Ancient Greek
ΠΡΟΣ ΣΤΕΛΕΧΙΟΝ, ΚΑΙ ΠΕΡΙ ΚΑΤΑΝΥΞΕΩΣ ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad Stelechium de compunctione (lib. 2) 2.1
Not analysed yet
Τοιοῦτος ὁ μακάριος Παῦλος ἦν, ὃς τοσοῦτον ἀφειστήκει τῶν παρόντων ἁπάντων ἐν μέσαις στρεφόμενος πόλεσιν, ὅσον τῶν νεκρῶν ἀφεστήκαμεν σωμάτων ἡμεῖς. Ὅταν γὰρ λέγῃ, Ἐμοὶ κόσμος ἐσταύρωται, ταύτην λέγει τὴν ἀναισθησίαν· μᾶλλον δὲ οὐ ταύτην μόνην, ἀλλὰ καὶ ἑτέραν τοιαύτην, ὡς εἶναι τὴν προειρημένην διπλῆν. Οὐ γὰρ εἶπε μόνον, Ἐμοὶ κόσμος ἐσταύρωται, καὶ ἐσιώπησεν, ἀλλὰ διὰ τῆς ἐπαγωγῆς καὶ ἑτέραν ἐδήλωσεν εἰπὼν, ὅτι Κἀγὼ τῷ κόσμῳ. Μεγάλη μὲν οὖν φιλοσοφία καὶ τὸ νομίζειν νεκρὸν εἶναι τὸν κόσμον, πλείων δὲ ταύτης καὶ πολλῷ μείζων τὸ καὶ αὐτὸν ὡς τεθνηκότα διακεῖσθαι πρὸς ἐκεῖνον. Ὅπερ οὖν ὁ Παῦλος ἐνέφηνε, τοιοῦτον δή τί ἐστι· λέγει γὰρ οὐ τοσοῦτον ἀπέχειν τῶν παρόντων, ὅσον οἱ ζῶντες τῶν νεκρωθέντων, ἀλλ' ὅσον οἱ νεκροὶ τῶν νεκρῶν. Διότι ὁ μὲν ζῶν, εἰ καὶ μὴ ἐπιθυμεῖ τοῦ τετελευτηκότος, ἀλλ' ἑτέρως αἰσθάνεται, ἢ καὶ θαυμάζων ἔτι τὸ κάλλος τοῦ κειμένου, ἢ καὶ ἐλεῶν αὐτὸν καὶ δακρύων· ὁ δὲ νεκρὸς πρὸς τὸν ἀπελθόντα οὐδὲ ταύτην ἔχει τὴν σχέσιν καὶ τὴν διάθεσιν. Τοῦτο τοίνυν ἐμφῆναι βουλόμενος, εἰπὼν, Ἐμοὶ κόσμος ἐσταύρωται, ἐπήγαγε, κἀγὼ τῷ κόσμῳ. Ὁρᾷς πόσον ἀφειστήκει τῆς οἰκουμένης, πῶς ἐν τῇ γῇ βαδίζων πρὸς αὐτὴν ἀνεπεπηδήκει τοῦ οὐρανοῦ τὴν κορυφήν; Μὴ γάρ μοι τὰς ἀκρωρείας εἴπῃς τῶν ὀρῶν, μηδὲ νάπας καὶ φάραγγας καὶ ἐρημίαν ἄβατον· οὐδὲ γὰρ ἱκανὰ ταῦτα μόνα ψυχῆς θόρυβον ἐξελεῖν· ἀλλὰ δεῖ τῆς φλογὸς ἐκείνης, ἣν ἀνῆψε μὲν ὁ Χριστὸς ἐν τῇ τοῦ Παύλου ψυχῇ, ἔτρεφε δὲ ὁ μακάριος ἐκεῖνος διὰ τούτου τοῦ πνευματικοῦ λογισμοῦ, καὶ πρὸς τοσοῦτον ὕψος ἐπῆρεν, ὡς κάτωθεν ἀρξαμένην ἀπὸ τῆς γῆς, πρὸς αὐτὸν φθάσαι τὸν οὐρανὸν, καὶ τὸν ὑπὲρ τοῦτον οὐρανὸν, καὶ τὸν μετ' ἐκεῖνον πάλιν. Αὐτὸς μὲν γὰρ ἕως τρίτου ἡρπάγη οὐρανοῦ· ὁ δὲ πόθος αὐτοῦ καὶ ἡ πρὸς τὸν Χριστὸν ἀγάπη οὐ τρεῖς μόνον, ἀλλὰ καὶ πάντας τοὺς οὐρανοὺς ὑπερηκόντισε. Τὸ μὲν γὰρ σῶμα βραχὺς ἦν, καὶ πλέον ἡμῶν κατὰ τοῦτο εἶχεν οὐδέν· τῇ δὲ πνευματικῇ διαθέσει πάντας τοὺς ὄντας ἀνθρώπους ἐπὶ τῆς γῆς ἐκ πολλοῦ τοῦ περιόντος παρήλασεν. Καὶ οὐκ ἄν τις ἁμάρτοι τούτου γε ἕνεκα τοιαύτῃ τινὶ τὸν ἅγιον ἐκεῖνον εἰκόνι παραβαλὼν, ὥσπερ ἂν εἴ τις φλὸξ τὰ νῶτα πάσης ἐπισχοῦσα τῆς γῆς, καὶ πρὸς ὕψος ἀρθεῖσα πάντοθεν παρέλθοι τὴν οὐράνιον ἁψῖδα, καὶ τὸν ὑπὲρ ταύτης ἀέρα διαδραμοῦσα, εἴτε ἀήρ ἐστι, εἴθ' ὅ τί ποτε, πληρώσαι τοῦ πυρὸς τὸ μέσον τῶν δύο τούτων οὐρανῶν, καὶ μηδὲ ἐνταῦθα σταίη τοῦ δρόμου, ἀλλὰ καὶ πρὸς τὸν τρίτον ἀθρόως ἐκπηδήσασα ἀναβαίη, καὶ πάντα ἐργάσαιτο μίαν πυρὰν, τοσοῦτον μὲν ἔχουσαν πλάτος, ὅσον τὸ εὖρος πάσης τῆς γῆς, τοσοῦτον δὲ ὕψος, ὅσον ἀπὸ τοῦ τρίτου οὐρανοῦ πρὸς ἡμᾶς. Μᾶλλον δὲ οὐδὲ τὸ πολλοστὸν τῆς ἀγάπης αὐτοῦ μέρος εἰρηκέναι μοι δοκῶ. Καὶ ὅτι οὐχ ὑπερβολή ἐστι τὰ ῥήματα, εἴσεταί τις ἀκριβῶς τὰ πρὸς Δημήτριον ἡμῖν ταύτης ἕνεκεν γραφέντα τῆς ὑποθέσεως ἐπελθών. Οὕτω δεῖ φιλεῖν τὸν Χριστὸν, οὕτω τῶν παρόντων ἀφεστάναι πραγμάτων. Τοιαύτας εἶχον καὶ οἱ ἅγιοι προφῆται ψυχάς· διὰ τοῦτο καὶ ἑτέρους ἔλαβον ὀφθαλμούς. Τὸ μὲν οὖν ἀποστῆσαι τῶν παρόντων ἑαυτοὺς, τῆς ἐκείνων σπουδῆς ἦν· τὸ δὲ μετὰ ταῦτα ἑτέρας ἀνοιγῆναι πρὸς τὴν τῶν μελλόντων θεωρίαν ὄψεις αὐτοῖς, τῆς τοῦ Θεοῦ λοιπὸν ἐγίνετο χάριτος. Τοιοῦτος Ἑλισσαῖος ἦν, ὃς ἐπειδὴ πάντων ἀπέστη τῶν βιωτικῶν, καὶ τῆς βασιλείας ἠράσθη τῆς ἐν τῷ οὐρανῷ, καὶ τὰ παρόντα διέπτυσεν ἅπαντα, βασιλείαν καὶ δυναστείαν καὶ δόξαν λέγω, καὶ τὴν παρὰ πάντων τιμὴν, εἶδεν ἃ μηδεὶς ἕτερος εἶδέ ποτε, ὄρος ὁλόκληρον ἵππων πυρίνων καὶ ἁρμάτων καὶ στρατιωτῶν τοιούτων παρατάξει κρυπτόμενον. Ὁ μὲν γὰρ τὰ παρόντα θαυμάζων, οὐκ ἂν ἀξιωθείη τῆς τῶν μελλόντων θεωρίας ποτέ· ὁ δὲ τούτων ὑπερορῶν, καὶ οὐδὲν ἄμεινον σκιᾶς καὶ ὀνείρατος αὐτὰ διακεῖσθαι νομίζων, ταχέως ἐπιτεύξεται τῶν μεγάλων ἐκείνων καὶ πνευματικῶν. Ἐπεὶ καὶ ἡμεῖς τότε τὸν πλοῦτον τὸν ἀνδράσι προσήκοντα τοῖς παισὶν ἐπιδείκνυμεν τοῖς ἡμετέροις, ὅταν ἄνδρας αὐτοὺς γενομένους ἴδωμεν, καὶ τῶν παιδικῶν ὑπερορῶντας ἁπάντων· ἕως δ' ἂν ἐκεῖνα θαυμάζωσιν, ἀναξίους τούτων εἶναι νομίζομεν. Ψυχὴ γὰρ μὴ μελετήσασα τῶν μικρῶν καὶ βιωτικῶν καταφρονεῖν, οὐ δυνήσεται θαυμάσαι τὰ ἐν τοῖς οὐρανοῖς· ὥσπερ ἐκεῖνα θαυμάζουσα, οὐ δυνήσεται τούτων μὴ καταγελᾷν. Τοῦτο καὶ ὁ μακάριος Παῦλος ἔλεγεν· εἰ γὰρ καὶ περὶ δογμάτων εἴρηται τὸ λεχθὲν, ἔχοι ἂν καιρὸν καὶ περὶ τρόπων εἰρῆσθαι καὶ δωρεῶν, ὅτι Ὁ ψυχικὸς ἄνθρωπος οὐ δέχεται τὰ τοῦ Πνεύματος τοῦ Θεοῦ.