Ancient Greek · ~22 min
ΚΑΤΑ ΙΟΥΔΑΙΩΝ. Λόγος ὄγδοος.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Adversus Judaeos (orationes 1-8) 2.1-8
Not analysed yet
Ἀλλὰ μὴ ἀποκάμωμεν, ἀδελφοὶ, μηδὲ ἐκλυθῶμεν, μηδὲ ἀναπέσωμεν, μηδέ μοι τὰ ῥήματα ἐκεῖνά τις λεγέτω, ὅτι πρὸ τῆς νηστείας ἀσφαλίσασθαι ἀναγκαῖον ἦν, καὶ πάντα ποιῆσαι, νῦν δὲ μετὰ τὸ νηστεῦσαι, μετὰ τὸ γενέσθαι τὴν ἁμαρτίαν, μετὰ τὸ πληρωθῆναι τὴν ἀνομίαν, τί τὸ ὄφελος λοιπόν; Εἰ γάρ τις οἶδε, τί ποτέ ἐστι πρόνοια ἀδελφῶν, οἶδε καὶ τοῦτο, ὅτι νῦν μάλιστα ἐπιθέσθαι δεῖ, καὶ πᾶσαν σπουδὴν ἐπιδείξασθαι. Οὐ γὰρ δὴ μόνον πρὸ τῆς ἁμαρτίας ἀσφαλίσασθαι χρὴ, ἀλλὰ καὶ μετὰ τὰ πτώματα χεῖρα ὀρέγειν. Καὶ γὰρ ὁ Θεὸς, εἰ τοῦτο ἐξ ἀρχῆς ἐποίει, καὶ πρὸ τῆς ἁμαρτίας ἠσφαλίζετο μόνον, μετὰ δὲ τὴν ἁμαρτίαν ἀπεγίνωσκε καὶ ἠφίει κεῖσθαι ἐν τῷ πτώματι διηνεκῶς, οὐδεὶς ἂν οὐδὲ ἡμῶν ἐσώθη ποτέ. Ἀλλ' οὐ ποιεῖ τοῦτο, φιλάνθρωπος ὢν καὶ ἥμερος, καὶ τῆς σωτηρίας μάλιστα ἐφιέμενος τῆς ἡμετέρας, ἀλλὰ καὶ μετὰ τὰ ἁμαρτήματα πολλὴν ἐπιδείκνυται πρόνοιαν· ἐπεὶ καὶ τὸν Ἀδὰμ ἠσφαλίσατο μὲν καὶ πρὸ τῆς ἁμαρτίας, καὶ εἶπε πρὸς αὐτόν· Ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φάγῃ, ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν οὐ φάγεσθε ἀπ' αὐτοῦ· ᾗ δ' ἂν ἡμέρᾳ φάγητε, θανάτῳ ἀποθανεῖσθε. Ἰδοὺ καὶ τῇ εὐκολίᾳ τοῦ νόμου, καὶ τῇ δαψιλείᾳ τῶν συγκεχωρημένων, καὶ τῇ τιμωρίᾳ τῆς μελλούσης κολάσεως, καὶ τῷ τάχει τῆς ἐπαγωγῆς (οὐ γὰρ εἶπε μετὰ μίαν, καὶ δύο, καὶ τρεῖς ἡμέρας, ἀλλ' ἐν αὐτῇ τῇ ἡμέρᾳ, ᾗ ἂν φάγητε, θανάτῳ ἀποθανεῖσθε), καὶ παντὶ τρόπῳ, ᾧπερ ἐχρῆν ἀσφαλίσασθαι τὸν ἄνθρωπον, ἠσφαλίζετο. Ἀλλ' ὅμως ἐπειδὴ μετὰ τοσαύτην πρόνοιαν καὶ διδασκαλίαν καὶ παραίνεσιν καὶ εὐεργεσίαν κατέπεσε, καὶ οὐκ ἤκουσε τῶν ἐπιταγμάτων, οὐκ εἶπε [τοῦτο] ὁ Θεὸς, Τί λοιπὸν τὸ πλέον, τί τὸ ὄφελος; ἔφαγεν, ἔπεσε, παρέβη τὸν νόμον, ἐπίστευσε τῷ διαβόλῳ, ἠτίμωσέ μου τὴν ἐντολὴν, ἐδέξατο τὴν πληγὴν, νεκρὸς ἐγένετο, παρεδόθη τῷ θανάτῳ, ὑπὸ τὴν ἀπόφασιν ἦλθε, τί δεῖ λοιπὸν αὐτῷ διαλέγεσθαι; Οὐδὲν τούτων εἶπεν, ἀλλὰ καὶ ἦλθε πρὸς αὐτὸν εὐθέως, καὶ διελέχθη, καὶ παρεμυθήσατο, καὶ πάλιν ἕτερον ἐπέθηκε φάρμακον, τὸ τῶν πόνων καὶ τῶν ἱδρώτων, καὶ οὐ πρότερον ἀπέστη πάντα ποιῶν καὶ πραγματευόμενος, ἕως τὴν φύσιν τὴν πεσοῦσαν ἀνέστησε, καὶ ἀπήλλαξε τοῦ θανάτου, καὶ πρὸς τὸν οὐρανὸν ἐχειραγώγησε, καὶ μείζονα τῶν ἀπολωλότων ἔδωκεν ἀγαθὰ, διὰ τῶν ἔργων αὐτῶν τὸν διάβολον διδάξας, ὅτι οὐδὲν αὐτῷ πλέον ἐγένετο ἐκ τῆς ἐπιβουλῆς ταύτης· ἀλλ' ἐκβαλὼν τοῦ παραδείσου τοὺς ἀνθρώπους, ὄψεται αὐτοὺς μικρὸν ὕστερον ἐν τοῖς οὐρανοῖς ἀναμεμιγμένους τοῖς ἀγγέλοις. Τοῦτο καὶ ἐπὶ τοῦ Κάϊν ἐποίησε· καὶ γὰρ καὶ ἐκεῖνον πρὸ τῆς ἁμαρτίας ἠσφαλίζετο, καὶ προδιηγόρευε, λέγων, Ἥμαρτες, ἡσύχασον· πρὸς σὲ ἡ ἀποστροφὴ αὐτοῦ, καὶ σὺ ἄρξεις αὐτοῦ. Ὅρα σοφίαν καὶ σύνεσιν. Διὰ τοῦτο δέδοικας, φησὶ, μή σε τῆς προεδρίας τῶν πρωτοτόκων ἀφέληται διὰ τὴν παρ' ἐμοῦ τιμὴν, μὴ τὴν ἀρχὴν ἁρπάσῃ τήν σοι προσήκουσαν· τοὺς γὰρ πρωτοτόκους τῶν δευτεροτόκων σεμνοτέρους εἶναι ἐχρῆν. Θάῤῥει, φησὶ, καὶ μὴ φοβοῦ, μηδὲ ἀγωνία περὶ τούτου· Πρὸς σὲ ἡ ἀποστροφὴ αὐτοῦ, καὶ σὺ αὐτοῦ ἄρξεις. Ὃ δὲ λέγει τοιοῦτόν ἐστι· μένε ἐπὶ τῆς τιμῆς τῆς τοῦ πρωτοτόκου, καὶ γενοῦ τῷ ἀδελφῷ καταφυγὴ καὶ σκέπη καὶ προστασία, καὶ κράτει καὶ κυρίευε αὐτοῦ· μόνον μὴ πρὸς φόνον ἐκπηδήσῃς, μηδὲ εἰς τὴν παράνομον ἐκείνην ἐξέλθῃς σφαγήν. Ἀλλ' ὅμως οὐδὲ οὕτως ἤκουσεν, οὐδὲ ἡσύχασεν, ἀλλ' εἰργάσατο τὴν μιαιφονίαν ἐκείνην, καὶ τὴν δεξιὰν εἰς τὸν λαιμὸν ἐβάπτισε τὸν ἀδελφικόν. Τί οὖν; ἆρα εἶπεν ὁ Θεὸς, Ἀφῶμεν αὐτὸν λοιπόν; τί πλέον τὸ ὄφελος; εἰργάσατο τὸν φόνον, ἀπέκτεινε τὸν ἀδελφὸν, κατεφρόνησέ μου τῆς παραινέσεως, ἀνίατόν τινα καὶ ἀσύγγνωστον σφαγὴν ἐτόλμησε, τοσαύτης καὶ τοιαύτης ἀπολαύσας προνοίας καὶ διδασκαλίας καὶ συμβουλῆς· πάντα ἐξέβαλεν ἐκεῖνα ἀπὸ τῆς διανοίας, καὶ πρὸς οὐδὲν ἐπεστράφη. Ἀφείσθω τοίνυν καὶ ἐῤῥίφθω λοιπὸν, καὶ μηδὲ λόγου τινὸς ἀξιούσθω παρ' ἐμοῦ. Οὐδὲν τοιοῦτον ὁ Θεὸς οὐκ εἶπεν, οὐκ ἔπραξεν· ἀλλὰ καὶ πρὸς αὐτὸν ἔρχεται πάλιν, καὶ διορθοῦται τὸν ἄνθρωπον, καί φησι· Ποῦ Ἄβελ ὁ ἀδελφός σου; Καὶ οὐδὲ ἀρνούμενον ἀφίησιν, ἀλλ' ἐνάγει καὶ ἄκοντα εἰς τὴν τῆς ἐργασίας ὁμολογίαν· καὶ εἰπόντος, Οὐκ οἶδα, Φωνὴ, φησὶν, αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρός με· αὐτὸ τὸ πρᾶγμα, φησὶ, κηρύττει τὸν μιαιφόνον. Τί οὖν οὗτος; Μείζων ἡ αἰτία μου τοῦ ἀφεθῆναί με· καὶ εἰ ἐκβάλῃς με ἀπὸ τῆς γῆς, καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι. Ὃ δὲ λέγει τοιοῦτόν ἐστι· Μείζονα μὲν ἥμαρτον συγγνώμης καὶ ἀπολογίας καὶ τοῦ ἀφεθῆναι, πλὴν ἀλλ' εἰ βουληθείης ἐπεξελθεῖν τῷ γεγενημένῳ, πᾶσι προκείσομαι, ἔρημος τῆς παρὰ σοῦ συμμαχίας γενόμενος. Τί οὖν ὁ Θεός; Οὐχ οὕτως, πᾶς ὁ ἀποκτείνας Κάϊν, ἑπτὰ ἐκδικούμενα παραλύσει. Μὴ φοβοῦ τοῦτο, φησί· βιώσῃ βίον μακρὸν, κἂν ἀνέλῃ σέ τις, πολλαῖς ἔσται τιμωρίαις ὑπεύθυνος, ὁ γὰρ ἑπτὰ ἀριθμὸς παρὰ τῇ Γραφῇ ἀδιορίστου πλήθους ἐστὶ σημαντικός. Ἐπεὶ οὖν ὁ Κάϊν πολλαῖς ὑπεβέβλητο τιμωρίαις, ἀγωνίᾳ, καὶ τρόμῳ, καὶ στεναγμοῖς, καὶ ἀθυμίᾳ, καὶ παραλύσει σώματος, Ὁ ἀνελών σε, φησὶ, καὶ τούτων ἀπαλλάξας τῶν κολάσεων, αὐτὸς ἐφ' ἑαυτὸν ἐπισπάσεται τὴν τιμωρίαν. Καὶ δοκεῖ μὲν εἶναι βαρὺ καὶ φορτικὸν τὸ λεγόμενον, πολλῆς δὲ ταῦτά ἐστι κηδεμονίας ὑπόδειξις. Καὶ γὰρ τοὺς μετὰ ταῦτα σωφρονίσαι βουλόμενος, τοιοῦτον ἐπενόησε κολάσεως τρόπον, ὃς ἀπαλλάξαι αὐτὸν τῆς ἁμαρτίας ἐδύνατο. Εἰ μὲν γὰρ εὐθέως αὐτὸν ἀνεῖλεν, ἀπῆλθεν ἂν ἔχων τὴν ἁμαρτίαν ἐγκεκαλυμμένην, καὶ τοῖς μετὰ ταῦτα οὐκ ἂν ἐγένετο γνώριμος. Νυνὶ δὲ ἀφεθεὶς πολὺν χρόνον ζῆσαι ἐν ἐκείνῳ τῷ τρόμῳ, διδάσκαλος τοῖς ἀπαντῶσιν ἐγίνετο πᾶσι, διὰ τῆς ὄψεως καὶ τοῦ σάλου τῆς σαρκὸς παραινῶν ἅπασι μή ποτε τοιαῦτα τολμᾷν, ἵνα μὴ τοιαῦτα πάθωσιν, αὐτός τε βελτίων ἐγίνετο πάλιν. Ὁ γὰρ τρόμος καὶ φόβος, καὶ τὸ ἀγωνίᾳ συζῇν, καὶ ἡ τοῦ σώματος πάρεσις, καθάπερ ἐν δεσμῷ τινι κατεῖχεν αὐτὸν, καὶ οὐκ ἠφίει οὔτε εἰς ἕτερον ἐκπηδῆσαι τοιοῦτο τόλμημα πάλιν, καὶ τοῦ προτέρου συνεχῶς ἀνεμίμνησκε, καὶ ἐν τούτοις αὐτοῦ τὴν ψυχὴν σωφρονεστέραν εἰργάζετο.