# Adversus ebriosos et de resurrectione domini nostri Jesu Christi 2.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Adversus ebriosos et de resurrectione domini nostri Jesu Christi, Section 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/adversus-ebriosos-et-de-resurrectione-domini-nostri-jesu-christi/2.1

Βούλει μαθεῖν πῶς ὁ μεθύων καὶ τοῦ δαιμονῶντός ἐστι χείρων; Τὸν δαιμονῶντα πάντες ἐλεοῦμεν, τοῦτον δὲ μισοῦμεν· ἐκείνῳ συναλγοῦμεν, τούτῳ δὲ ὀργιζόμεθα καὶ ἀγανακτοῦμεν. Τί δήποτε; Ἐκείνῳ μὲν ἐπήρεια, τούτῳ δὲ ῥᾳθυμία τὸ πάθος· ἐκείνῳ ἐπιβουλὴ ἐχθρῶν, τούτῳ δὲ ἐπιβουλὴ λογισμῶν· καὶ τοιαῦτα πάσχει τῷ δαιμονῶντι ὁ μεθύων, ὁμοίως περιφέρεται, ὁμοίως ἐξέστηκεν, ὁμοίως καταπίπτει, ὁμοίως διαστρέφει τὰς κόρας, ὁμοίως σπαίρει κείμενος ἐπὶ τῆς γῆς· ἀφρὸν ἐκ τοῦ στόματος προΐεται, καὶ οὕτως ἐκχεῖ σίελον σεσηπότα, καὶ δυσωδίας ἐμπέπλησται τὸ στόμα ἀφορήτου. Φίλοις ἀηδὴς ὁ τοιοῦτος, ἐχθροῖς καταγέλαστος, οἰκέταις εὐκαταφρόνητος, γυναικὶ ἀτερπὴς, πᾶσι φορτικὸς, τῶν ἀλόγων αὐτῶν ἀτερπέστερος. Τὰ ἄλογα μέχρι τότε πίνει ἕως ἂν διψῇ, καὶ τῇ χρείᾳ τὴν ἐπιθυμίαν ἵστησιν· οὗτος δὲ τῇ ἀκολασίᾳ παρέρχεται τὴν ἐπιθυμίαν, καὶ γέγονε τῶν ἀλόγων ἀλογώτερος· καὶ τὸ δὴ χαλεπώτερον, ὅτι νόσημα τοσούτων γέμον κακῶν καὶ τοσαύτας ἔχον συμφορὰς οὐδὲ ἔγκλημα εἶναι νομίζεται· ἀλλ' ἐν ταῖς τῶν πλουτούντων τραπέζαις ἅμιλλα καὶ ἀγὼν ὑπὲρ τῆς ἀσχημοσύνης γίνεται ταύτης, καὶ φιλονεικοῦσι μειζόνως πρὸς ἀλλήλους, τίς ἑαυτὸν παραδειγματίσει, τίς πλείονα παράσχῃ γέλωτα, τίς μᾶλλον διαλύσει τὰ νεῦρα, τίς μᾶλλον καταλύσει τὴν δύναμιν, τίς τὸν κοινὸν Δεσπότην παροξυνεῖ πλέον· καὶ ἔστιν ἰδεῖν στάδιον καὶ ἅμιλλαν διαβολικήν. Ὁ μεθύων τῶν νεκρῶν ἀθλιώτερος· ἐκεῖνος μὲν γὰρ ἀναίσθητος κεῖται, καὶ πρὸς τὰ καλὰ καὶ πρὸς τὰ κακὰ ἀνενέργητος· οὗτος δὲ πρὸς τὴν τῶν κακῶν ἐργασίαν ἐστὶν ἐπιτήδειος· καὶ καθάπερ ἐν μνήματι τῷ σώματι τὴν ψυχὴν κατορύξας, νεκρὸν περιφέρει τὸ σῶμα. Εἶδες πῶς τοῦ δαιμονῶντός ἐστιν ἀθλιώτερος; πῶς τῶν νεκρῶν ἀναισθητότερος; Βούλει τὸ πάντων τούτων μεῖζον εἴπω καὶ χαλεπώτερον; Μεθύων ἄνθρωπος εἰς βασιλείαν οὐρανῶν εἰσελθεῖν οὐ δύναται· τίς ταῦτά φησι; Παῦλος. Μὴ πλανᾶσθε· οὔτε πόρνοι, οὔτε εἰδωλολάτραι, οὔτε μοιχοὶ, οὔτε μαλακοὶ, οὔτε ἀρσενοκοῖται, οὔτε κλέπται, οὔτε πλεονέκται, οὐ μέθυσοι, οὐ λοίδοροι, οὐχ ἅρπαγες βασιλείαν Θεοῦ κληρονομήσουσιν. Ἤκουσας εἰς ποῖον αὐτὸν ἔταξε χορόν; Μετὰ τῶν ἡταιρηκότων, μετὰ τῶν πορνευσάντων, μετὰ τῶν εἰδωλολατρῶν, μετὰ τῶν μοιχῶν, μετὰ τῶν λοιδόρων, μετὰ τῶν πλεονεκτῶν, μετὰ τῶν ἁρπάγων. Τί οὖν, φησίν; ὁ μεθύων καὶ ὁ ἡταιρηκὼς τὸ αὐτό; ὁ μεθύων καὶ ὁ εἰδωλολάτρης τὸ αὐτό; Μή μοι λέγε ταῦτα, ἄνθρωπε· νόμους ἀνέγνων θείους, ἐμὲ τὰς εὐθύνας μὴ ἀπαίτει· Παῦλον ἐρώτησον, καὶ αὐτὸς ἀποκρίνεται. Εἰ μὲν γὰρ σὺν αὐτοῖς ἢ μὴ μετ' αὐτῶν κατατάττεται τῇ κολάσει, οὐκ ἔχω λέγειν· ὅτι δὲ καὶ ὁμοίως τῷ εἰδωλολάτρῃ τῆς βασιλείας τῶν οὐρανῶν ἐκπίπτει, τοῦτο σφόδρα ἂν διισχυρισαίμην· τούτου δὲ ὁμολογουμένου, τί λοιπὸν ἐμὲ εὐθύνας ἀπαιτεῖς τοῦ μέτρου τῆς ἁμαρτίας; Ὅταν γὰρ ἔξω μείνῃ τῶν θυρῶν, ὅταν ἐκπέσῃ τῆς βασιλείας, ὅταν ἔρημος γένηται τῆς σωτηρίας, ὅταν εἰς τὴν κόλασιν αἰώνιον παραπεμφθῇ· τί μοι μέτρα ἁμαρτημάτων καὶ ζυγὰ καὶ στάθμια προτείνεις; Ὄντως, ἀγαπητοὶ, δεινὸν ἡ μέθη καὶ χαλεπὸν πάνυ. Οὐ πρὸς ὑμᾶς λέγω· μὴ γένοιτο· πάνυ γὰρ πέπεισμαι, ὅτι καθαρὰ ὑμῶν ἡ ψυχὴ τοῦ νοσήματος καὶ τοῦ πάθους τούτου, καὶ τεκμήριον τῆς ὑγείας ἡ ἐνταῦθα διατριβὴ, ἡ μετὰ σπουδῆς σύνοδος, ἡ νήφουσα ἀκρόασις· οὐδεὶς γὰρ οἴνῳ μεθύων ἐπιθυμεῖν θείων λογίων δύναται. Μὴ μεθύσκεσθε οἴνῳ ἐν ᾧ ἐστιν ἀσωτία· ἀλλὰ πληροῦσθε ἐν Πνεύματι. Αὕτη ἡ καλὴ μέθη· κάρωσόν σου τὴν ψυχὴν τῷ Πνεύματι, ἵνα μὴ καρώσῃς τῇ μέθῃ· προκατάλαβε τὴν διάνοιαν καὶ τοὺς λογισμοὺς, ἵνα μὴ εὕρῃ χώραν ἐκεῖνο τὸ πάθος τὸ ἀναίσχυντον. Διὰ τοῦτο οὐκ εἶπε, Μετέχετε Πνεύματος, ἀλλὰ Πλη ροῦσθε Πνεύματος. Ἕως ἄνω τὴν διάνοιαν καθάπερ ποτήριον τοῦ Πνεύματος πλήρωσον, ἵνα μηδὲν ἐμβαλεῖν δυνηθῇ λοιπὸν ὁ διάβολος· οὐ γὰρ ἁπλῶς δεῖ μετέχειν λοιπὸν τοῦ Πνεύματος, ἀλλὰ πληροῦσθαι Πνεύματος, ψαλμοῖς, ὕμνοις, ᾠδαῖς πνευματικαῖς, ὧν ἐπληρώθητε σήμερον. Διὰ τοῦτο θαῤῥῶ περὶ τῆς σωφροσύνης ὑμῶν. Ἔστιν ἡμῖν ποτήριον μέθης καλὸν, ἔστι ποτήριον μέθης σωφροσύνην ποιοῦν, οὐ παράλυσιν. Ποῖον δὲ τοῦτο; Τὸ ποτήριον τὸ πνευματικὸν, τὸ ποτήριον τὸ ἄχραντον τοῦ αἵματος τοῦ Δεσποτικοῦ. Ἐκεῖνο οὐ ποιεῖ μέθην, ἐκεῖνο οὐ ποιεῖ παράλυσιν· οὐ γὰρ παραλύει δύναμιν, ἀλλ' ἐγείρει δύναμιν· ἐκεῖνο οὐ καταλύει τὰ νεῦρα, ἀλλὰ τονοῖ τὰ νεῦρα· ἐκεῖνο γὰρ νῆψιν ποιεῖ, ἐκεῖνο αἰδέσιμον ἀγγέλοις, φοβερὸν δαίμοσι, τίμιον τοῖς ἀνθρώποις, ἐπέραστον τῷ Δεσπότῃ. Ὁρᾷς πῶς φησιν ὁ Δαυῒδ περὶ τοῦ ποτηρίου τούτου τοῦ πνευματικοῦ τοῦ ἐν τῇ τραπέζῃ ταύτῃ κειμένου; Ἡτοίμασας ἐνώπιόν μου τράπεζαν, ἐξ ἐναντίας τῶν θλιβόντων με· ἐλίπανας ἐν ἐλαίῳ τὴν κεφαλήν μου, καὶ τὸ ποτήριόν σου μεθύσκον ὡσεὶ κράτιστον. Ἵνα γὰρ μὴ ἀκούσας μέθης ὄνομα φοβηθῇς εὐθέως, καὶ νομίσῃς ἀσθενείας εἶναι ποιητικὸν, ἐπήγαγεν ὅτι κράτιστόν ἐστι καὶ ἰσχυρόν. Καινὸς τρόπος μέθης, ἰσχὺν ἐντίθησιν, ἐγκρατῆ ποιεῖ καὶ δυνατόν· ἀπὸ γὰρ τῆς πέτρας ἔῤῥευσε τῆς πνευματικῆς· οὐκ ἔστι παρατροπὴ λογισμῶν, ἀλλὰ προσθήκη λογισμῶν πνευματικῶν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Adversus ebriosos et de resurrectione domini nostri Jesu Christi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg035.local001/.
