Ancient Greek · ~17 min
ΚΑΤΑ ΙΟΥΔΑΙΩΝ Λόγος πέμπτος.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Adversus Judaeos (orationes 1-8) 1.1-5
Not analysed yet
Πόθεν ἡμῖν ἄρα πλείων ὁ σύλλογος γέγονε σήμερον; Πρὸς τὴν ἀπαίτησιν τῆς ὑποσχέσεως ἀπηντήκατε πάντως, καὶ τὸ ἀργύριον τὸ πεπυρωμένον, ὅπερ ὑπεσχόμην καταβαλεῖν, ὑποδέξασθαι παρεγένεσθε. Τὰ λόγια γὰρ, φησὶ, Κυρίου, λόγια ἁγνά· ἀργύριον πεπυρωμένον δοκίμιον τῇ γῇ. Εὐλογητὸς ὁ Θεὸς, ὁ τοσαύτην ὑμῖν περὶ τὴν πνευματικὴν ἀκρόασιν ἐπιθυμίαν ἐνθείς. Καθάπερ γὰρ οἱ φίλοινοι καὶ φιλοπόται, ἀνιστάμενοι καθ' ἑκάστην ἡμέραν περιεργάζονται καὶ πολυπραγμονοῦσι ποῦ πότοι, καὶ συμπόσια, καὶ δεῖπνα, καὶ κῶμοι, καὶ μέθαι, καὶ φιάλαι, καὶ κρατῆρες, καὶ ποτήρια· οὕτω δὴ καὶ ὑμεῖς καθ' ἑκάστην ἡμέραν ἀνιστάμενοι περιεργάζεσθε, ποῦ παραίνεσις, καὶ συμβουλὴ, καὶ παράκλησις, καὶ διδασκαλία, καὶ λόγος εἰς δόξαν Χριστοῦ συντείνων. Διὰ ταῦτα καὶ ἡμεῖς αὐτοὶ προθυμότερον ταύτης ἁπτόμεθα τῆς ὑποθέσεως, καὶ, ἅπερ ὑπεσχόμεθα, μετὰ πάσης κατατίθεμεν τῆς εὐγνωμοσύνης. Ἡ μὲν οὖν πρὸς Ἰουδαίους μάχη τέλος ἔλαβε τὸ προσῆκον· καὶ τὸ τρόπαιον ἕστηκε, καὶ ὁ στέφανος ἡμῖν ἀπήρτισται, καὶ τὸ βραβεῖον ἡρπάσαμεν καὶ ἀπὸ τῆς προτέρας διαλέξεως. Τὸ γὰρ σπουδαζόμενον ἦν ἡμῖν ἀποδεῖξαι, ὅτι τὰ γινόμενα νῦν ὑπ' αὐτῶν παρανομία τίς ἐστι καὶ παράβασις, καὶ ἀνθρώπων πρὸς Θεὸν μάχη καὶ πόλεμος· καὶ τοῦτο σὺν Θεῷ μετὰ ἀκριβείας ἁπάσης ἀπεδείχθη. Εἰ γὰρ καὶ μέλλοιεν ἀπολαμβάνειν τὴν ἑαυτῶν πόλιν, καὶ ἐπὶ τὴν προτέραν ἐπανιέναι πολιτείαν, καὶ τὸν ναὸν ὁρᾷν ἀνιστάμενον, ὅπερ οὐδέποτε ἔσται, οὐδὲ οὕτως ἔχουσί τινα ἀπολογίαν ἐν τοῖς νῦν ὑπ' αὐτῶν γινομένοις. Ἐπεὶ καὶ οἱ παῖδες οἱ τρεῖς, καὶ Δανιὴλ, καὶ οἱ ἄλλοι ἅπαντες, οἱ ἐπὶ τῆς αἰχμαλωσίας διατρίβοντες, προσεδόκων ἀπολήψεσθαι τὴν ἑαυτῶν πόλιν, καὶ μετὰ ἑβδομήκοντα ἔτη τὸ ἔδαφος ὄψεσθαι τῆς πατρίδος, καὶ ἐν τοῖς νόμοις τοῖς προτέροις βιώσεσθαι· ἀλλ' ὅμως καὶ φανερὰν ὑπόσχεσιν ἔχοντες καὶ ὡμολογημένην, οὐδὲ οὕτως ἐτόλμων πρὸ τῆς ὑποσχέσεως καὶ τῆς ἐπανόδου ποιῆσαί τι τῶν νομίμων ὧν οὗτοι ποιοῦσι νῦν· οὕτω καὶ σὺ δυνήσῃ τὸν Ἰουδαῖον ἐπιστομίσαι. Ἐρώτησον γὰρ αὐτὸν, τίνος ἕνεκεν νηστεύεις, οὐκ ἔχων τὴν πόλιν; κἂν εἴπῃ, ὅτι Προσδοκῶ τὴν πόλιν ἀπολαμβάνειν, εἰπὲ πρὸς αὐτόν· Οὐκοῦν ἕως ἂν ἀπολάβῃς ἡσύχαζε. Καὶ γὰρ οἱ ἅγιοι ἐκεῖνοι, ἕως ὅτε πρὸς τὴν πατρίδα τὴν ἑαυτῶν ἐπανῆλθον, οὐδὲν ἐτόλμων ποιεῖν ὧν σὺ ποιεῖς νῦν. Ὅθεν δῆλον ὅτι παρανομεῖς νῦν, κἂν μέλλῃς τὴν πόλιν ἀπολαμβάνειν, ὡς σὺ φῂς, καὶ τὰς πρὸς Θεὸν παραβαίνεις συνθήκας, καὶ τὴν πολιτείαν αὐτὴν ἐνυβρίζεις. Πρὸς μὲν οὖν τὸ τὴν τῶν Ἰουδαίων ἀναισχυντίαν ἐπιστομίσαι, καὶ δεῖξαι παρανομοῦντας αὐτοὺς, ἱκανὰ καὶ τὰ τῇ προτέρᾳ διαλέξει πρὸς τὴν ἀγάπην ὑμῶν εἰρημένα. Ἐπειδὴ δὲ οὐ τοῦτο ἐσπουδάκαμεν μόνον, ἐκείνων ἀποῤῥάψαι τὰ στόματα, ἀλλὰ καὶ τὴν Ἐκκλησίαν παιδεῦσαι μειζόνως τὰ οἰκεῖα δόγματα· φέρε ἐκ περιουσίας καὶ τοῦτο ἀποδείξωμεν πάλιν, ὅτι οὔτε ἀναστήσεται λοιπὸν ὁ ναὸς, οὐδὲ εἰς τὴν προτέραν ἐπανήξουσι πολιτείαν. Οὕτω γὰρ ὑμεῖς τε ἀκριβέστερον εἴσεσθε τὰ ἀποστολικὰ δόγματα, ἐκεῖνοί τε μειζόνως ἀσεβοῦντες ἁλώσονται. Παρέξομεν δὲ μάρτυρα τούτων οὐκ ἄγγελον, οὐκ ἀρχάγγελον, ἀλλ' αὐτὸν τὸν τῆς οἰκουμένης ἁπάσης Δεσπότην, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν. Εἰσελθὼν γὰρ εἰς τὰ Ἱεροσόλυμα, καὶ τὸν ναὸν ἰδὼν, ἔλεγεν, ὅτι Ἔσται Ἱερουσαλὴμ πατουμένη ὑπὸ ἐθνῶν πολλῶν, ἕως οὗ πληρωθῶσι καιροὶ ἐθνῶν πολλῶν, τὸν μέχρι συντελείας λέγων χρόνον. Καὶ πάλιν περὶ τοῦ ναοῦ ταῦτα ἠπείλησε, τοῖς μαθηταῖς εἰπών· Οὐ μὴ μείνῃ λίθος ἐπὶ λίθον ἐν τῷ τόπῳ τούτῳ, ἕως οὗ καταλυθῇ, τὸν ἀφανισμὸν τὸν παντελῆ καὶ τὴν ἐρήμωσιν προαναφωνῶν τὴν εἰς τέλος. Ἀλλ' ὁ Ἰουδαῖος παραγράφεται τὴν μαρτυρίαν πάντως, καὶ οὐκ ἀνέχεται τῶν εἰρημένων. Ἐχθρὸς γὰρ, φησὶν, ἐστὶν ἐμὸς ὁ ταῦτα λέγων· ἐγὼ αὐτὸν ἐσταύρωσα, καὶ πῶς αὐτοῦ παραδέξομαι τὴν μαρτυρίαν; Τοῦτο γάρ ἐστι τὸ θαυμαστὸν, ὦ Ἰουδαῖε, ὅτι ὃν ἐσταύρωσας, μετὰ τὸ σταυρωθῆναι τότε σου τὴν πόλιν καθεῖλε, τότε σου τὸν δῆμον διεσκόρπισε, τότε τὸ ἔθνος πανταχοῦ διέσπειρε· διδάσκων ὅτι ἀνέστη καὶ ζῇ, καὶ νῦν ἐστιν ἐν τοῖς οὐρανοῖς. Ἐπειδὴ γὰρ διὰ τῶν εὐεργεσιῶν οὐκ ἠθέλησας αὐτοῦ γνῶναι τὴν δύναμιν, διὰ τῶν κολάσεων καὶ τῶν τιμωριῶν ἐπαίδευσέ σε τὴν ἄμαχον αὐτοῦ καὶ ἀκαταγώνιστον ἰσχύν. Ἀλλ' οὐδὲ οὕτω πιστεύεις, οὐδὲ νομίζεις αὐτὸν εἶναι Θεὸν, καὶ τῆς οἰκουμένης ἁπάσης Δεσπότην, ἀλλ' ἄνθρωπον ἕνα τῶν πολλῶν. Φέρε οὖν, ὡς ἐπ' ἀνθρώπῳ ποιησώμεθα τὴν ἐξέτασιν. Πῶς δὲ ἐπ' ἀνθρώπων ποιούμεθα τὴν ἐξέτασιν; Ὅταν ἴδωμέν τινας ἀνθρώπους ἐν ἅπασιν ἀληθεύοντας, καὶ μηδὲν μηδαμοῦ ψευδομένους, κἂν ἐχθροὶ τυγχάνοντες ὦσι, καὶ νοῦν ἔχωμεν, δεχόμεθα τὰ ὑπ' αὐτῶν λεγόμενα· ὥσπερ οὖν ὅταν ἴδωμεν ψευδομένους, κἂν ἀληθεύωσιν ἔν τισιν, οὐδὲ ἐκεῖνα ῥᾳδίως παραδεχόμεθα.