# Adversus Judaeos (orationes 1-8) 6.1-6

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Adversus Judaeos (orationes 1-8), ΚΑΤΑ ΙΟΥΔΑΙΩΝ. Λόγος ὄγδοος.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/adversus-judaeos-orationes-1-8/6.1-6

Ἀλλὰ τί λέγεις; ὅτι θλίβει σε καὶ πιέζει τοῦ σώματος ἡ νόσος; Ἀλλ' οὔπω τοσαῦτα πέπονθας, ὅσα ὁ μακάριος Ἰὼβ, μᾶλλον δὲ οὐδὲ τὸ πολλοστὸν μέρος ἐκείνου. Μετὰ γὰρ τὴν ἀθρόαν τῶν ποιμνίων καὶ τῶν βουκολίων καὶ τῶν ἄλλων ἁπάντων ἀπώλειαν, ἡρπάσθη καὶ τῶν παίδων ὁλόκληρος ὁ χορός· καὶ πάντα ἐν ἡμέρᾳ μιᾷ ἐγένετο, ἵνα μὴ ἡ φύσις τῶν πειρασμῶν μόνον, ἀλλὰ καὶ ἡ συνέχεια καταβάλῃ τὸν ἀθλητήν. Μετ' ἐκεῖνα πάντα καιρίαν ἐν τῷ σώματι δεξάμενος τὴν πληγὴν, σκώληκας ἑώρα πάντοθεν βρύοντας ἀπὸ τοῦ σώματος, καὶ γυμνὸς ἐπὶ τῆς κοπρίας ἐκάθητο, κοινὸν τοῖς παροῦσι συμφορᾶς θέατρον, ὁ δίκαιος, ὁ ἀληθινὸς, ὁ θεοσεβὴς, ὁ ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος. Καὶ οὐδὲ μέχρι τούτων ἔστη τὰ δεινά· ἀλλ' ὀδύναι μεθημεριναὶ καὶ νυκτεριναὶ, καὶ λιμός τις αὐτὸν ἐπολιόρκει ξένος καὶ παράδοξος. Βρῶμον γὰρ, φησὶν, ὁρῶ τὰ σῖτά μου, ὀνείδη καθημερινὰ, χλευασίαι, σκώμματα, γέλως. Οἱ οἰκέται γάρ μου, φησὶ, καὶ οἱ υἱοὶ τῶν παλλακίδων μου ἐπανέστησάν μοι, ἐν ἐνυπνίοις φόβοι, ζάλη τις λογισμῶν διηνεκής. Ἀλλ' ὅμως τούτων ἁπάντων ἀπαλλαγὴν ἐπηγγέλλετο ἡ γυνὴ λέγουσα οὕτως, Εἶπόν τι ῥῆμα πρὸς τὸν Κύριον, καὶ τελεύτα. Βλασφήμησον, φησὶ, καὶ ἀπαλλαγήσῃ τῶν ἐπικειμένων πόνων. Τί οὖν; παρέτρεψε τὸν ἅγιον ἐκεῖνον ἡ συμβουλή; Τοὐναντίον μὲν οὖν καὶ ἐποίησε, καὶ ἐπέῤῥωσε μειζόνως αὐτὸν, ὡς καὶ ἐπιτιμῆσαι τῇ γυναικί. ᾙρεῖτο γὰρ μᾶλλον ὀδυνᾶσθαι καὶ ταλαιπωρεῖσθαι καὶ μυρία πάσχειν δεινὰ, ἣ μετὰ βλασφημίας ἀπαλλαγήν τινα τῶν τοσούτων εὑρέσθαι κακῶν. Οὕτω καὶ ὁ τριακονταοκτὼ ἔτη ἔχων ἐν τῇ ἀσθενείᾳ αὐτοῦ καθ' ἕκαστον ἐνιαυτὸν ἔτρεχεν ἐπὶ τὴν κολυμβήθραν, καὶ καθ' ἕκαστον ἐξεκρούετο, καὶ θεραπείας οὐκ ἐτύγχανεν· ἀλλ' ἑτέρους μὲν ἑώρα καθ' ἕκαστον ἐνιαυτὸν ἀπαλλαττομένους διὰ τὸ πολλοὺς ἔχειν τοὺς θεραπεύοντας, αὑτόν τε διὰ τὴν ἐρημίαν τῶν προστησομένων ἐν διηνεκεῖ μένοντα παρέσει. Καὶ οὐδὲ οὕτως ἔδραμεν ἐπὶ μάντεις, οὐκ ἦλθε πρὸς ἐπαοιδοὺς, οὐκ ἐπέδησε περίαπτα, ἀλλ' ἀνέμενε τὴν παρὰ τοῦ Θεοῦ βοήθειαν· διὰ τοῦτο πρὸς τῷ τέλει θαυμαστῆς τινος καὶ παραδόξου θεραπείας ἔτυχεν. Ὁ δὲ Λάζαρος λιμῷ καὶ νόσῳ καὶ ἐρημίᾳ πάντα τὸν χρόνον ἐπάλαισεν, οὐ τριακονταοκτὼ ἔτη ἔχων μόνον, ἀλλὰ πᾶσαν τὴν ζωήν· οὕτω γοῦν καὶ ἐξέπνευσεν ἐν τῷ πυλῶνι κείμενος τοῦ πλουσίου, καταφρονούμενος, χλευαζόμενος, λιμώττων, τοῖς κυσὶ βορὰ προκείμενος. Οὕτω γὰρ αὐτοῦ τὸ σῶμα παρεῖτο, ὡς μηδὲ ἀποσοβεῖν δύνασθαι τοὺς κύνας ἐπιόντας καὶ τὰ τραύματα αὐτοῦ λιχμωμένους. Ἀλλ' ὅμως οὐκ ἐπαοιδὸν ἐζήτησεν, οὐ πέταλα περιῆψεν, οὐ μαγγανείας ἐκίνησεν, οὐ γόητας πρὸς ἑαυτὸν ἐκάλεσεν, οὐκ ἄλλο τι τῶν κεκωλυμένων ἐποίησεν, ἀλλ' εἵλετο μᾶλλον τοῖς κακοῖς ἐναποθανεῖν ἐκείνοις, ἢ τῆς εὐσεβείας μικρόντι προδοῦναι μέρος. Τίνα οὖν ἕξομεν συγγνώμην ἡμεῖς, εἰ τοσαῦτα πασχόντων ἐκείνων καὶ καρτερούντων ἢ διὰ πυρετὸν ἢ διὰ τραύματα, τρέχομεν ἐπὶ συναγωγὰς, καὶ τοὺς φαρμακοὺς καὶ γόητας εἰς τὰς οἰκίας καλοῦμεν τὰς ἑαυτῶν; Οὐκ ἤκουσας τί φησιν ἡ Γραφή; Τέκνον, ἐὰν προσέρχῃ δουλεύειν Κυρίῳ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμὸν, εὔθυνον τὴν καρδίαν σου, καὶ καρτέρησον· ἐν νόσῳ καὶ πενίᾳ ἐπ' αὐτῷ πεποιθὼς γίνου. Ὥσπερ γὰρ ἐν πυρὶ δοκιμάζεται χρυσίον, οὕτως ἄνθρωπος δεκτὸς ἐν καμίνῳ ταπεινώσεως. Ἂν σὺ τὸν οἰκέτην μαστίξῃς τὸν σὸν, εἶτα ἐκεῖνος τριάκοντα ἢ πεντήκοντα λαβὼν πληγὰς, εὐθέως ἐλευθερίαν ἀναβοήσῃ, ἢ καταλίπῃ σου τὴν δεσποτείαν, καὶ πρὸς ἑτέρους τινὰς ἀπέλθῃ τῶν μισούντων σε, καὶ παροξύνῃ· ἆρα δυνήσεται συγγνώμης τυχεῖν, εἰπέ μοι; ἆρα δυνήσεται ἀπολογήσασθαί τις ὑπὲρ αὐτοῦ; Οὐδαμῶς. Τί δήποτε; Ὅτι προσῆκον δεσπότῃ κολάζειν οἰκέτην. Οὐ διὰ τοῦτο δὲ μόνον, ἀλλ' ὅτι, εἰ καταφυγεῖν ἐχρῆν, οὐχὶ πρὸς τοὺς ἐχθροὺς, οὐδὲ πρὸς τοὺς μισοῦντας, ἀλλὰ πρὸς τοὺς φίλους τοὺς γνησίους ἔδει.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Adversus Judaeos (orationes 1-8). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg021.local001/.
