# Ad Theodorum lapsum (lib. 2) (+ Epistula ad Theodorum monachum) 6

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad Theodorum lapsum (lib. 2) (+ Epistula ad Theodorum monachum), Sect 6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/ad-theodorum-lapsum-lib-2-epistula-ad-theodorum-monachum/6

Οἶδα τὸ μέτρον ἐξελθὼν τῆς ἐπιστολῆς, ἀλλὰ συγγνῶθι· οὐ γὰρ οὐχ ἑκὼν εἰς τοῦτο προῆλθον, ἀλλ' ὑπὸ τῆς λύπης καὶ τῆς ἀγάπης ἀναγκασθείς, δι' ἣν καὶ ταύτην ἐβιασάμην ἐμαυτὸν γράψαι τὴν ἐπιστολήν, πολλῶν κωλυόντων καὶ λεγόντων· «Παῦσαι ματαιοπονῶν καὶ κατὰ πετρῶν <οἷον> σπείρων.» Ταῦτα ἔλεγόν μοι πολλοί. Ἐγὼ δὲ οὐδενὸς ἤκουσα· ἐλπὶς γάρ, ἔφην πρὸς ἐμαυτόν, θεοῦ θέλοντος, ἀνύσειν τι τὰ γράμματα· εἰ δὲ ὅπερ ἀπευχόμεθα συμβαίη, τὸ γοῦν σιγῆς μὴ ἐγκαλεῖσθαι κερδανοῦμεν, καὶ ἐσόμεθα τῶν θάλατταν πλεόντων οὐ χείρους, οἳ τοὺς ὁμοτέχνους ὅταν ἴδωσι, τῆς νηὸς ἢ κυμάτων ἢ πνευμάτων βίᾳ λυθείσης, ἐπὶ σανίδος φερομένους, ἱστία καθελόντες καὶ ἀγκύρας χαλάσαντες καὶ εἰς ἀκάτιον ἐμβάντες, ἀνθρώπους ἀγνώστους, ἀπὸ δὲ συμφορᾶς ἐπιγιγνωσκομένους μόνον, ἀνασῴζειν ἐπιχείρουσιν. Εἰ δὲ μὴ βούλονται ἐκεῖνοι, οὐδεὶς ἂν αὐτῶν τῆς ἀπολείας τοὺς ἐπιχειρήσαντας σῶσαι, αἰτιάσαιτο. Ταῦτα τὰ παρ' ἡμῶν· πιστεύομεν δὲ ὅτι, θεοῦ χάριτι, ὑπάρξει καὶ τὰ παρὰ σοῦ, καὶ πάλιν σε διαπρέποντα κατὰ τὴν τιμίαν ἀγέλην ὀψόμεθα τοῦ Χριστοῦ. Ὑγιαίνοντά σε τὴν ἀληθῆ ὑγίειαν θᾶττον ἀπολάβοιμεν εὐχαῖς ἁγίων, ὦ φίλη κεφαλή. Εἴ τίς σοι λόγος ἡμῶν ἐστι καὶ μὴ πάντη τῆς μνήμης ἡμᾶς ἐξέβαλες τῆς σῆς, ἀντιγράψαι καταξίωσον ἡμῖν· εὐφρανεῖ γὰρ ἡμᾶς ἡ σὴ ἐπιστολή· ἡ δὲ σὴ τελειότης τὰ ἔτι μειζόνως νοεῖν δυναμένη καὶ ἡμᾶς ὠφελήσει καὶ γράφουσα καὶ προσευχομένη. Ἐρρῶσθαί σε εὐχόμεθα ἐν Κυρίῳ. Ἀμήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad Theodorum lapsum (lib. 2) (+ Epistula ad Theodorum monachum). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg001.local001/.
