# Adversus Judaeos (orationes 1-8) 2.1-2

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Adversus Judaeos (orationes 1-8), Πρὸς τοὺς νηστεύοντας τὴν τῶν Ἰουδαίων νηστείαν, καὶ πρὸς αὐτοὺς τοὺς Ἰουδαίους. Ἐλέχθη δὲ πρὸ πέντε ἡμερῶν τῆς νηστείας αὐτῶν, καὶ ἄλλης ἤδη λεχθείσης. Λόγος δεύτερος.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/adversus-judaeos-orationes-1-8/2.1-2

Οἱ μὲν οὖν προσδραμόντες ἅπαντες ἀπολαύουσι τῆς δωρεᾶς, σωζόμενοι χάριτι· οἱ δὲ ἀπὸ νόμου δικαιοῦσθαι θέλοντες, καὶ τῆς χάριτος ἐκπεσοῦνται. Οὔτε γὰρ τῆς φιλανθρωπίας ἀπολαῦσαι δυνήσονται τῆς βασιλικῆς, οἴκοθεν φιλονεικοῦντες σωθῆναι, καὶ τὴν ἐκ τοῦ νόμου κατάραν καθ' ἑαυτῶν ἐπισπάσονται, διότι ἐξ ἔργων νόμου οὐ δικαιωθήσεται πᾶσα σάρξ. Διὰ τοῦτο λέγει· Ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει. Ὁ γὰρ ἐξ ἔργων νομικῶν σωθῆναι φιλονεικῶν οὐδὲν ἔχει κοινὸν πρὸς τὴν χάριν. Ὅπερ οὖν καὶ αὐτὸ Παῦλος αἰνιττόμενος ἔλεγεν· Εἰ χάριτι, οὐκέτι ἐξ ἔργων, ἐπεὶ ἡ χάρις οὐκ ἔστι χάρις· εἰ δὲ ἐξ ἔργων, οὐκέτι ἐστὶ χάρις, ἐπεὶ τὸ ἔργον οὐκέτι ἐστὶν ἔργον. Καὶ πάλιν· Εἰ γὰρ διὰ νόμου δικαιοσύνη, ἄρα Χριστὸς δωρεὰν ἀπέθανε. Καὶ πάλιν· Οἵτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσατε. Ἐθανατώθης τῷ νόμῳ, νεκρὸς γέγονας, οὐκέτι λοιπὸν ἐπὶ τὸν ζυγὸν, οὐδὲ ὑπὸ τὴν ἀνάγκην εἶ τὴν ἐκείνου. Τί τοίνυν φιλονεικεῖς σαυτῷ πράγματα παρέχειν εἰκῆ καὶ μάτην; Ἀλλὰ γὰρ καὶ τίνος ἕνεκεν τὸ ὄνομα τὸ ἑαυτοῦ τέθεικεν ὁ Παῦλος ἐνταῦθα, καὶ οὐκ εἶπεν ἁπλῶς· Ἴδε ἐγὼ λέγω ὑμῖν; Ἀναμνῆσαι βουλόμενος αὐτοὺς τῆς σπουδῆς ἧς περὶ τὸν ἰουδαϊσμὸν ἐπεδείξατο. Εἰ μὲν γὰρ ἤμην, φησὶν, ἐξ ἐθνῶν, καὶ ἀγνοῶν τὰ Ἰουδαϊκὰ, ἴσως ἄν τις εἶπεν ὅτι διὰ τὸ μὴ μετεσχηκέναι με τῆς πολιτείας ἐκείνης, ἀγνοῶν τῆς περιτομῆς τὴν ἰσχὺν, ἐκβάλλω τῶν τῆς Ἐκκλησίας δογμάτων αὐτήν. Διὰ τοῦτο τὸ ὄνομα αὐτοῦ τέθεικεν, εἰς μνήμην ἄγων αὐτοὺς ὧν ἐποίησεν ὑπὲρ τοῦ νόμου· μονονουχὶ λέγων· Οὐκ ἀπεχθείᾳ τῆς περιτομῆς τοῦτο ποιῶ, ἀλλ' ἐν ἐπιγνώσει τῆς ἀληθείας. Ἐγὼ Παῦλος τοῦτο λέγω, Παῦλος ἐκεῖνος ὁ ἐν περιτομῇ ὀκταήμερος, ὁ ἐκ γένους Ἰσραηλίτης, Ἑβραῖος ἐξ Ἑβραίων, ἐκ φυλῆς Βενιαμὶν, κατὰ νόμον Φαρισαῖος, κατὰ ζῆλον διώκων τὴν Ἐκκλησίαν, ὁ εἰσπορευόμενος εἰς τὰς οἰκίας καὶ σύρων ἄνδρας καὶ γυναῖκας, καὶ παραδιδοὺς εἰς φυλακήν· ἅπερ ἅπαντα καὶ τοὺς σφόδρα ἀναισθήτως διακειμένους πεῖσαι δύναιτ' ἂν, ὡς οὐκ ἔχθρᾳ τινὶ, οὐδὲ ἀγνοίᾳ τῶν Ἰουδαϊκῶν, ἀλλ' ἐπιγνώσει τῆς ἀληθείας τῆς ὑπερεχούσης τοῦ Χριστοῦ, τοῦτον τέθεικα τὸν νόμον. Μαρτύρομαι δὲ πάλιν, φησὶ, παντὶ ἀνθρώπῳ περιτεμνομένῳ, ὅτι ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον πληρῶσαι. Διὰ τί οὐκ εἶπε· Παραγγέλλω δὲ, ἢ ἐντέλλομαι δὲ, ἢ λέγω δὲ, ἀλλὰ, Μαρτύρομαι; Ἵνα διὰ τοῦ ῥήματος τούτου τοῦ δικαστηρίου τοῦ μέλλοντος ἡμᾶς ἀναμνήσῃ· ὅπου γὰρ μάρτυρες, ἐκεῖ δικαστήριον καὶ ψῆφος. Φοβεῖ τοίνυν τὸν ἀκροατὴν, ἀναμιμνήσκων τοῦ βασιλικοῦ θρόνου, καὶ δεικνὺς ὅτι οὗτοι οἱ λόγοι μάρτυρες ἔσονται αὐτῷ κατὰ τὴν ἡμέραν ἐκείνην, ὅταν ἕκαστος τῶν ἑαυτῷ πεπραγμένων, καὶ ὧν εἶπε καὶ ὧν ἤκουσεν, ὑπέχῃ λόγον. Ταῦτα ἤκουον μὲν τότε Γαλάται, ἀκουέτωσαν δὲ καὶ νῦν οἱ τὰ Γαλατῶν νοσοῦντες, εἰ καὶ μὴ πάρεισιν· ἀλλὰ δι' ὑμῶν ἀκουέτωσαν βοῶντος Παύλου καὶ λέγοντος· Μαρτύρομαι δὲ παντὶ ἀνθρώπῳ περιτεμνομένῳ, ὅτι ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον πληρῶσαι. Μὴ γάρ μοι εἴπῃς ὅτι μία ἐντολή ἐστιν ἡ περιτομή· ἡ μία ἐντολὴ ἐκείνη ὁλόκληρον ἐπιτίθησί σοι τοῦ νόμου τὸν ζυγόν. Ὅταν γὰρ διὰ τοῦ μέρους εἰσάγῃς σαυτὸν εἰς τὴν τοῦ νόμου δεσποτείαν, ἀνάγκη καὶ τὰ λοιπὰ πείθεσθαι ἐπιτάττοντι· μὴ πληροῦντα δὲ ἀνάγκη πᾶσα κολάζεσθαι καὶ τὴν ἀρὰν ἕλκειν. Καὶ καθάπερ εἰς παγίδα ἐμπεσόντος στρουθοῦ, κἂν ὁ ποῦς κατέχηται μόνον, καὶ τὸ λοιπὸν ἅπαν ἑάλω σῶμα· οὕτω καὶ ὁ μίαν ἐντολὴν τοῦ νόμου πληρῶν, κἂν περιτομὴν, κἂν νηστείαν, ἅπασαν ἑαυτοῦ τὴν ἐξουσίαν διὰ τῆς μιᾶς ταύτης τῷ νόμῳ παρέδωκε, καὶ οὐ δυνήσεται διαφυγεῖν, ἕως ἂν αὐτῷ κἂν ἐκ μέρους πείθεσθαι βούληται. Ταῦτα οὐ κατηγοροῦντες τοῦ νόμου λέγομεν, μὴ γένοιτο. ἀλλὰ τὸν ὑπερβάλλοντα πλοῦτον τῆς τοῦ Χριστοῦ χάριτος δεῖξαι βουλόμενοι. Οὐ γάρ ἐστιν ὁ νόμος ἐναντίος τῷ Χριστῷ· πῶς γὰρ ὁ ὑπ' αὐτοῦ δοθεὶς, ὁ πρὸς αὐτὸν ἡμᾶς παιδαγωγῶν; ἀλλὰ διὰ τὴν ἄκαιρον φιλονεικίαν τῶν οὐκ εἰς δέον αὐτῷ χρωμένων πάντα ταῦτα λέγειν ἀναγκαζόμεθα. Ἐκεῖνοι γάρ εἰσιν οἱ τὸν νόμον ὑβρίζοντες, οἱ κελεύοντες ἀποστῆναι καθάπαξ αὐτοῦ, καὶ τῷ Χριστῷ προσελθεῖν, καὶ ἀντεχόμενοι πάλιν αὐτοῦ. Ἐπεὶ ὅτι μέγιστα τὴν φύσιν ὠφέλησε τὴν ἡμετέραν ὁ νόμος, ὁμολογῶ κἀγὼ, καὶ οὐκ ἂν ἀρνηθείην ποτέ. Ἀλλ' ὁ παρὰ καιρὸν ἀντεχόμενος αὐτοῦ σὺ οὐ συγχωρεῖς φανῆναι τῆς ὠφελείας αὐτοῦ τὸ μέγεθος. Καθάπερ γὰρ παιδαγωγοῦ μέγιστον ἐγκώμιον γένοιτ' ἂν, τὸ μηκέτι δεῖσθαι τῆς παρ' αὐτοῦ φυλακῆς εἰς σωφροσύνην τὸν ὑπ' αὐτοῦ παιδαγωγηθέντα νέον, εἰς μείζονα ἐπιδόντα ἀρετήν· οὕτω καὶ νόμῳ μέγιστος ἔπαινος γένοιτ' ἂν, τὸ μηκέτι χρείαν ἔχειν ἡμᾶς τῆς παρ' αὐτοῦ βοηθείας. Αὐτὸ γὰρ δὴ τοῦτο παρὰ τοῦ νόμου γέγονεν ἡμῖν, τὸ πρὸς μείζονος φιλοσοφίας ὑποδοχὴν ἐπιτηδειοτέραν ἡμῖν γενέσθαι τὴν ψυχήν. Ὥστε ὁ μὲν ἔτι παρακαθήμενος αὐτῷ, καὶ μὴ δυνάμενος μεῖζόν τι τῶν ἐκεῖ γεγραμμένων ἰδεῖν, οὐδὲν ἐκέρδανε παρ' αὐτοῦ μέγα. Ἐγὼ δὲ ὁ τοῦτον μὲν ἀφεὶς, πρὸς δὲ τὰ ὑψηλότερα τοῦ Χριστοῦ δόγματα δραμὼν, μάλιστα ἂν αὐτὸν δυναίμην σεμνύνειν, ὅτι με τοιοῦτον εἰργάσατο, ὡς δυνηθῆναι τῶν ἐν αὐτῷ γεγραμμένων τὴν σμικρότητα ὑπερβάντα, πρὸς τὸ τῆς διδασκαλίας ὕψος ἀναβῆναι τῆς παρὰ τοῦ Χριστοῦ γενομένης ἡμῖν. Μεγάλα τὴν φύσιν τὴν ἡμετέραν ὠφέλησεν ὁ νόμος, ἀλλ' ἐὰν τῷ Χριστῷ προσαγάγῃ γνησίως· ὡς ἐὰν μὴ τοῦτο ᾖ, καὶ κατέβλαψε, μειζόνων ἀποστερήσας ἡμᾶς τῇ τῶν ἐλαττόνων προσεδρίᾳ, καὶ τῷ πάλιν ἐν τοῖς μυρίοις τῶν παραβάσεων τραύμασιν ἔτι κατέχειν. Καὶ γὰρ εἰ δυοῖν ἰατρῶν ὄντων, τοῦ μὲν ἀσθενεστέρου, τοῦ δὲ δυνατωτέρου, ὁ μὲν τοῖς ἕλκεσι φάρμακα ἐπιτιθεὶς μὴ δύναιτο ἀπαλλάξαι καθάπαξ τῆς ἐξ ἐκείνων ὀδύνης τὸν ἄῤῥωστον ... (λείπει) ...

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Adversus Judaeos (orationes 1-8). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg021.local001/.
