# Adversus Judaeos (orationes 1-8) 2.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Adversus Judaeos (orationes 1-8), ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΛΟΓΟΙ ΚΑΤΑ ΙΟΥΔΑΙΩΝ Λόγος πρῶτος.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/adversus-judaeos-orationes-1-8/2.1

Μηδὲ θαυμάσητε, εἰ ἀθλίους ἐκάλεσα τοὺς Ἰουδαίους. Ὄντως γὰρ ἄθλιοι καὶ ταλαίπωροι, τοσαῦτα ἀπὸ τῶν οὐρανῶν ἀγαθὰ εἰς τὰς χεῖρας αὐτῶν ἐλθόντα ἀπωσάμενοι καὶ ῥίψαντες μετὰ πολλῆς τῆς σπουδῆς. Ἀνέτειλεν ἐκείνοις πρώϊμος ὁ τῆς δικαιοσύνης ἥλιος· κἀκεῖνοι μὲν ἀπώσαντο τὴν ἀκτῖνα, καὶ ἐν σκότῳ κάθηνται· ἡμεῖς δὲ οἱ σκότῳ συντραφέντες, πρὸς ἑαυτοὺς ἐπεσπασάμεθα τὸ φῶς, καὶ τοῦ ζόφου τῆς πλάνης ἀπηλλάγημεν. Ἐκεῖνοι τῆς ῥίζης τῆς ἁγίας ἦσαν κλάδοι, ἀλλ' ἐξεκλάσθησαν· ἡμεῖς οὐ μετείχομεν τῆς ῥίζης, καὶ καρπὸν εὐσεβείας ἠνέγκαμεν. Ἐκεῖνοι τοὺς προφήτας ἀνέγνωσαν ἐκ πρώτης ἡλικίας, καὶ τὸν προφητευθέντα ἐσταύρωσαν· ἡμεῖς οὐκ ἠκούσαμεν θείων λογίων, καὶ τὸν προφητευθέντα προσεκυνήσαμεν, Διὰ τοῦτο ἄθλιοι, ὅτι τὰ πεμφθέντα αὐτοῖς ἀγαθὰ ἁρπαζόντων ἑτέρων, καὶ πρὸς ἑαυτοὺς ἐπισπωμένων, αὐτοὶ διεκρούσαντο. Κἀκεῖνοι μὲν εἰς υἱοθεσίαν καλούμενοι, πρὸς τὴν τῶν κυνῶν συγγένειαν ἐξέπεσον· ἡμεῖς δὲ κύνες ὄντες ἰσχύσαμεν διὰ τὴν τοῦ Θεοῦ χάριν ἀποθέσθαι τὴν προτέραν ἀλογίαν, καὶ πρὸς τὴν τῶν υἱῶν ἀναβῆναι τιμήν. Πόθεν τοῦτο δῆλον; Οὐκ ἔστι καλὸν, φησὶ, λαβεῖν τὸν ἄρτον τῶν τέκνων, καὶ βαλεῖν τοῖς κυναρίοις· πρὸς τὴν Χαναναίαν ὁ Χριστὸς ἔλεγεν, ἐκείνους μὲν τέκνα καλῶν, κύνας δὲ τοὺς ἐξ ἐθνῶν. Ἀλλ' ὅρα πῶς ἀντεστράφη μετὰ ταῦτα ἡ τάξις, κἀκεῖνοι μὲν ἐγένοντο κύνες, τέκνα δὲ ἡμεῖς. Βλέπετε τοὺς κύνας, Παῦλός φησι περὶ αὐτῶν, βλέπετε τοὺς κακοὺς ἐργάτας, βλέπετε τὴν κατατομήν· ἡμεῖς γάρ ἐσμεν ἡ περιτομή. Εἶδες πῶς κύνες ἐγένοντο οἱ πρότερον ὄντες τέκνα; Βούλει μαθεῖν πῶς οἱ πρότερον ὄντες κύνες ἡμεῖς ἐγενόμεθα τέκνα; Ὅσοι δὲ ἔλαβον αὐτὸν, φησὶν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι. Οὐδὲν ἀθλιώτερον ἐκείνων, τῶν πανταχοῦ κατὰ τῆς ἑαυτῶν σωτηρίας τρεχόντων. Καὶ γὰρ ὅτε ἔδει τὸν νόμον τηρεῖν, κατεπάτησαν· καὶ νῦν ὅτε ἀναπέπαυται ὁ νόμος, φιλονεικοῦσιν αὐτὸν τηρεῖν. Τί γένοιτ' ἂν αὐτῶν ἐλεεινότερον, οἳ μὴ τῇ παραβάσει τοῦ νόμου μόνον, ἀλλὰ καὶ τῇ φυλακῇ τοῦ νόμου τὸν Θεὸν παροξύνουσι; Διὰ τοῦτό φησι, Σκληροτράχηλοι καὶ ἀπερίτμητοι τῇ καρδίᾳ, ὑμεῖς ἀεὶ τῷ Πνεύματι τῷ ἁγίῳ ἀντιπίπτετε· οὐ τῷ παραβαίνειν τὰ νόμιμα μόνον, ἀλλὰ καὶ τῷ φυλάττειν ἐθέλειν ἀκαίρως. Σκληροτράχηλοι. Καὶ καλῶς εἶπε, σκληροτράχηλοι· οὐ γὰρ ἤνεγκαν τὸν ζυγὸν τοῦ Χριστοῦ, καίτοι χρηστὸς ἦν, καὶ οὐδὲν φορτικὸν εἶχεν οὔτε ἐπαχθές. Μάθετε γὰρ, φησὶν, ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ· καὶ, Ἄρατε τὸν ζυγόν μου ἐφ' ὑμᾶς, ὅτι ὁ ζυγός μου χρηστός ἐστι, καὶ τὸ φορτίον μου ἐλαφρόν. Ἀλλ' ὅμως οὐκ ἤνεγκαν διὰ τὴν σκληρότητα τοῦ αὐχένος· καὶ οὐ μόνον οὐκ ἤνεγκαν, ἀλλὰ καὶ συνέτριψαν καὶ διέῤῥηξαν. Ἀπ' αἰῶνος γὰρ, φησὶ, συνέτριψας τὸν ζυγόν σου, διέῤῥηξας τὸν δεσμόν σου. Οὐχὶ Παῦλος λέγει ταῦτα, ἀλλ' ὁ προφήτης βοᾷ, ζυγὸν καὶ δεσμὸν τὰ σύμβολα τῆς ἀρχῆς λέγων, ὅτι παρῃτήσαντο τὴν δεσποτείαν τοῦ Χριστοῦ, λέγοντες· Ἡμεῖς οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα. Συνέτριψας τὸν ζυγὸν, διέῤῥηξας τὸν δεσμὸν, ἐξέβαλες σαυτὸν τῆς οὐρανίου βασιλείας, καὶ ὑπέθηκας ἀνθρωπίναις ἀρχαῖς. Σὺ δέ μοι σκόπει, πῶς ἀκριβῶς αὐτῶν ὁ προφήτης τὸ δυσήνιον ᾐνίξατο. Οὐ γὰρ εἶπεν, Ἀπέθου τὸν ζυγὸν, ἀλλὰ, Συνέτριψας τὸν ζυγὸν, ὅπερ σκιρτώντων ἀλόγων ἐστὶν ἁμάρτημα, ἀφηνιώντων, παραιτουμένων τὴν ἀρχήν. Ἀλλὰ πόθεν αὕτη γέγονεν ἡ σκληρότης; Ἀπὸ ἀδηφαγίας καὶ μέθης. Τίς τοῦτό φησιν; Αὐτὸς ὁ Μωϋσῆς· Ἔφαγεν Ἰσραὴλ, καὶ ἐνεπλήσθη καὶ ἐλιπάνθη, καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος. Καθάπερ γὰρ τὰ ἄλογα, ἐπειδὰν δαψιλοῦς ἀπολαύσῃ φάτνης, εἰς πολυσαρκίαν ἐκβάντα, φιλονεικότερα καὶ δυσκάθεκτα γίνεται, καὶ οὔτε ζυγοῦ, οὔτε ἡνίας, οὔτε ἡνιόχου χειρὸς ἀνέχεται· οὕτω καὶ ὁ τῶν Ἰουδαίων δῆμος, ὑπὸ τῆς μέθης καὶ πολυσαρκίας εἰς κακίαν ἐσχάτην κατενεχθέντες, ἐσκίρτησαν, καὶ οὐκ ἐδέξαντο τὸν ζυγὸν τοῦ Χριστοῦ, οὐδὲ τὸ ἄροτρον τῆς διδασκαλίας εἵλκυσαν. Ὅπερ οὖν καὶ ἄλλος προφήτης αἰνιττόμενος ἔλεγεν, Ὡς δάμαλις παροιστρῶσα παροίστρησεν Ἰσραήλ. Ἕτερος δὲ αὐτὸν μόσχον ἀδίδακτον ἐκάλει. Τὰ δὲ τοιαῦτα ἄλογα, πρὸς ἐργασίαν οὐκ ὄντα ἐπιτήδεια, πρὸς σφαγὴν ἐπιτήδεια γίνεται. Ὅπερ οὖν καὶ οὗτοι πεπόνθασι, καὶ πρὸς ἐργασίαν ἀχρήστους ἑαυτοὺς καταστήσαντες, πρὸς σφαγὴν ἐπιτήδειοι γεγόνασι. Διὰ τοῦτο καὶ ὁ Χριστὸς ἔλεγεν· Τοὺς ἐχθρούς μου, τοὺς μὴ θελήσαντάς με βασιλεῦσαι ἐπ' αὐτῶν, ἀγάγετε ὧδε, καὶ κατασφάξατε αὐτούς. Τότε ἔδει σε νηστεύειν, ὦ Ἰουδαῖε, ὅτε ἡ μέθη ταῦτά σε εἰργάζετο τὰ δεινὰ, ὅτε ἀσέβειαν ἔτεκεν ἡ ἀδηφαγία, οὐχὶ νῦν· νῦν γὰρ ἄκαιρος ἡ νηστεία καὶ βδελυκτή. Τίς ταῦτά φησιν; Αὐτὸς ὁ Ἡσαΐας μεγαλοφώνως βοῶν· Οὐ ταύτην τὴν νηστείαν ἐγὼ ἐξελεξάμην, λέγει Κύριος. Διὰ τί; Ὅτι εἰς κρίσεις καὶ μάχας νηστεύετε, καὶ τύπτετε πυγμαῖς τοὺς ὑποχειρίους. Εἰ δὲ, ὅτε τοὺς συνδούλους ἔτυπτες, βδελυκτή σου ἦν ἡ νηστεία, ὅτε τὸν Δεσπότην κατέσφαξας, τότε σου προσδεκτὴ ἡ νηστεία γίνεται; Καὶ πῶς ἂν ἔχοι λόγον; Τὸν νηστεύοντα κατεσταλμένον εἶναι χρὴ, συντετριμμένον, τεταπεινωμένον, οὐχὶ μεθύειν ὑπὸ τῆς ὀργῆς· σὺ δὲ τύπτεις τοὺς συνδούλους; Τότε μὲν οὖν εἰς κρίσεις καὶ μάχας ἐνήστευον· νῦν δὲ εἰς ἀσελγείας καὶ τὴν ἐσχάτην ἀκολασίαν, γυμνοῖς τοῖς ποσὶν ἐπὶ τῆς ἀγορᾶς ὀρχούμενοι· καὶ ἡ μὲν ὑπόθεσις νηστευόντων, τὸ δὲ σχῆμα μεθυόντων. Ἄκουσον πῶς κελεύει νηστεύειν ὁ προφήτης· Ἁγιάσατε νηστείαν, φησίν· οὐκ εἶπε, πομπεύσατε νηστείαν· Κηρύξατε θεραπείαν, συναγάγετε πρεσβυτέρους. Οὗτοι δὲ χοροὺς μαλακῶν συναγαγόντες, καὶ πολὺν πεπορνευμένων γυναικῶν συρφετὸν, τὸ θέατρον ἅπαν καὶ τοὺς ἀπὸ τῆς σκηνῆς εἰς τὴν συναγωγὴν ἐπισύρουσι· θεάτρου γὰρ καὶ συναγωγῆς οὐδὲν τὸ μέσον. Καὶ οἶδα μὲν ὅτι τινὲς τόλμαν καταγινώσκουσι τοῦ λόγου, ὅτι εἶπον, Θεάτρου καὶ συναγωγῆς οὐδὲν τὸ μέσον· ἐγὼ δὲ αὐτῶν τόλμαν καταγινώσκω, ἐὰν μὴ οὕτω νομίζωσιν. Εἰ μὲν γὰρ οἴκοθεν ἀποφαίνομαι, κατάγνωθι· εἰ δὲ τοῦ προφήτου λέγω τὰ ῥήματα, δέξαι τὴν ἀπόφασιν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Adversus Judaeos (orationes 1-8). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg021.local001/.
