# Ad Stelechium de compunctione (lib. 2) 3.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad Stelechium de compunctione (lib. 2), ΠΡΟΣ ΣΤΕΛΕΧΙΟΝ, ΚΑΙ ΠΕΡΙ ΚΑΤΑΝΥΞΕΩΣ ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/ad-stelechium-de-compunctione-lib-2/3.1

Ὅπερ οὖν ἔφην, ἐρημίας ἐπιζητῶμεν, μὴ τὰς ἐκ τόπων μόνον, ἀλλὰ καὶ τὰς ἀπὸ τῆς προαιρέσεως, καὶ πρὸ τῶν ἄλλων ἁπάντων τὴν ψυχὴν εἰς αὐτὴν ἄγωμεν τὴν ἀοίκητον. Μετὰ γὰρ τῆς τοιαύτης καταστάσεως καὶ ὁ μακάριος Δαυῒδ πόλιν οἰκῶν, καὶ βασιλείαν οἰκονομῶν, καὶ μυρίαις περιβεβλημένος φροντίσι, τῶν τὰς ἐρημίας κατειληφότων θερμότερον συνείχετο τῷ τοῦ Χριστοῦ πόθῳ. Τὰ γὰρ δάκρυα καὶ τὰς οἰμωγὰς καὶ τοὺς ὀλοφυρμοὺς ἐκείνους, τοὺς ἐν ἡμέρᾳ, τοὺς ἐν νυκτὶ, μόλις ἕνα που καὶ δεύτερον τῶν νῦν ἐσταυρωμένων ἐπιδεικνύμενον ἴδοι τις ἂν, εἴ γέ τις ὅλως ἐστί. Μὴ γὰρ τοὺς θρήνους ἐξετάσωμεν μόνον, ἀλλὰ καὶ τίς ὢν ἐποιεῖτο τούτους ἴδωμεν ἀκριβῶς. Οὐ γάρ ἐστιν ἴσον, ἐν ἀξιώματι τοσούτῳ τυγχάνοντα, καὶ παρὰ πάντων θεραπευόμενον, καὶ μηδένα τὸν ἐπιτιμῶντα ἔχοντα ταπεινοῦσθαι καὶ κάμπτεσθαι καὶ κατεσθίειν ἑαυτὸν, καὶ πάντων τούτων ἀπεστερημένον τὸ αὐτὸ δὴ τοῦτο ποιεῖν. Ὁ μὲν γὰρ βασιλεὺς πολλὰ ἔχει τὰ πρὸς διάχυσιν αὐτὸν ἐξάγοντα, καὶ συστεῖλαι κωλύοντα τὴν ψυχήν. Καὶ γὰρ ὑπὸ τῆς καθημερινῆς τρυφῆς διαλύεται καὶ χαῦνος γίνεται, καὶ ὑπὸ τῆς ἐξουσίας φυσᾶται καὶ πρὸς ἀπόνοιαν αἴρεται· ἐκκαίει δὲ καὶ ὁ τῆς δόξης ἔρως αὐτὸν, καὶ ὁ τῶν σωμάτων οὐχ ἧττον, ὑπὸ μὲν τῆς ἐξουσίας τικτόμενος, τρεφόμενος δὲ ὑπὸ τῆς τρυφῆς. Πρὸς τούτοις αἱ τῶν φροντίδων νιφάδες πάντοθεν αὐτὸν βάλλουσαι τῶν παθῶν ἐκείνων οὐκ ἔλαττον θορυβοῦσιν αὐτοῦ τὴν ψυχήν· ὅθεν οὐδὲ μικρὰν παρείσδυσιν ἡ κατάνυξις εὑρεῖν δυνήσεται, τοσούτοις εἰργομένη τειχίσμασιν· ἀγαπητὸν γὰρ καὶ πάντων τούτων ἀπηλλαγμένην δυνηθῆναι ἐν αὐτῇ τοῦτο φυτεῦσαι τὸ καλόν. Ὁ δὲ ἰδιώτης πάσης ταύτης ἔξω τῆς ταραχῆς ἕστηκεν, ἂν μὴ λίαν ᾗ διεστραμμένος· διὸ καὶ μετ' ἐλάττονος δυσκολίας ἐπὶ τὸ πρᾶγμα δυνήσεται ἐλθεῖν· ἀλλ' οὐχ ὁ ἐν δυναστείᾳ καὶ ἀρχῇ καὶ θεραπείᾳ τοσαύτῃ. Καὶ ὥσπερ χαλεπὸν, μᾶλλον δὲ ἀδύνατον ἀναμίξαι ὕδατι πῦρ, οὕτως, οἶμαι, τρυφὴν καὶ κατάνυξιν εἰς ταυτὸ συναγαγεῖν· ἐναντία γὰρ ταῦτα, καὶ ἀλλήλων ἐστὶν ἀναιρετικά. Ἡ μὲν γὰρ δακρύων ἐστὶ μήτηρ καὶ νήψεως, ἡ δὲ γέλωτος καὶ παραφορᾶς· καὶ ἡ μὲν κούφην καὶ ὑπόπτερον ἐργάζεται τὴν ψυχὴν, ἡ δὲ αὐτὴν παντὸς μολύβδου βαρυτέραν καθίστησι. Καὶ οὔπω δὴ τὸ πάντων μεῖζον εἶπον, ὅτι ὁ μὲν ἐν χρόνοις ἐπολιτεύετο οὐδὲν μέγα ἀπαιτοῦσιν εἰς πολιτείας ἀκρίβειαν· ἡμεῖς δὲ τότε εἰς τὸν ἀγῶνα καθήκαμεν, ὅτε οὐ μόνον τὰ ἄλλα, ἀλλὰ καὶ αὐτὸ τὸ γελᾷν πολλὴν ἔχει τὴν κόλασιν, ἐπαινεῖται δὲ πανταχοῦ τὸ πενθεῖν καὶ τὸ θλίβεσθαι. Ἀλλ' ὅμως ὁ μακάριος ἐκεῖνος πάντα ταῦτα διακόψας τὰ κωλύματα, οὕτως αὐτῆς ἐπελάβετο σφοδρῶς, ὡς τῶν πολλῶν εἷς ὢν, καὶ μηδὲ ὄναρ ποτὲ βασιλείαν, μηδὲ τὴν ἐν βασιλείοις πολυτέλειαν θεασάμενος, καὶ τοσαύτην ἐν ἁλουργίδι καὶ διαδήματι καὶ θρόνῳ βασιλικῷ τὴν κατάνυξιν ἐπεδείξατο, ὅσην ὁ ἐν σάκκῳ καὶ σποδῷ καὶ ἐν ἐρημίᾳ καθήμενος. Καὶ γὰρ οἷς ἂν γνησίως τοῦτο παραγένηται τὸ καλὸν, τοσαύτην ἐπιδείκνυται τὴν ἰσχὺν, ὅσην ἐν ταῖς ἀκάνθαις τὸ πῦρ. Τοῦτο κἂν ὑπὸ μυρίων ἀγχόμενον εὕρῃ κακῶν, κἂν πολλὰ τὰ σχοινία τῶν ἁμαρτημάτων περικείμενον, κἂν σφοδρὰν τῶν ἐπιθυμιῶν τὴν φλόγα καίουσαν, κἂν πολὺν τῶν βιωτικῶν πραγμάτων περιεστῶτα θόρυβον, πάντα ἐκεῖνα εὐθέως σφοδρᾷ τινι μάστιγι κατ' ἄκρας ἐλαύνουσα πόῤῥω καθίστησι τῆς ψυχῆς. Καὶ καθάπερ πρὸς ἀνέμου βίαν ῥαγδαίου οὐκ ἄν ποτε σταίη κόνις λεπτὴ, οὕτως οὐδὲ τὸ τῶν ἐπιθυμιῶν πλῆθος κατανύξεως ῥύμην ἐμπεσοῦσαν δυνήσεται ἐνεγκεῖν, ἀλλ' ἀφανίζεται καὶ διαχεῖται καὶ κόνεως καὶ καπνοῦ θᾶττον παντός. Εἰ γὰρ ὁ τῶν σωμάτων ἔρως οὕτω δουλοῦται τὴν ψυχὴν, ὡς πάντων αὐτὴν ἀπαγαγεῖν, καὶ τῇ τῆς ἐρωμένης προσηλῶσαι τυραννίδι μόνῃ, τί οὐκ ἂν ὁ τοῦ Χριστοῦ πόθος ἐργάσαιτο, καὶ τὸ δέος τῆς ἐκείνου ἀλλοτριώσεως; Ἅπερ ἀμφότερα ταῦτα οὕτως ἔστρεφε τοῦ προφήτου τὴν ψυχὴν, ὡς ποτὲ μὲν λέγειν· Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σὲ, ὁ Θεός· καὶ πάλιν, Ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι· καὶ, Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου· ποτὲ δὲ, Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad Stelechium de compunctione (lib. 2). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg005.local001/.
