Ancient Greek · ~20 min
ΚΑΤΑ ΙΟΥΔΑΙΩΝ Λόγος ἕβδομος.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Adversus Judaeos (orationes 1-8) 3.1-7
Not analysed yet
Ὅταν οὖν ὁ Θεὸς λέγῃ, ἐν ἀρχῇ τῆς κτίσεως, Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν ἡμετέραν, αἰνιγματωδῶς ἡμῖν τοῦ Υἱοῦ τὴν θεότητα ἀποκαλύπτει, πρὸς ὃν διαλέγεται. Εἶτα δεικνὺς ὡς οὐκ ἐναντία αὕτη τῇ προτέρᾳ πολιτείᾳ, ἀλλὰ καὶ τοῦτο θέλημα Θεοῦ ἦν, καταλυθῆναι μὲν ἐκείνην τὴν θυσίαν, ἀντεισαχθῆναι δὲ ταύτην (ἐπίτασις γὰρ ἦν τῆς διορθώσεως, οὐκ ἐναντίωσις οὐδὲ μάχη), εἰπὼν, Ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ, ἐπήγαγε, Τοῦ ποιῆσαι τὸ θέλημά σου, ὁ Θεὸς, ἐβουλήθην, καὶ τὸν νόμον σου ἐν μέσῳ τῆς κοιλίας μου· εἶτα λέγων, τί ποτέ ἐστι τὸ θέλημα τοῦ Θεοῦ, παρεὶς θυσίαν εἰπεῖν, καὶ ὁλοκαυτώματα καὶ προσφορὰς καὶ πόνους καὶ ἱδρῶτας, φησὶν, Εὐηγγελισάμην δικαιοσύνην ἐν Ἐκκλησίᾳ μεγάλῃ. Τί ποτέ ἐστιν, Εὐηγγελισάμην δικαιοσύνην; Οὐκ εἶπεν ἁπλῶς, Ἔδωκα, ἀλλ', Εὐηγγελισάμην. Τί δήποτε; Ὅτι οὐκ ἀπὸ κατορθωμάτων, οὐδὲ πόνων, οὐδὲ ἀμοιβῆς, ἀλλ' ἀπὸ χάριτος μόνης τὸ γένος ἐδικαίωσε τὸ ἡμέτερον. Ὅπερ οὖν καὶ ὁ Παῦλος δηλῶν ἔλεγε· Νυνὶ δὲ χωρὶς νόμου δικαιοσύνη Θεοῦ πεφανέρωται· δικαιοσύνη δὲ Θεοῦ διὰ πίστεως Ἰησοῦ Χριστοῦ, οὐ διὰ καμάτου τινὸς καὶ πόνου. Καὶ ταύτης δὲ ἐπιλαμβανόμενος τῆς μαρτυρίας οὕτως ἔλεγε· Σκιὰν γὰρ ἔχων ὁ νόμος τῶν μελλόντων ἀγαθῶν, οὐκ αὐτὴν τὴν εἰκόνα τῶν πραγμάτων, κατ' ἐνιαυτὸν ταῖς αὐταῖς θυσίαις αἷς προσφέρουσιν εἰς τὸ διηνεκὲς οὐδέποτε δύναται τοὺς προσερχομένους τελειῶσαι. Διὸ εἰσερχόμενος εἰς τὸν κόσμον λέγει, θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, σῶμα δὲ κατηρτίσω μοι, τὴν εἴσοδον τοῦ Μονογενοῦς εἰς τὸν κόσμον λέγων, τὴν διὰ σαρκὸς οἰκονομίαν. Οὕτω γὰρ πρὸς ἡμᾶς παρεγένετο, οὐ τόπον ἀμείψας ἐκ τόπου, (πῶς γὰρ ὁ πανταχοῦ ὢν, καὶ πάντα πληρῶν;) ἀλλὰ διὰ σαρκὸς ἡμῖν φανερωθείς. Ἀλλ' ἐπειδὴ οὐχὶ πρὸς Ἰουδαίους ἐστὶν ἡμῖν ἡ μάχη μόνον, ἀλλὰ καὶ πρὸς Ἕλληνας καὶ πολλοὺς τῶν αἱρετικῶν, φέρε βαθύτερόν τι νόημα ἐνταῦθα ὑμῖν ἀποκαλύψωμεν, καὶ ζητήσωμεν, τί δήποτε, μυρίας ἔχων μαρτυρίας ὁ Παῦλος, αἳ τὸν νόμον ἀργεῖν ποιοῦσι καὶ τὴν παλαιὰν πολιτείαν, ταύτης ἐμνημόνευσεν. Οὐδὲ γὰρ ἁπλῶς οὐδὲ ὡς ἔτυχε τοῦτο ἐποίησεν, ἀλλὰ μετά τινος λόγου καὶ σοφίας ἀφάτου. Ὅτι γὰρ καὶ ἑτέρας εἶχε μαρτυρίας μακροτέρας καὶ σφοδροτέρας, εἴπερ ἐβούλετο παραγαγεῖν, ὑπὲρ τῆς ὑποθέσεως ταύτης, πάντες ἂν ὁμολογήσαιεν. Καὶ γὰρ καὶ ὁ Ἡσαΐας φησὶν, Οὐκ ἔστι μοι θέλημα ἐν ὑμῖν· πλήρης εἰμὶ ὁλοκαυτωμάτων κριῶν, καὶ στέαρ ἀρνῶν καὶ αἷμα ταύρων καὶ τράγων οὐ βούλομαι, οὐδὲ ἐὰν ἔρχησθε ὀφθῆναί μοι. Τίς γὰρ ἐξεζήτησε ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν; Ἐὰν προσφέρητέ μοι σεμίδαλιν, μάταιον· θυμίαμα βδέλυγμά μοι ἐστίν. Καὶ ἑτέρωθι πάλιν· Οὐ νῦν ἐκάλεσά σε, Ἰακὼβ, οὐδὲ ἔγκοπόν σε ἐποίησα, Ἰσραὴλ, οὐκ ἐδόξασάς με ἐν θυσίαις, οὐδὲ ἐδούλευσάς μοι ἐν δώροις σου, οὐδὲ ἔγκοπόν σε ἐποίησα ἐν λιβάνῳ, οὐδὲ ἐκτήσω μοι ἀργυρίου θυμίαμα, Καὶ ὁ Ἱερεμίας δὲ, Ἱνατί μοι λίβανον ἐκ Σαβᾶ φέρεις καὶ κιννάμωμον ἐκ γῆς μακρόθεν; Τὰ ὁλοκαυτώματα ὑμῶν οὐχ ἥδυνάν με. Καὶ πάλιν· Συναγάγετε τὰ ὁλοκαυτώματα ὑμῶν μετὰ τῶν θυσιῶν ὑμῶν, καὶ φάγετε κρέα. Καὶ ἕτερος δὲ τῶν προφητῶν οὕτως ἔλεγεν· Μετάστησον ἀπ' ἐμοῦ ἦχον ᾠδῶν σου, καὶ ψαλμὸν ὀργάνων σου οὐκ ἀκούσομαι. Καὶ πάλιν ἀλλαχοῦ τῶν Ἰουδαίων λεγόντων, Εἰ προσδέξεται Κύριος ἐν ὁλοκαυτώμασιν, εἰ δώσω πρωτότοκά μου ὑπὲρ ἀσεβείας μου, καρπὸν κοιλίας μου ὑπὲρ ἁμαρτίας ψυχῆς μου; καὶ ὁ προφήτης ἐπιτιμῶν αὐτοῖς ἔλεγεν, Ἀπηγγέλη σοι, ἄνθρωπε, τί καλὸν, καὶ τί Κύριος ὁ Θεὸς ἐκζητεῖ παρὰ σοῦ, ἀλλ' ἢ ἀγαπᾷν ἔλεον, καὶ ποιεῖν κρῖμα καὶ δικαιοσύνην, καὶ ἕτοιμον εἶναι πορεύεσθαι ὀπίσω Κυρίου τοῦ Θεοῦ σου. Καὶ ὁ Δαυῒδ οὕτως ἔλεγεν· Οὐ δέξομαι ἐκ τοῦ οἴκου σου μόσχους, οὐδὲ ἐκ τῶν ποιμνίων σου χιμάῤῥους. Τίνος οὖν ἕνεκεν τοσαύτας ἔχων μαρτυρίας εἰπεῖν, δι' ὧν ὁ Θεὸς φαίνεται τὰς θυσίας παραιτούμενος ἐκείνας, τὰς νουμηνίας, τὰ σάββατα, τὰς ἑορτὰς, πάσας ἐκείνας ἀφεὶς, ταύτης ἐμνήσθη μόνης; Οὐχ ἁπλῶς οὐδὲ ὡς ἔτυχεν, ἀλλ' ἤδη τὴν αἰτίαν ἐροῦμεν. Πολλοὶ τῶν ἀπίστων καὶ Ἰουδαίων αὐτῶν μαχόμενοι πρὸς ἡμᾶς λέγουσιν, ὅτι ἡ παλαιὰ καταλέλυται πολιτεία οὐ διὰ τὸ ἀτέλεστον αὐτῆς, οὐδὲ διὰ τὸ μείζονα εἰσενεχθῆναι τὴν ἡμετέραν πολιτείαν, ἀλλὰ διὰ τὴν πονηρίαν τῶν τότε προσφερόντων τὰς θυσίας. Ὁ γοῦν Ἡσαΐας φησίν· Ἐὰν ἐκτείνητε τὰς χεῖρας ὑμῶν, ἀποστρέψω τοὺς ὀφθαλμούς μου ἀφ' ὑμῶν· καὶ ἐὰν πληθύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν. Εἶτα τὴν αἰτίαν προσθεὶς, ἐπάγει λέγων· Αἱ γὰρ χεῖρες ὑμῶν αἵματος πλήρεις. Τοῦτο δὲ οὐκ ἔστι τῶν θυσιῶν κατηγορία, ἀλλὰ τῆς τῶν προσαγόντων πονηρίας ἔγκλημα, καὶ διὰ τοῦτο οὐκ ἐδέχετο τὰς θυσίας, ἐπειδὴ μιαραῖς αὐτὰς προσῆγον χερσί. Πάλιν ὁ Δαυῒδ εἰπὼν, ὅτι Οὐ δέξομαι ἐκ τοῦ οἴκου σου μόσχους, οὐδὲ ἐκ τῶν ποιμνίων σου χιμάῤῥους, ἐπήγαγε λέγων· Τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ Θεός· Ἱνατί σὺ ἐκδιηγῇ τὰ δικαιώματά μου, καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ τοῦ στόματός σου; Σὺ δὲ ἐμίσησας παιδείαν, καὶ ἐξέβαλες τοὺς λόγους μου εἰς τὰ ὀπίσω. Εἰ ἐθεώρεις κλέπτην, συνέτρεχες αὐτῷ, καὶ μετὰ μοιχῶν τὴν μερίδα σου ἐτίθεις. Τὸ στόμα σου ἐπλεόνασε ἀδικίαν, καὶ ἡ γλῶσσά σου περιέπλεκε δολιότητας. Καθήμενος κατὰ τοῦ ἀδελφοῦ σου κατελάλεις, καὶ κατὰ τοῦ υἱοῦ τῆς μητρός σου ἐτίθεις σκάνδαλον. Ὅθεν δῆλον ὅτι οὐχ ἁπλῶς ἐνταῦθα παρῃτήσατο τὰς θυσίας, ἀλλ' ἐπειδὴ ἐμοίχευον, ἐπειδὴ ἔκλεπτον, ἐπειδὴ τοῖς ἀδελφοῖς ἐπεβούλευον. Καὶ ἕκαστος δὲ, φησὶ, τῶν προφητῶν, κατηγορῶν τῶν προσαγόντων τὰς θυσίας, οὕτως αὐτὰς τὸν Θεὸν παραιτεῖσθαι λέγει.