# Adversus ebriosos et de resurrectione domini nostri Jesu Christi 5.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Adversus ebriosos et de resurrectione domini nostri Jesu Christi, Section 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/adversus-ebriosos-et-de-resurrectione-domini-nostri-jesu-christi/5.1

Εἶδες μέγεθος δωρεᾶς; Διατήρησον τὸ μέγεθος τῆς δωρεᾶς ταύτης, ὦ ἄνθρωπε. Οὐκ ἔξεστί σοι ἀδιαφόρως ζῇν· νόμον σαυτῷ θὲς μετὰ ἀκριβείας ἁπάσης· ἀγών ἐστι καὶ παλαίσματα· ὁ δὲ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται. Εἴπω σοι τρόπον ἕνα ἄριστον καὶ ἀσφαλῆ κατορθωμάτων; Τὰ ἀδιάφορα μὲν εἶναι δοκοῦντα, τίκτοντα δὲ ἁμαρτίας, ἐκβάλωμεν τῆς διανοίας. Ἔστι γὰρ τῶν πραγμάτων τὰ μὲν ἁμαρτήματα, τὰ δὲ οὐχ ἁμαρτήματα, ἁμαρτημάτων δὲ αἴτια· οἷον γέλως μὲν ἁμάρτημα οὐκ ἔστι φύσει, γίνεται δὲ ἁμάρτημα προενεχθεὶς ἐπὶ πλέον· ἀπὸ γὰρ γέλωτος εὐτραπελία, ἀπὸ εὐτραπελίας αἰσχρολογία, ἀπὸ αἰσχρολογίας αἰσχρὰ πράγματα, ἀπὸ πραγμάτων αἰσχρῶν κολάσεις καὶ τιμωρίαι. Ἄνελε οὖν τὴν ῥίζαν ἄνωθεν, ἵνα ἀνέλῃς ὅλον τὸ νόσημα· ἐὰν γὰρ τὰ ἀδιάφορα φυλαττώμεθα, οὐδέποτε εἰς τὰ κεκωλυμένα ἐμπεσούμεθα. Οὕτω καὶ γυναῖκας ἰδεῖν ἀδιάφορον εἶναι δοκεῖ πολλοῖς, ἀλλ' ἀπὸ τούτου ἐπιθυμία ἀκόλαστος τίκτεται, ἐκ τῆς ἐπιθυμίας πορνεία, ἀπὸ πορνείας πάλιν κόλασις καὶ τιμωρία. Οὕτω δὲ τρυφᾷν οὐδὲν δεινὸν εἶναι δοκεῖ, ἀλλ' ἐντεῦθεν μέθη καὶ τὰ ἐκ τῆς μέθης μυρία κακά. Ἀνέλωμεν τοίνυν πανταχοῦ τὰς ἀρχὰς τῶν ἁμαρτημάτων. Διὰ τοῦτο συνεχοῦς ἀπολαύετε διδασκαλίας καθ' ἡμέραν· διὰ τοῦτο ἑπτὰ ἡμέρας ἐφεξῆς σύναξιν ἐπιτελοῦμεν, τὴν πνευματικὴν ὑμῖν παρατιθέμενοι τράπεζαν, ποιοῦντες ὑμᾶς ἀπολαύειν θείων λογίων, ἀλείφοντες ὑμᾶς καθ' ἑκάστην ἡμέραν, καθοπλίζοντες ὑμᾶς κατὰ τοῦ διαβόλου· ἀγριώτερον γὰρ νῦν ἐπιτίθεται· ὅσῳ μείζων ἡ δωρεὰ, τοσούτῳ μείζων καὶ ὁ πόλεμος. Εἰ γὰρ ἐν τῷ παραδείσῳ ἕνα ὁ διάβολος ἰδὼν οὐκ ἤνεγκεν, ἐν τῷ οὐρανῷ τοσούτους ὁρῶν πῶς οἴσει, εἰπέ μοι; Ἐξηγρίανας τὸ θηρίον, ἀλλὰ μὴ φοβηθῇς· μείζονα δύναμιν ἔλαβες, μάχαιραν ἠκονημένην· ἐκείνῃ κέντησον τὸν ὄφιν. Διὰ τοῦτο ὁ Θεὸς ἀφῆκεν αὐτὸν ἀγριωθῆναι κατὰ σοῦ, ἵνα διὰ τῆς πείρας αὐτῆς μάθῃς τῆς ἰσχύος τῆς σῆς τὴν δύναμιν. Καὶ καθάπερ παιδοτρίβης ἄριστος τινὰ ῥυπῶντα, ἐκνενευρισμένον ἀθλητὴν, ἠμελημένον λαβὼν, ἀλείψας, γυμνάσας, εἰς εὐσαρκίαν ἀγαγὼν, οὐκ ἀφίησιν ἡσυχάζειν λοιπὸν, ἀλλ' εἰς τοὺς ἀγῶνας κατιέναι κελεύει, ἵνα αὐτὸν διδάξῃ διὰ τῆς πείρας ὅσην ἐνέθηκεν αὐτῷ δύναμιν· οὕτω καὶ ὁ Χριστὸς ἐποίησεν. Ἠδύνατο μὲν γὰρ ἐχθρὸν ἐκ τοῦ μέσου λαβεῖν· ἀλλ' ἵνα σὺ μάθῃς τῆς χάριτος τὴν ὑπερβολὴν, τῆς πνευματικῆς δυνάμεως τὸ μέγεθος, ἢν ἔλαβες ἐκ τοῦ βαπτίσματος, ἀφίησιν αὐτὸν συμπλέκεσθαι, πολλάς σοι τῶν στεφάνων παρέχων τὰς ὑποθέσεις. Διὰ τοῦτο ἑπτὰ ἡμέρας ἐφεξῆς ἀπολαύετε διδασκαλίας, ὥστε ἀκριβῶς μαθεῖν τὰ παλαίσματα. Ἄλλως δὲ καὶ γάμος ἐστὶ πνευματικὸς τὰ γινόμενα· ἐπὶ δὲ γάμων ἕως ἑπτὰ ἡμερῶν αἱ παστάδες ἑστήκασι. Διὰ τοῦτο καὶ ἡμεῖς ἑπτὰ ἡμέρας ὑμῖν ἐνομοθετήσαμεν ἐνταῦθα πρὸς τὰς ἱερὰς ἑστάναι παστάδας. Ἀλλ' ἐκεῖ μὲν μετὰ τὰς ἑπτὰ ἡμέρας λύονται, ἐνταῦθα δὲ ἂν θέλῃς διὰ παντὸς ἐπὶ τῆς ἱερᾶς ἵστασαι παστάδος· καὶ ἐπὶ μὲν τῶν ἔξωθεν γάμων ἡ νύμφη μετὰ πρότερον μῆνα ἢ καὶ δεύτερον οὐκ ἔστιν οὕτως ἐπέραστος τῷ νυμφίῳ· ἐνταῦθα δὲ οὐχ οὕτως· ἀλλ' ὅσῳ ὁ χρόνος πρόεισι, τοσούτῳ θερμότεροι οἱ ἔρωτες τοῦ νυμφίου, τοσούτῳ γνησιώτεραι αἱ περιπλοκαὶ, τοσούτῳ πνευματικωτέρα ἡ συνουσία, ἐὰν νήφωμεν. Πάλιν ἐπὶ τῶν σωμάτων μετὰ νεότητα γῆρας· ἐνταῦθα μετὰ γῆρας νεότης, καὶ νεότης οὐδέποτε τέλος ἔχουσα, ἐὰν θέλωμεν. Μεγάλη ἡ χάρις, ἀλλ' ἔσται μείζων, ἐὰν θέλωμεν· καὶ ὁ Παῦλος μέγας ἦν ὅτε ἐβαπτίζετο, ἀλλὰ πολλῷ μείζων ἐγένετο μετὰ ταῦτα, ὅτε ἐκήρυσσε, συνέχυνε τοὺς Ἰουδαίους· μετὰ ταῦτα εἰς παράδεισον ἡρπάγη· εἰς τρίτον ἀνῆλθεν οὐρανόν. Ὥστε ἔξεστι καὶ ἡμῖν, ἐὰν θέλωμεν, αὐξῆσαι, καὶ τὴν δοθεῖσαν ἡμῖν χάριν μεγαλῦναι διὰ τοῦ βαπτίσματος· αὔξεται δὲ δι' ἔργων ἀγαθῶν, καὶ λαμπροτέρα γίνεται καὶ φαιδρότερον ἡμῖν παρέχει τὸ φῶς. Κἂν τοῦτο γένηται, μετὰ πολλῆς τῆς παῤῥησίας εἰς τὸν νυμφῶνα συνελευσόμεθα τῷ νυμφίῳ, καὶ τῶν ἀγαθῶν ἀπολαύσομεν τῶν ἀποκειμένων τοῖς ἀγαπῶσιν αὐτόν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι δόξα καὶ προσκύνησις εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Adversus ebriosos et de resurrectione domini nostri Jesu Christi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg035.local001/.
