# Ad Theodorum lapsum (lib. 2) (+ Epistula ad Theodorum monachum) 4

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad Theodorum lapsum (lib. 2) (+ Epistula ad Theodorum monachum), Sect 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/ad-theodorum-lapsum-lib-2-epistula-ad-theodorum-monachum/4

Πολλοὺς ἔχεις Θεοῦ χάριτι καὶ μεγάλους τοὺς συναλγοῦντας, τοὺς ἀλείφοντας, τοὺς ὑπὲρ τῆς σῆς τρέμοντας ψυχῆς· τὸν ἅγιον τοῦ θεοῦ Βαλέριον, τὸν πάντα αὐτῷ τιμιώτατον ἀδελφὸν Φλωρέντιον, τὸν τὴν τοῦ Χριστοῦ σοφίαν σοφὸν Πορφύριον, καὶ ἑτέρους πολλούς. Οὗτοι καθ' ἑκάστην ὀλοφύρονται τὴν ἡμέραν ὑπὲρ σοῦ καὶ εὐχόμενοι οὐκ ἐπαύσαντο· καὶ ἔτυχον δ' ἂν ὧν ἐδέοντο πάλαι, εἰ μικρὸν γοῦν ἀπολῦσαι σαυτὸν ἠθέλησας τῶν τοῦ πολεμίου βρόχων. Πῶς οὖν οὐκ ἄτοπον ἑτέρους μὲν μηδὲ νῦν ἀπογνῶναί σου τὴν σωτηρίαν, ἀλλὰ δι' ὅλου τὸ μέλος αὐτῶν ἀπολαβεῖν εὔχεσθαι, σὲ δὲ ἅπαξ πεσόντα μὴ θέλειν ἀναστῆναι, ἀλλὰ κεῖσθαι, μόνον οὐχὶ βοῶντα πρὸς τὸν ἐχθρόν· Σφάττε, [παῖε], μὴ φείσῃ· «Μὴ ὁ πίπτων οὐκ ἀνίσταται;» ὁ θεῖος ἔφη χρησμός. Σὺ δὲ μάχῃ τούτῳ καὶ ἀντιλέγεις· τὸ γὰρ πεσόντα ἀπογνῶναι, οὐδὲν ἄλλο ἐστὶν εἰπεῖν ἢ ὅτι ὁ πίπτων οὐκ ἀνίσταται. Μή, παρακαλῶ, μὴ τοσοῦτον ἀδικήσῃς σαυτόν· μὴ τοσαύτην ἡμῶν καταχέῃς ὀδύνην. Οὐ λέγω νῦν, ὅτε οὔπω εἰκοστὸν ἄγεις ἔτος, ἀλλὰ εἰ καὶ πολλὰ ποιήσας καὶ τὸν ἅπαντα βίον ἐν Χριστῷ ζήσας, ἐν ἐσχάτῳ γήρᾳ τοσαύτην ἔπαθες τὴν ἐπήρειαν, οὐδὲ τότε ἀπογνῶναι καλόν, ἀλλ' ἐν νῷ λαβεῖν τὸν ἐν σταυρῷ δικαιωθέντα λῄστην, τοὺς περὶ τὴν ἑνδεκάτην ἐργασαμένους ὥραν, καὶ ὅλης τῆς ἡμέρας ἀπειληφότας τὸν μισθόν. Ὥσπερ δὲ οὐ καλὸν τοὺς ἐν ἐσχάτῳ τέρματι πεσόντας ἀπελπίζειν, ἐὰν σωφρονῶσιν, οὕτως οὐκ ἀσφαλὲς ταύτῃ τρέφεσθαι τῇ ἐλπίδι καὶ λέγειν ὅτι· μετὰ ταῦτα ... Τέως μὲν ἀπολαύσω τῶν ἡδέων τοῦ βίου ὕστερον δὲ ὀλίγον πονέσας τοῦ παντὸς ἀπολήψομαι χρόνου τοὺς μισθούς. Καὶ γὰρ μέμνημαί σου πολλάκις εἰρηκότος, ἡνίκα ἄν σοι πονηρὰ παρῄνουν εἰς μουσεῖα φοιτῶντι· «Τί δαί; κἂν ἐν τῷ βραχεῖ χρόνῳ τούτῳ καλῶς καταλύσω τὸν βίον, πῶς ἀπελεύσομαι πρὸς τὸν εἰρηκότα· «Μὴ μέλλε ἐπιστρέφειν πρὸς Κύριον, μηδὲ ἀναβάλλου ἡμέραν ἐξ ἡμέρας.» Τοῦτον ἀνάκτησαι τὸν λογισμόν, καὶ δεῖσον τὸν κλέπτην· οὕτως γὰρ ὁ Χριστὸς τὴν ἐνθένδ' ἡμῶν ἔξοδον καλεῖ, διὰ τὸ ἀγνοοῦσιν ἐφίστασθαι. Ἐννόησον τὰς τοῦ βίου φροντίδας, τὰς ἰδίᾳ, τὰς κοινῇ γινομένας, τοὺς τῶν ἀρχόντων φόβους, τὸν τῶν πολιτῶν φθόνον, τὸν μέχρι τῶν ἐσχάτων πολλάκις ἐπαρτηθέντα κίνδυνον, τοὺς πόνους, τὰς ταλαιπωρίας, τὰς κολακείας τὰς δουλοπρεπεῖς καὶ οὐδὲ τῶν ἀνδραπόδων τοῖς σπουδαίοις προσηκούσας, τούτων δὲ τῶν πόνων τὸν καρπὸν ἐνθάδε τελευτᾶν, οὗ τί γένοιτ' ἂν ἀλγεινότερον; Πολλοῖς δὲ οὐδὲ ἀπολαῦσαι ὑπὲρ ὧν ἐπόνεσαν συνέβη, ἀλλὰ τὴν πρώτην ἡλικίαν πόνοις καὶ κινδύνοις ἀναλώσαντες, ἡνίκα ἤλπισαν ἀπολήψεσθαι τοὺς μισθούς, ἀπῆλθον οὐδὲν ἔχοντες μεθ' ἑαυτῶν. <Καὶ οὐκ ἀδίκως.> Εἰ γὰρ τὸν ἐπὶ γῆς βασιλέα μετὰ τὸ πολλοὺς μὲν ὑπομεῖναι κινδύνους, πολλοὺς δὲ ἀνύσαι πολέμους, μόλις τις ὄψεται μετὰ παρρησίας, πῶς τὸν οὐράνιον ἰδεῖν δυνήσεταί τις τὸν ἅπαντα χρόνον ἑτέρῳ ζήσας καὶ στρατευσάμενος;

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad Theodorum lapsum (lib. 2) (+ Epistula ad Theodorum monachum). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg001.local001/.
