Ancient Greek · ~17 min
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΛΟΓΟΙ ΚΑΤΑ ΙΟΥΔΑΙΩΝ Λόγος πρῶτος.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Adversus Judaeos (orationes 1-8) 5.1
Not analysed yet
Ἀλλὰ γὰρ ἐπὶ τοὺς νοσοῦντας ἐπανελθεῖν δεῖ πάλιν. Ἐννοήσατε τοίνυν τίσι κοινωνοῦσιν οἱ νηστεύοντες νῦν· τοῖς βοῶσι, Σταύρωσον, σταύρωσον· τοῖς λέγουσι, Τὸ αἷμα αὐτοῦ ἐφ' ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν. Εἴ τινες ἁλόντες ἐπὶ τυραννίδι κατεδικάσθησαν, ἆρα ἂν ἐτόλμησας προσελθεῖν καὶ κοινωνῆσαι λόγων αὐτοῖς; Οὐκ ἔγωγε οἶμαι. Πῶς οὖν οὐκ ἄτοπον τοὺς μὲν εἰς ἄνθρωπον γενομένους πονηροὺς μετὰ τοσαύτης φεύγειν σπουδῆς, τοὺς δὲ εἰς αὐτὸν ὑβρίσαντας τὸν Θεὸν ποιεῖσθαι κοινωνοὺς, καὶ τοὺς προσκυνοῦντας τὸν ἐσταυρωμένον τοῖς ἐσταυρωκόσι συνεορτάζειν; Τοῦτο γὰρ οὐ μόνον ἀνοίας, ἀλλὰ καὶ τῆς ἐσχάτης μανίας ἐστίν. Ἐπειδὴ δέ εἰσί τινες οἳ καὶ τὴν συναγωγὴν σεμνὸν εἶναι τόπον νομίζουσιν, ἀναγκαῖον καὶ πρὸς τούτους ὀλίγα εἰπεῖν. Τίνος γὰρ ἕνεκα τὸν τόπον ἐκεῖνον αἰδεῖσθε, δέον καταφρονεῖν καὶ βδελύττεσθαι καὶ ἀποπηδᾷν; Ὁ νόμος ἀπόκειται. φησὶν, ἐν αὐτῷ, καὶ βιβλία προφητικά. Καὶ τί τοῦτο; Μὴ γὰρ, ἔνθα ἂν ᾖ βιβλία τοιαῦτα, καὶ ὁ τόπος ἅγιος ἔσται; Οὐ πάντως. Ἐγὼ δὲ διὰ τοῦτο μάλιστα μισῶ τὴν συναγωγὴν καὶ ἀποστρέφομαι, ὅτι τοὺς προφήτας ἔχοντες ἀπιστοῦσι τοῖς προφήταις, ὅτι ἀναγινώσκοντες τὰ γράμματα οὐ δέχονται τὰς μαρτυρίας, ὅπερ ὑβριζόντων ἐστὶ μειζόνως. Εἰπὲ γάρ μοι, εἴ τινα εἶδες ἄνθρωπον αἰδέσιμον καὶ λαμπρὸν καὶ περιφανῆ εἰς καπηλεῖον εἰσαχθέντα, ἢ εἰς καταγώγιον λῃστῶν, εἶτα ὑβριζόμενον ἐκεῖ καὶ τυπτόμενον καὶ τὴν ἐσχάτην ὑπομένοντα παροινίαν, ἆρα ἂν ἐθαύμασας τὸ καπηλεῖον ἢ τὸ σπήλαιον, ἐπειδὴ ἔνδον εἱστήκει παροινούμενος ὁ θαυμαστὸς ἐκεῖνος καὶ μέγας ἀνήρ; Οὐκ ἔγωγε οἶμαι, ἀλλὰ διὰ τοῦτο αὐτὸ μάλιστα ἂν ἐμίσησας καὶ ἀπεστράφης. Τοῦτο καὶ ἐπὶ τῆς συναγωγῆς λογίζου. Τοὺς γὰρ προφήτας καὶ τὸν Μωϋσέα μετ' αὐτῶν εἰσήγαγον ἐκεῖ, οὐχ ἵνα τιμήσωσιν, ἀλλ' ἵνα ὑβρίσωσι καὶ ἀτιμάσωσιν. Ὅταν γὰρ λέγωσι μὴ εἰδέναι αὐτοὺς τὸν Χριστὸν, μηδὲ εἰρηκέναι τι περὶ τῆς ἐκείνου παρουσίας, ποία μείζων ταύτης γένοιτ' ἂν εἰς τοὺς ἁγίους ἐκείνους ὕβρις, ἀλλ' ὅταν αὐτῶν κατηγορήσωσιν ὡς τὸν αὐτῶν ἀγνοούντων Δεσπότην, καὶ κοινωνοὺς τῆς ἰδίας ἀσεβείας λέγωσιν εἶναι; Ὥστε διὰ τοῦτο μᾶλλον μισεῖν καὶ αὐτοὺς καὶ τὴν συναγωγὴν χρὴ, ὅτι ἐμπαροινοῦσιν εἰς τοὺς ἁγίους ἐκείνους. Ἀλλὰ τί λέγω περὶ βιβλίων καὶ τόπων; ἐν καιρῷ τῶν διωγμῶν οἱ δήμιοι τὰ σώματα τῶν μαρτύρων κατέχουσι, καταξαίνουσι, μαστίζουσιν. Ἆρα οὖν ἅγιαί εἰσιν αὐτῶν αἱ χεῖρες, ἐπειδὴ τὰ σώματα τῶν ἁγίων κατέσχον; Μὴ γένοιτο. Εἶτα χεῖρες μὲν, σώματα κατασχοῦσαι ἁγίων, βέβηλοι μένουσι δι' αὐτὸ δὴ τοῦτο, ἐπειδὴ κατέσχον κακῶς· οἱ δὲ γράμματα κατέχοντες ἁγίων καὶ ὑβρίζοντες οὐκ ἔλαττον ἢ οἱ δήμιοι τῶν μαρτύρων τὰ σώματα, αἰδέσιμοι διὰ τοῦτο ἔσονται; Καὶ πῶς οὐκ ἐσχάτης ἀλογίας ταῦτα ἂν εἴη; Εἰ γὰρ σώματα κατεχόμενα κακῶς, οὐ μόνον οὐχ ἁγιάζει τοὺς κατέχοντας, ἀλλὰ καὶ ἐναγεστέρους ποιεῖ, πολλῷ μᾶλλον γράμματα ἀναγινωσκόμενα μετὰ ἀπιστίας οὐκ ἂν δύναιντο τοὺς ἀναγινώσκοντας ὠφελῆσαί ποτε. Αὐτὸ μὲν οὖν τοῦτο ἀσεβεστέρους αὐτοὺς ἀποφαίνει, τὸ μετὰ τοιαύτης προαιρέσεως τὰ βιβλία κατέχειν. Οὐδὲ γὰρ ἂν τοσαύτης ἄξιοι ἦσαν κατηγορίας, εἰ μὴ τοὺς προφήτας εἶχον· οὐκ ἦσαν οὕτως ἀκάθαρτοι καὶ βέβηλοι, εἰ μὴ τὰς βίβλους ἀνεγίνωσκον. Νῦν δὲ πάσης εἰσὶν ἀπεστερημένοι συγγνώμης, ὅτι τοὺς κήρυκας τῆς ἀληθείας ἔχοντες, καὶ πρὸς αὐτοὺς κείνους, καὶ πρὸς τὴν ἀλήθειαν ἵστανται ἐχθρᾷ διανοίᾳ. Ὥστε διὰ τοῦτο μᾶλλον ἂν εἶεν βέβηλοι καὶ ἐναγεῖς, ὅτι τοὺς προφήτας ἔχοντες, πολεμίᾳ αὐτοῖς κέχρηνται γνώμῃ. Διὸ παρακαλῶ φεύγειν καὶ ἀποπηδᾷν αὐτῶν τοὺς συλλόγους. Οὐ μικρὰ αὕτη βλάβη τοῖς ἀσθενεστέροις τῶν ἀδελφῶν, οὐ μικρὰ ἀπονοίας ἐκείνοις πρόφασις. Ὅταν γὰρ ἴδωσιν ὑμᾶς τοὺς προσκυνοῦντας τὸν ὑπ' αὐτῶν σταυρωθέντα Χριστὸν, τὰ ἐκείνων διώκοντας καὶ σεμνοποιοῦντας, πῶς οὐχ ἡγήσονται ἄριστα αὐτοῖς ἅπαντα πεπράχθαι, καὶ οὐδενὸς ἄξια εἶναι τὰ ἡμέτερα, ὅταν οἱ πρεσβεύοντες αὐτὰ καὶ θεραπεύοντες ὑμεῖς, πρὸς τοὺς καθαιροῦντας αὐτὰ τρέχητε; Ἐάν τις ἴδῃ σὲ, φησὶ, τὸν ἔχοντα γνῶσιν, ἐν εἰδωλείῳ κατακείμενον, οὐχὶ ἡ συνείδησις αὐτοῦ ἀσθενοῦς ὄντος οἰκοδομηθήσεται εἰς τὸ τὰ εἰδωλόθυτα ἐσθίειν; Καὶ ἐγὼ λέγω, Ἐάν τις ἴδῃ σε τὸν ἔχοντα γνῶσιν εἰς συναγωγὴν ἀπερχόμενον, καὶ σάλπιγγας θεωροῦντα, οὐχὶ ἡ συνείδησις αὐτοῦ ἀσθενοῦς ὄντος οἰκοδομηθήσεται εἰς τὸ θαυμάζειν τὰ Ἰουδαϊκὰ πράγματα; Ὁ πίπτων οὐχὶ τοῦ ἰδίου πτώματος δίδωσι μόνον δίκην, ἀλλ' ὅτι καὶ ἄλλους ὑποσκελίζει κολάζεται· ὥσπερ καὶ ὁ ἑστὼς οὐχ ὑπὲρ τῆς οἰκείας ἀρετῆς στεφανοῦται μόνον, ἀλλ' ὅτι καὶ ἄλλους εἰς τὸν αὐτὸν ἄγει ζῆλον θαυμάζεται. Φεύγετε τοίνυν καὶ τοὺς συλλόγους, καὶ τοὺς τόπους αὐτῶν, καὶ μηδεὶς αἰδείσθω τὴν συναγωγὴν διὰ τὰ βιβλία, ἀλλὰ διὰ ταῦτα αὐτὴν μισείτω καὶ ἀποστρεφέσθω, ὅτι ἐφ' ὕβρει κατέχουσι τοὺς ἁγίους, ὅτι ἀπιστοῦσι τοῖς ἐκείνων ῥήμασιν, ὅτι τὴν ἐσχάτην αὐτῶν κατηγοροῦσιν ἀσέβειαν.