Ancient Greek
Section 3
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Adversus ebriosos et de resurrectione domini nostri Jesu Christi 3.1
Not analysed yet
Ταύτην μεθύωμεν τὴν μέθην· ἐκείνης δὲ ἀπεχώμεθα, ἵνα μὴ καταισχύνωμεν τὴν παροῦσαν ἑορτήν· ἑορτὴ γὰρ ἡ παροῦσα οὐχὶ τῆς γῆς μόνον, ἀλλὰ καὶ τοῦ οὐρανοῦ. Σήμερον ἐν γῇ χαρὰ, σήμερον ἐν οὐρανῷ χαρά· εἰ γὰρ ἑνὸς ἁμαρτωλοῦ ἐπιστρέφοντος, χαρὰ ἐπὶ γῆς καὶ οὐρανοῦ, πολλῷ μᾶλλον τῆς οἰκουμένης ἁπάσης ἐξαρπασθείσης τῶν χειρῶν τοῦ διαβόλου χαρὰ ἔσται ἐν οὐρανῷ. Νῦν σκιρτῶσιν ἄγγελοι, νῦν χαίρουσιν ἀρχάγγελοι, νῦν τὰ Χερουβὶμ καὶ τὰ Σεραφὶμ μεθ' ἡμῶν ἑορτάζει τὴν παροῦσαν ἑορτήν· οὐκ ἐπαισχύνονται τοὺς συνδούλους, ἀλλὰ συγχαίρουσι τοῖς ἡμετέροις ἀγαθοῖς. Εἰ γὰρ ἡμετέρα ἡ χάρις ἡ παρὰ τοῦ Δεσπότου, ἀλλὰ κοινὴ καὶ ἐκείνων ἡ ἡδονή. Καὶ τί λέγω τοὺς συνδούλους; Αὐτὸς ὁ Δεσπότης αὐτῶν τε καὶ ἡμῶν οὐκ ἐπαισχύνεται συνεορτάζειν. Καὶ τί χρὴ λέγειν, ὅτι οὐκ ἐπαισχύνεται; Ἐπιθυμίᾳ, φησὶν, ἐπεθύμησα τὸ Πάσχα τοῦτο μεθ' ὑμῶν φαγεῖν· εἰ δὲ τὸ Πάσχα ἐπεθύμησεν ἡμῖν συνεορτάσαι, δῆλον ὅτι καὶ τὴν ἀνάστασιν. Ὅταν οὖν ἄγγελοι χαίρωσι, καὶ ἀρχάγγελοι, καὶ πασῶν τῶν οὐρανίων δυνάμεων ὁ Δεσπότης ἡμῖν συνεορτάζῃ, τίς λείπεται λοιπὸν εἰς ἀθυμίαν λόγος; Μηδεὶς πένης ἔστω κατηφὴς διὰ τὴν πενίαν· ἑορτὴ γὰρ αὕτη πνευματική· μηδεὶς πλούσιος ἐπαιρέσθω διὰ τὸν πλοῦτον· οὐδὲν γὰρ ἀπὸ τῶν χρημάτων εἰς τὴν ἡδονὴν τῆς ἑορτῆς εἰσενεγκεῖν δύναται ταύτης. Ἐπὶ μὲν γὰρ τῶν ἔξωθεν ἑορτῶν τῶν βιωτικῶν, ἔνθα πολὺς ἄκρατος, ἔνθα τράπεζα πλήθουσα καὶ ἀδηφαγία, ἔνθα ἀσχημοσύνη, καὶ γέλως, ἔνθα πᾶσα πομπὴ Σατανικὴ, εἰκότως ὁ μὲν πένης κατηφὴς, ὁ δὲ πλούσιος ἐν φαιδρότητι· τί δήποτε; Ὅτι ὁ μὲν πλούσιος δαψιλῆ παρατίθεται τράπεζαν, καὶ μᾶλλον ἀπολαύει τρυφῆς, ὁ δὲ πένης ἀπὸ τῆς πενίας κωλύεται· τὴν αὐτὴν φιλοτιμίαν ἐπιδείξασθαι· ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον· μία τράπεζα καὶ τῷ πλουσίῳ καὶ τῷ πένητι, κἂν πλούσιός τις ᾖ, οὐδὲν τῇ τραπέζῃ προσθεῖναι δύναται· κἂν πένης, οὐδὲν ἔλαττον παρὰ τῆς πενίας τὰ τῆς κοινωνίας διακείσεται· θεία γάρ ἐστιν ἡ χάρις· καὶ τί θαυμάζεις εἰ πλουσίῳ καὶ πένητι; Αὐτῷ γὰρ τῷ βασιλεῖ τῷ τὸ διάδημα περικειμένῳ, τῷ τὴν ἁλουργίδα ἔχοντι, τῷ τὴν ἐξουσίαν ἐγκεχειρισμένῳ τῆς γῆς, ἐκείνῳ τῷ βασιλεῖ, καὶ τῷ πτωχῷ τῷ πρὸς τὴν ἐλεημοσύνην καθεζομένῳ μία τράπεζα πρόκειται. Τοιαῦτα τὰ δῶρα τὰ Δεσποτικά· οὐ τοῖς ἀξιώμασι διαιρεῖ τὴν κοινωνίαν, ἀλλὰ τῇ προαιρέσει καὶ τῇ διανοίᾳ. [Ὅταν γὰρ ἴδῃς ἐν ἐκκλησίᾳ πένητα πλουσίῳ παρεστῶτα, ἰδιώτῃ ἄρχοντα εὐτελῆ τῷ ὑπερέχοντι, τὸν ἔξω τρέμοντα τὴν δυναστείαν, ἔσω ἀδεῶς συμπαρεστῶτα τῇ δυναστείᾳ, νόησον τί ἐστι, Τότε συμβοσκηθήσεται λύκος μετὰ ἀρνῶν. Λύκον τοίνυν καλεῖ ἡ Γραφὴ τὸν πλούσιον, ἀρνίον τὸν πτωχόν. Καὶ πόθεν τοῦτο, ὅτι Κοινωνήσει λύκος ἀρνίῳ, ὃν τρόπον πλούσιος μετὰ πτωχοῦ; Πρόσεχε ἀκριβῶς. Ἕστηκε πολλάκις πλούσιος καὶ πένης ἐν ἐκκλησίᾳ· κατέλαβεν ἡ ὥρα τῶν θείων μυστηρίων· ἐξωθεῖται ὁ πλούσιος ὡς ἀμύητος, ἵσταται δὲ ὁ πένης ἐντὸς τῶν οὐρανίων σκηνῶν, καὶ οὐκ ἀγανακτεῖ ὁ πλούσιος· οἶδε γὰρ ἑαυτὸν ἀλλότριον τῶν θείων μυστηρίων. Ἀλλ' ὢ τῆς θείας χάριτος. οὐ μόνον ὁμοτιμία ὑπάρχει ἐν τῇ ἐκκλησίᾳ διὰ τὴν τοῦ Θεοῦ χάριν, ἀλλὰ καὶ ἡνίκα ἵστανται, πολλάκις ὁ πένης τὸν πλούσιον πρωτεύει ἐν τῇ εὐσεβείᾳ, καὶ οὐδὲν ὠφέλησεν ὁ πλοῦτος τὸν ἔχοντα ἐκτὸς εὐσεβείας, οὐδὲ πενία τὸν πιστὸν ἐζημίωσε παρεστῶτα αὐτὸν μετὰ θάῤῥους τῷ ἁγίῳ θυσιαστηρίῳ. Ταῦτα δὲ λέγω, ἀγαπητοὶ, περὶ τῶν κατηχουμένων, καὶ οὐ περὶ τῶν ἁπλῶς πλουσίων. Ἐννόησον, ἀγαπητὲ, πῶς ὑποχωρεῖ τῆς ἐκκλησίας δεσπότης, καὶ παρεδρεύει τοῖς μυστηρίοις πιστὸς οἰκέτης· ἀναχωρεῖ δέσποινα, καὶ μένει ἡ θεράπαινα· Πρόσωπον γὰρ ἀνθρώπου Θεὸς οὐ λαμβάνει. Οὐκ ἔστι τοίνυν ἐν τῇ Ἐκκλησίᾳ δοῦλος καὶ ἐλεύθερος· ἀλλ' ἐκεῖνον οἶδε δοῦλον ἡ Γραφὴ τὸν τῇ ἁμαρτίᾳ δεδουλωμένον. Ὁ γὰρ ποιῶν, φησὶ, τὴν ἁμαρτίαν, δοῦλός ἐστι τῆς ἁμαρτίας· καὶ ἐκεῖνον οἶδεν ἐλεύθερον τὸν ὑπὸ τῆς θείας χάριτος ἠλευθερωμένον.] Μετὰ τῆς αὐτῆς παῤῥησίας καὶ ὁ βασιλεὺς καὶ ὁ πένης πρὸς τὴν τράπεζαν ἔρχονται ταύτην, μετὰ τῆς αὐτῆς τιμῆς, πολλάκις δὲ ὁ πένης καὶ μετὰ πλείονος τιμῆς· τί δήποτε; Ὅτι ὁ μὲν βασιλεὺς μυρίοις ἐμπεπλεγμένος πράγμασιν, ὥσπερ ναῦς πανταχόθεν περιῤῥαντίζεται, καὶ πολλὰ προστρίβεται ἁμαρτήματα· ὁ δὲ πένης ὑπὲρ ἀναγκαίας φροντίζων μόνον τροφῆς, καὶ τὸν ἀπράγμονα καὶ ἡσύχιον ἐπανῃρημένος βίον, ἠρεμῶν, ὥσπερ ἐν λιμένι καθήμενος μετὰ πολλῆς τῆς ἀσφαλείας τῇ τραπέζῃ προσέρχεται. Πάλιν ἐν ταῖς ἑορταῖς ταῖς ἔξωθεν ὁ μὲν πένης ἐν κατηφείᾳ, ὁ δὲ πλούσιος ἐν φαιδρότητι, οὐ διὰ τὴν τράπεζαν μόνον, ἀλλὰ καὶ διὰ τὰ ἱμάτια· ὅπερ γὰρ ἐπὶ τῆς τραπέζης πάσχουσι, τοῦτο καὶ ἐπὶ τῶν ἱματίων ὑπομένουσιν. Ὅταν γὰρ ἴδῃ ὁ πένης τὸν εὔπορον καὶ πολυτελεστέραν περιβεβλημένον στολὴν, πλήττεται, καὶ ταλανίζει παρὰ πάντας ἑαυτόν. Ἐνταῦθα δὲ καὶ αὕτη ἡ ἔνδεια ἀνῄρηται· ἓν γὰρ παρὰ πᾶσίν ἐστιν ἱμάτιον, τὸ λουτρὸν τὸ σωτήριον· Ὅσοι γὰρ, φησὶν, εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Μὴ τοίνυν καταισχύνωμεν τὴν ἑορτὴν ταύτην τῇ μέθῃ· καὶ γὰρ ὁ Δεσπότης ἡμῶν πλουσίους καὶ πένητας ὁμοίως ἐτίμησε, καὶ δούλους καὶ δεσπότας· ἀλλὰ ἀμειψώμεθα τὸν Δεσπότην τῆς περὶ ἡμᾶς εὐνοίας· ἀμοιβὴ δὲ ἀρίστη, πολιτεία καθαρὰ, καὶ ψυχὴ νήφουσα. Αὕτη ἡ ἑορτὴ καὶ ἡ πανήγυρις οὐ χρημάτων δεῖται, οὐδὲ δαπάνης, ἀλλὰ προαιρέσεως καὶ διανοίας ἀρίστης· τοιαῦτα γὰρ ἐνταῦθα τὰ ὤνια. Οὐδὲν σωματικὸν ἐνταῦθα πωλεῖται, ἀλλὰ ἀκρόασις θείων λογίων, εὐχαὶ Πατέρων, εὐλογίαι ἱερέων, ὁμόνοια, καὶ εἰρήνη καὶ συμφωνία, πνευματικὰ τὰ δῶρα, πνευματικὸς ὁ μισθός. Ἑορτάσωμεν τὴν ἑορτὴν ταύτην τὴν μεγίστην καὶ λαμπρὰν, ἐν ᾗ ἀνέστη ὁ Κύριος· ἑορτάσωμεν δὲ αὐτὴν φαιδρῶς ὁμοῦ καὶ θεοσεβῶς· ἀνέστη γὰρ ὁ Κύριος, καὶ τὴν οἰκουμένην ἑαυτῷ συνανέστησεν· αὐτὸς μὲν ἀνέστη, τοῦ θανάτου τὰ δεσμὰ διαῤῥήξας. Ἥμαρτεν Ἀδὰμ καὶ ἀπέθανεν· ἀλλ' οὐχ ἥμαρτεν ὁ Χριστὸς, καὶ ἀπέθανε. Καινὸν καὶ παράδοξον τοῦτο· ἐκεῖνος ἥμαρτε, καὶ ἀπέθανεν, οὗτος οὐχ ἥμαρτε, καὶ ἀπέθανε· διὰ τίς Ἵνα ὁ ἁμαρτὼν καὶ ἀποθανὼν διὰ τοῦ μὴ ἁμαρτόντος μὲν, ἀποθανόντος δὲ, δυνηθῇ τοῦ θανάτου τὰς λαβὰς ἀποδύσασθαι. Οὕτω καὶ ἐπὶ χρημάτων γίνεται· Ὀφείλει τις πολλάκις, καὶ οὐκ ἔχων καταβαλεῖν κατέχεται ἐν δεσμοῖς· ἄλλος οὐκ ὀφείλων, δυνάμενος δὲ καταβαλεῖν, καταθεὶς, ἀπέλυσε τὸν ὑπεύθυνον· οὕτω καὶ ἐπὶ τοῦ Ἀδὰμ γέγονεν· Ὤφειλεν ὁ Ἀδὰμ, κατείχετο ὑπὸ τοῦ διαβόλου, ἀλλ' οὐκ εἶχε καταβαλεῖν· οὐκ ὤφειλεν ὁ Χριστὸς, οὐδὲ κατείχετο ὑπὸ τοῦ διαβόλου, ἀλλ' ἠδύνατο καταθεῖναι τὸ χρέος. Ἦλθε, κατέβαλε θάνατον ὑπὲρ τοῦ κατεχομένου ὑπὸ τοῦ διαβόλου, ἵνα ἐκεῖνον ἀπολύσῃ.