καὶ φθορὰ καὶ τιμωρία καὶ κόλασις καὶ θλίψεις διάφοροι καὶ συνεχεῖς. Τίνος οὖν ἕνεκεν ὁ Θεὸς τοῦτο ποιεῖ, καὶ τὰ ἐναντία ταῖς ἐπαγγελίαις ἐκβῆναι συγχωρεῖ; Δύο τὰ μέγιστα κατορθῶν, ἓν μὲν, τῆς αὐτοῦ δυνάμεως τεκμήριον ἀναμφισβήτητον παρέχων ἡμῖν, ὅτι καὶ ἐξ ἀπεγνωσμένων δύναιτ' ἂν εἰς πέρας τὰς ὑποσχέσεις ἀγαγεῖν· ἕτερον δὲ, τὴν ἡμετέραν παιδεύων ψυχὴν πάντα πιστεύειν αὐτῷ, κἂν ἐναντία τοῖς εἰρημένοις τὰ γινόμενα φαίνηται. Τοιαύτη γὰρ ἡ τῆς ἐλπίδος ἰσχύς· οὐ καταισχύνει τὸν ἀντεχόμενον αὐτῆς εἰλικρινῶς. Εἰ γὰρ οἱ τὰς ὑποσχέσεις ἐνταῦθα λαβόντες οὕτω διετέθησαν, πολλῷ μᾶλλον ἡμᾶς τοῦτο ποιεῖν χρὴ, τοὺς οὐ κατὰ τὸν παρόντα βίον, ἀλλ' εἰς ἑτέρους αἰῶνας προσδοκῶντας τὴν ἔκβασιν τῶν χρηστῶν. Ἃ γὰρ ἐνταῦθα προεῖπε, θλῖψίς ἐστι καὶ στενοχωρία. Τί οὖν ἐστί σε τὸ θορυβοῦν; πόθεν τὴν ὑπόσχεσιν ὑποπτεύεις τοῦ Θεοῦ; Τὸ γὰρ καταφρονῆσαι μὲν δι' αὐτὸν τοῦ κόσμου παντὸς, λέγειν δὲ πάλιν ἠμελῆσθαι παρ' αὐτοῦ, οὐδὲν ἕτερόν ἐστιν ἢ ἀπιστοῦντος καὶ ὑποπτεύοντος, καὶ ἀπάτην τὴν ἐπαγγελίαν ἐκείνην εἶναι νομίζοντος· ὅπερ ἀληθῶς ἐστι δαιμονᾷν, καὶ τὸ τῆς γεέννης προκαλεῖσθαι πῦρ. Ἀλλ' εἰσί τινες οἳ βιωτικοῖς ἐνστρεφόμενοι πράγμασι, ἐν ἀνέσει διάγουσι· καὶ γὰρ καὶ τοῦτο προεῖπεν ὁ Χριστός· Ἀμὴν γὰρ, ἀμὴν λέγω ὑμῖν, φησὶν, ὅτι κλαύσετε καὶ θρηνήσετε ὑμεῖς· ὁ δὲ κόσμος χαρήσεται. Καὶ ἐπὶ τῶν προτέρων δὲ γενεῶν Βαβυλώνιοι μὲν οἱ μηδὲ τὸν Θεὸν εἰδότες, ἐν πλούτῳ καὶ δυναστείᾳ ἦσαν καὶ τιμῇ, Ἰουδαῖοι δὲ ἐν αἰχμαλωσίᾳ καὶ δουλείᾳ καὶ τοῖς ἐσχάτοις κακοῖς. Καὶ Λάζαρος μὲν ὁ τῶν οὐρανῶν ἄξιος καὶ τῆς βασιλείας τῆς ἐκεῖ, εἱλκωμένος ταῖς τῶν κυνῶν προέκειτο γλώτταις, λιμῷ μαχόμενος διηνεκεῖ· ὁ δὲ πλούσιος ἐν τιμῇ καὶ δορυφορίᾳ καὶ ἀνέσει καὶ τρυφῇ· ἀλλ' ὅμως οὐδὲν οὔτε οὗτος ἐν τῇ γεέννῃ τούτων ἀπώνατο, οὔτε Λάζαρος ἀπὸ τοῦ λιμοῦ καὶ τῶν τραυμάτων εἰς τὴν ἀκρίβειαν τοῦ παρόντος παρεβλάβη βίου· ἀλλ' ὥσπερ τις γενναῖος ἀθλητὴς, ἐν αὐχμῷ καὶ πνίγει βαρυτάτῳ παλαίων, καὶ ἐνίκησε καὶ ἐστεφανώθη. Διὰ τοῦτο καί τις σοφός φησι· Τέκνον, εἰ προσέρχῃ δουλεύειν Κυρίῳ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμόν· εὔθυνον τὴν καρδίαν σου, καὶ καρτέρησον, καὶ μὴ σπεύσῃς ἐν καιρῷ ἐπαγωγῆς. Καὶ μετ' ὀλίγα φησὶν ὅτι, Ἐν πυρὶ δοκιμάζεται χρυσὸς, καὶ ἄνθρωποι δεκτοὶ ἐν καμίνῳ ταπεινώσεως. Καὶ πάλιν ἀλλαχοῦ λέγει· Τέκνον, μὴ ὀλιγώρει παιδείας Κυρίου, μηδὲ ἐκλύου ὑπ' αὐτοῦ ἐλεγχόμενος. Ὁ γὰρ τὸ χρυσίον εἰς τὴν κάμινον ἐμβάλλων οἶδε καὶ μέχρι τίνος αὐτὸ πυρωθῆναι δεῖ, καὶ πότε ἀνασπασθῆναι. Διὰ τοῦτο οὗτος μέν φησι· Μὴ σπεύσῃς ἐν καιρῷ ἐπαγωγῆς. Ὁ δὲ Σολομὼν αὐτὸ τοῦτο διδάσκων ἔλεγε· Μὴ ἐκλύου ὑπ' αὐτοῦ ἐλεγχόμενος. Μέγα γὰρ ἡ θλῖψις, μέγα πρὸς τὸ δόκιμον ἐργάσασθαι ἄνδρα, καὶ παιδεῦσαι τῆς ὑπομονῆς τὴν ἀρετήν. Τί οὖν, φησὶν, ἂν περιτρέψῃ καὶ καταβάλῃ διὰ τῆς ὑπερβολῆς; Πιστὸς ὁ Θεὸς, ὃς οὐκ ἐάσει ἡμᾶς πειρασθῆναι ὑπὲρ ὃ δυνάμεθα, ἀλλὰ σὺν τῷ πειρασμῷ ποιήσει καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ἡμᾶς ὑπενεγκεῖν. Εἰ γὰρ ἐξ ἀγάπης μὲν ἡ παιδεία, ἡ δὲ ἐγκατάλειψις ἀπὸ μίσους, οὐκ ἔστι τοῦ αὐτοῦ φιλεῖν ὁμοῦ καὶ μισεῖν τὸν αὐτὸν, οὐδὲ παιδεύειν ὁμοῦ καὶ ἐγκαταλιμπάνειν. Πῶς οὖν πολλοὶ κατέπεσον; φησίν. Ἑαυτοὺς ἀποστερήσαντες τοῦ Θεοῦ, οὐ καταλειφθέντες ὑπ' αὐτοῦ. Ἰδοὺ γὰρ οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ ἀπολοῦνται. Μακρύνουσι δὲ μὴ φέροντες τὰς τοῦ Θεοῦ παιδείας, ἀλλ' ὀργιζόμενοι καὶ δυσανασχετοῦντες· καὶ καθάπερ οἱ μοχθηροὶ τῶν παίδων, τῶν πατέρων αὐτοὺς πρὸς διδασκάλους πεμπόντων, ἂν τοὺς ἐκεῖ πόνους καὶ τὰς ὀλίγας φυγόντες πληγὰς τῆς τῶν γονέων ἀποπηδῶσιν ὄψεως, ἐκέρδανόν τε οὐδὲν, καὶ χείροσιν ἑαυτοὺς περιέπειραν κακοῖς, ἐν ἀλλοτρίᾳ λιμώττειν καὶ ἀλᾶσθαι καὶ νοσεῖν καὶ ἀτιμάζεσθαι καὶ δουλεύειν ἀναγκαζόμενοι· οὕτω καὶ οἱ τὴν τοῦ Θεοῦ παιδείαν εὐχαρίστως μὴ φέροντες, ἀλλὰ δυσανασχετοῦντες, πρὸς τῷ μηδὲν ἐξ αὐτῆς καρπώσασθαι καὶ ταῖς ἐσχάταις ἑαυτοὺς περιβάλλουσι συμφοραῖς. Διὰ τοῦτο καρτερεῖν παρηγγέλμεθα, καὶ τὴν καρδίαν εὐθύνειν τὴν ἑαυτῶν. Ἀλλὰ πολλῷ χαλεπώτερα πέπονθας. Οὐδὲ γὰρ οἱ παιδοτρίβαι πάντας ὁμοίως καὶ ἑνὶ τρόπῳ γυμνάζουσιν, ἀλλὰ τοῖς μὲν ἀσθενεστέροις ἀσθενεῖς, τοῖς δὲ γενναίοις τοιούτους παρέχουσιν ἀνταγωνιστάς· ὁ γὰρ ἐλάττω τῆς οἰκείας δυνάμεως λαβὼν τὸν ἀνταγωνιστὴν, κἂν δι' ὅλης αὐτῷ συμπλέκηται τῆς ἡμέρας, ἐκεῖνος ἀγύμναστος ἔμεινε. Πῶς οὖν, φησὶ, τοὺς τὸν αὐτὸν ἐπανῃρημένους βίον, οὐ τοῖς αὐτοῖς ἀθλεῖν ἐποίησε πόνοις; Ὅτι οὐ μία παρὰ Θεῷ γυμνασίας ἰδέα, οὐδὲ τῶν αὐτῶν ἅπαντες δέονται, κἂν ἐν τοῖς αὐτοῖς ὦσι· καὶ γὰρ νοσοῦντες πολλοὶ ταῖς αὐταῖς νόσοις οὐ τῶν αὐτῶν ἐδεήθησαν φαρμάκων, ἀλλ' ἑτέρων μὲν οὗτοι, ἑτέρων δὲ ἐκεῖνοι. Διὰ τοῦτο ποικίλοι καὶ διάφοροι τῶν μαστίγων οἱ τρόποι, καὶ ὁ μὲν νόσῳ δοκιμάζεται μακρᾷ, ὁ δὲ βαρυτάτῃ πενίᾳ, τῷ βιάζεσθαι καὶ ἀδικεῖσθαι ἕτερος, ἄλλος τῷ συνεχεῖς καὶ ἐπαλλήλους θανάτους καὶ παίδων καὶ τῶν αὐτῷ προσηκόντων ἰδεῖν· καὶ οὗτος μὲν τῷ παρὰ πάντων ἀποῤῥίπτεσθαι καὶ μηδ' ἑνὸς ἀξιοῦσθαι λόγου, ἐκεῖνος δὲ τῷ διαβάλλεσθαι ἐφ' οἷς οὐδὲν ἑαυτῷ σύνοιδε, καὶ πονηρᾶς δόξης ἀνέχεσθαι βάρος, καὶ ἄλλος ἄλλως· οὐδὲ γὰρ δυνατὸν ἅπαντα μετὰ ἀκριβείας ἐξαριθμήσασθαι νῦν. Τούτων δὲ ἕκαστον δοκεῖ μὲν, ὅσον πρὸς τὴν τῶν σῶν παράθεσιν συμφορῶν, κοῦφον εἶναι καὶ οὐδέν· εἰ δὲ ἐν πείρᾳ κατέστης αὐτῶν ἔμαθες ἂν ὅτι τοῦτο ἐφ' ᾧ σὺ νῦν ἀλύεις, ἐκείνων πολλῷ φορητότερον. Εἰ δὲ καὶ εἰσί τινες ἔλαττον ἡμῶν παιδευόμενοι, μὴ σκανδαλιζώμεθα ἐπὶ τούτῳ· ἡ γὰρ τῶν πόνων ἐπίτασις μισθῶν ἐπίτασίς ἐστι καὶ ἔρεισμα ἀσφαλὲς πρὸς τὸ μηκέτι ἑκόντας ἢ ἄκοντας ἐκπεσεῖν· καὶ γὰρ τῦφον καταστέλλει, καὶ ῥᾳθυμίαν ἀποστρέφει, καὶ φρονιμωτέρους ποιεῖ, καὶ εὐλαβεστέρους ἐργάζεται. Καὶ ὅλως εἰ βούλοιτό τις ἐξαριθμεῖν ἅπαντα, πολλὰ ἂν εὕροι τὰ κέρδη τῶν πειρασμῶν, καὶ οὐκ ἔστιν οὐδεὶς ὧν πολὺς παρὰ τῷ Θεῷ λόγος θλίψεως ἐκτὸς, κἂν ἡμῖν μὴ οὕτω φαίνηται.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad Stagirium a daemone vexatum (lib. 1-3). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg006.local001/.
