# Adversus Judaeos (orationes 1-8) 12.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Adversus Judaeos (orationes 1-8), ΚΑΤΑ ΙΟΥΔΑΙΩΝ Λόγος πέμπτος.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/adversus-judaeos-orationes-1-8/12.1

Ἔτι οὖν ἀμφισβητεῖς, ὦ Ἰουδαῖε, καὶ τὴν ἀπὸ τοῦ τῆς Χριστοῦ προῤῥήσεως, καὶ τὴν ἀπὸ τῆς τῶν προφητῶν καὶ τῆς τῶν πραγμάτων ἀποδείξεως μαρτυρίαν ὁρῶν σου καταψηφιζομένην; Ἀλλ' οὐδὲν θαυμαστόν· τοιοῦτον γὰρ ὑμῶν τὸ ἔθνος ἄνωθεν ἀναίσχυντον καὶ φιλόνεικον, καὶ τοῖς φανεροῖς ἀεὶ μάχεσθαι μεμελετηκὸς πράγμασι. Βούλει καὶ ἑτέρους ἐφοπλίσω σοι προφήτας φανερῶς αὐτὸ τοῦτο λέγοντας, ὅτι τὰ μὲν ὑμέτερα λήψεται τέλος, τὰ δὲ ἡμέτερα ἀνθήσει, καὶ πανταχοῦ τῆς οἰκουμένης ἐκταθήσεται τὸ κήρυγμα τοῦ Χριστοῦ, καὶ θυσίας ἑτέρας εἰσενεχθήσεται τρόπος, ἐκείνων τῶν παρ' ὑμῖν καταλυθεισῶν; Ἄκουσον γοῦν τοῦ Μαλαχίου, τοῦ μετὰ τοὺς ἄλλους προφήτας ἐλθόντος· οὐδὲ γὰρ Ἡσαΐου παράγω μαρτυρίαν τέως, οὐδὲ Ἱερεμίου, οὐδὲ τῶν ἄλλων προφητῶν τῶν πρὸ τῆς αἰχμαλωσίας, ἵνα μὴ λέγῃς, ὅτι τὰ δεινὰ ταῦτα ἃ προέλεγον, ἐπὶ τῆς αἰχμαλωσίας ἐξέβη· ἀλλὰ παράγω προφήτην τὸν μετὰ τὴν ἐπάνοδον τὴν ἐκ Βαβυλῶνος, καὶ τὴν τῆς πόλεως ἀποκατάστασιν, σαφῶς περὶ τῶν ὑμετέρων πραγμάτων προφητεύσαντα. Ἐπειδὴ γὰρ ἐπανῆλθον, καὶ τὴν πόλιν ἀπέλαβον, καὶ τὸν ναὸν ἀνῳκοδόμησαν, καὶ τὰς θυσίας ἐπετέλουν, τὴν μέλλουσαν ἐρήμωσιν ταύτην τὴν νῦν προλέγων, καὶ τὴν τῶν θυσιῶν ἀναίρεσιν, οὕτω πώς φησιν ὁ Μαλαχίας ἐκ προσώπου τοῦ Θεοῦ· Εἰ λήψομαι ἐξ ὑμῶν πρόσωπα ὑμῶν, λέγει Κύριος παντοκράτωρ· ὅτι ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν τὸ ὄνομά μου δεδόξασται ἐν τοῖς ἔθνεσι, καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσάγεται τῷ ὀνόματί μου, καὶ θυσία καθαρά· ὑμεῖς δὲ βεβηλοῦτε αὐτό. Πότε ταῦτα ἐξέβη, ὦ Ἰουδαῖε; πότε ἐν παντὶ τόπῳ θυμίαμα προσηνέχθη τῷ Θεῷ; πότε θυσία καθαρά; Οὐκ ἂν ἔχοις ἕτερον εἰπεῖν καιρὸν, ἀλλ' ἢ τοῦτον τὸν μετὰ τὴν τοῦ Χριστοῦ παρουσίαν· ὡς εἰ μὴ τοῦτον προλέγει τὸν καιρὸν, μηδὲ τὴν θυσίαν τὴν ἡμετέραν, ἀλλὰ τὴν Ἰουδαϊκὴν, καὶ παράνομος ἔσται ἡ προφητεία. Εἰ γὰρ τοῦ Μωϋσέως κελεύοντος εἰς μηδένα ἕτερον τόπον ἀνάγειν θυσίαν, ἀλλ' ἢ εἰς τὸν τόπον ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεὸς, καὶ εἰς ἓν χωρίον συγκλείοντος τὰς θυσίας ἐκείνας, ὁ προφήτης λέγει, ὅτι ἐν παντὶ τόπῳ θυμίαμα μέλλοι προσάγεσθαι, καὶ θυσία καθαρὰ, ἐναντιοῦται καὶ μάχεται τῷ Μωϋσῇ. Ἀλλ' οὐκ ἔστι μάχη καὶ φιλονεικία· περὶ γὰρ ἑτέρας ἐκεῖνος εἶπε, καὶ περὶ ἑτέρας οὗτος προεφήτευσεν ὕστερον. Πόθεν τοῦτο δῆλον; Ἀπό τε τῶν εἰρημένων, ἀπό τε ἑτέρων πλειόνων σημείων. Καὶ πρῶτον μὲν ἀπὸ τοῦ τόπου· οὐ γὰρ ἐν μιᾷ πόλει, καθάπερ ἐπὶ τῶν Ἰουδαίων, ἀλλ' Ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν τὴν θεραπείαν ἐπιτελεῖσθαι ταύτην προεῖπεν. Εἶτα ἀπὸ τοῦ τρόπου τῆς θυσίας· τῷ γὰρ καθαρὰν αὐτὴν προειπεῖν, ἔδειξε ποίαν ἔλεγε. Καὶ ἀπὸ τῶν προσώπων δὲ τῶν προσαγόντων αὐτήν· οὐ γὰρ εἶπεν, Ἐν τῷ Ἰσραὴλ, ἀλλ', Ἐν τοῖς ἔθνεσι. Καὶ ἵνα μὴ νομίσῃς, ὅτι ἐν μιᾷ καὶ δυσὶ καὶ τρισὶ πόλεσι τὰ τῆς λατρείας περιστήσεται ταύτης, οὐχ ἁπλῶς εἶπεν, Ἐν παντὶ τόπῳ, ἀλλ', Ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν· δεικνὺς ὅτι, ὅσην ὁ ἥλιος ἐφορᾷ γῆν, τοσαύτην καὶ τὸ κήρυγμα καταλήψεται. Καθαρὰν δὲ λέγει θυσίαν, ὡς τῆς προτέρας ἀκαθάρτου οὔσης, οὐ διὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ διὰ τὴν προαίρεσιν τῶν προσαγόντων. Διὰ τοῦτο ἔλεγε· Θυμίαμα βδέλυγμά μοί ἐστιν. Ἄλλως δὲ, καὶ αὐτὴν τὴν θυσίαν εἴ τις παραβάλοι, πολὺ τὸ μέσον εὑρήσει καὶ ἄπειρον καὶ τοσοῦτον, ὡς ταύτην κυρίως μόνην κατὰ τὸν τῆς συγκρίσεως λόγον λέγεσθαι καθαράν. Καὶ ὅπερ ἐπὶ τοῦ νόμου καὶ τῆς χάριτος ἔλεγεν ὁ Παῦλος, ὅτι οὐ δεδόξασται τὸ δεδοξασμένον, ἕνεκεν τῆς ὑπερβαλλούσης δόξης, τοῦτο καὶ ἐνταῦθα θαῤῥοῦντες ἂν εἴποιμεν, ὅτι συγκρινομένη πρὸς ἐκείνην αὕτη ἡ θυσία, κυρίως ἂν λεχθείη καὶ μόνη καθαρά. Οὐ γὰρ διὰ καπνοῦ καὶ κνίσσης, οὐδὲ δι' αἱμάτων καὶ λύτρων, ἀλλὰ διὰ τῆς τοῦ Πνεύματος προσάγεται χάριτος. Ἄκουσον δὴ καὶ ἑτέρου προφήτου τὸ αὐτὸ τοῦτο προαναφωνοῦντος καὶ λέγοντος, ὅτι οὐκ ἐν ἑνὶ τόπῳ στήσεται τὰ τῆς τοῦ Θεοῦ θεραπείας, ἀλλὰ πάντες αὐτὸν εἴσονται λοιπὸν ἄνθρωποι. Ὁ οὖν Σοφονίας οὕτω πώς φησιν· Ἐπιφανήσεται Κύριος ἐπὶ πάντα τὰ ἔθνη, καὶ ἐξολοθρεύσει πάντας τοὺς θεοὺς τῶν ἐθνῶν, καὶ προσκυνήσουσιν αὐτῷ ἕκαστος ἀπὸ τοῦ τόπου αὐτοῦ. Καίτοι γε οὐκ ἐφεῖτο τοῦτο, ἀλλ' εἰς ἕνα τόπον λατρεύειν ἐκέλευσεν ὁ Μωϋσῆς. Ὅταν οὖν ἀκούσῃς τῶν προφητῶν προλεγόντων καὶ προαναφωνούντων, ὅτι οὐκ ἔτι εἰς μίαν πόλιν, οὐδὲ εἰς ἕνα τόπον ἀναγκασθήσονται συνάγεσθαι πάντοθεν οἱ ἄνθρωποι, ἀλλ' οἴκοι καθήμενος ἕκαστος θεραπεύσει τὸ θεῖον, τίνα ἂν ἔχοις εἰπεῖν ἕτερον καιρὸν, ἀλλ' ἢ τὸν παρόντα τοῦτον; Ἄκουε γοῦν πῶς καὶ τὰ Εὐαγγέλια καὶ ὁ Ἀπόστολος τῷ προφήτῃ τούτῳ συνᾴδουσιν. Ὁ γοῦν προφήτης εἶπεν, Ἐπιφανήσεται Κύριος· ὁ Ἀπόστολός φησιν, Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ ἡ σωτήριος πᾶσιν ἀνθρώποις παιδεύουσα ἡμᾶς. Οὗτος εἶπεν, Ἐπὶ τὰ ἔθνη· ἐκεῖνός φησιν, Ἐπὶ πᾶσιν ἀνθρώποις. Οὗτος εἶπεν, Ἐξολοθρεύσει τοὺς θεοὺς αὐτῶν· ἐκεῖνος εἶπεν, Παιδεύουσα ἡμᾶς, ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας, σωφρόνως καὶ δικαίως ζήσωμεν. Πάλιν ὁ Χριστὸς τῇ Σαμαρείτιδί φησι, Πίστευσόν μοι, γύναι, ὅτι ἔρχεται ὥρα, ὅτε οὔτε ἐν τῷ ὄρει τούτῳ, οὔτε ἐν Ἱεροσολύμοις προσκυνήσετε τῷ Πατρί. Πνεῦμα ὁ Θεὸς, καὶ τοὺς προσκυ νοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν. Ταῦτα δὲ ἔλεγε, τήν τε ἀνάγκην ἡμῶν λύων λοιπὸν τὴν ἐκ τῆς τοῦ τόπου παρατηρήσεως, καὶ τὸ τῆς λατρείας ὑψηλότερον καὶ πνευματικώτερον εἰσάγων. Ἐνῆν μὲν οὖν μετὰ τούτων δεῖξαι πάλιν, ὅτι οὔτε θυσία, οὔτε ἱερωσύνη, οὔτε βασιλεὺς παρὰ Ἰουδαίοις ἔσται λοιπόν. Μάλιστα μὲν γὰρ διὰ τῆς κατὰ τὴν πόλιν κατασκαφῆς ἅπαντα ταῦτα συναποδέδεικται· πλὴν ἀλλ' ἐνῆν καὶ προφήτας παραγαγεῖν ῥητῶς αὐτὸ τοῦτο λέγοντας. Ἀλλ' ὁρῶ κεκμηκότας ὑμᾶς τῷ μήκει τῶν εἰρημένων, καὶ δέδοικα μὴ μάτην καὶ εἰκῆ δόξω διενοχλεῖν. Διόπερ αὐτὸ εἰς ἕτερον ὑμῖν ὑποσχόμενος καιρὸν ἐρεῖν, ἐκεῖνο τέως δέομαι ὑμῶν, τοὺς ἀδελφοὺς διασῶσαι τοὺς ὑμετέρους, ἀπαλλάξαι τῆς πλάνης, ἐπαναγαγεῖν ἐπὶ τὴν ἀλήθειαν. Οὐδὲν γὰρ ὄφελος ἀκροάσεως, ὅταν ἡ διὰ τῶν ἔργων ἐπίδειξις μὴ συμβαίνῃ τοῖς λεγομένοις. Καὶ γὰρ τὰ εἰρημένα οὐ δι' ὑμᾶς εἴρηται, ἀλλὰ δι' ἐκείνους τοὺς ἀσθενοῦντας, ἵνα παρ' ὑμῶν ἐκεῖνοι μανθάνοντες ταῦτα, καὶ τῆς πονηρᾶς ἀπαλλαγέντες συνηθείας, εἰλικρινῆ καὶ γνήσιον τὸν Χριστιανισμὸν ἐπιδείξωνται, καὶ τὰς πονηρὰς φεύξωνται τῶν Ἰουδαίων διαγωγὰς καὶ συναγωγὰς, τάς τε ἐν τῇ πόλει, τάς τε ἐν τῷ προαστείῳ, τὰ σπήλαια τῶν λῃστῶν, τὰ τῶν δαιμόνων καταγώγια. Μὴ τοίνυν προδῶτε τὴν σωτηρίαν ἐκείνων, ἀλλὰ περιεργασάμενοι καὶ πολυπραγμονήσαντες, τοὺς νοσοῦντας ἐπαναγάγετε τῷ Χριστῷ, ἵνα καὶ κατὰ τὸν παρόντα βίον, καὶ κατὰ τὴν μέλλουσαν ζωὴν, τὴν πολλῷ τῶν κατορθωμάτων μείζονα ἀντίδοσιν ἀπολάβωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Adversus Judaeos (orationes 1-8). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg021.local001/.
