Ancient Greek
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΛΟΓΟΙ ΚΑΤΑ ΙΟΥΔΑΙΩΝ Λόγος πρῶτος.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Adversus Judaeos (orationes 1-8) 7.1
Not analysed yet
Τί βούλεσθε ἕτερον εἴπω; τὰς ἁρπαγὰς, τὰς πλεονεξίας, τὰς τῶν πενήτων προδοσίας, τὰς κλοπὰς, τὰς καπηλείας; Ἀλλ' οὐδὲ πᾶσα ἡμῖν πρὸς ταύτην ἀρκέσει τὴν διήγησιν ἡ ἡμέρα. Ἀλλ' αἱ ἑορταὶ αὐτῶν σεμνὸν ἔχουσί τι καὶ μέγα; Καὶ αὐτὰς μὲν οὖν ταύτας ἀκαθάρτους ἀπέδειξαν. Ἄκουσον γοῦν τῶν προφητῶν, μᾶλλον δὲ ἄκουσον τοῦ Θεοῦ, μεθ' ὅσης αὐτὰς ἀποστρέφεται τῆς ὑπερβολῆς· Μεμίσηκα, ἀπῶσμαι τὰς ἑορτὰς ὑμῶν. Ὁ Θεὸς μισεῖ, καὶ σὺ κοινωνεῖς; Καὶ οὐκ εἶπε, τήνδε ἢ τήνδε τὴν ἑορτὴν, ἀλλὰ πάσας ὁμοῦ. Βούλει ἰδεῖν, ὅτι καὶ τὴν διὰ τυμπάνων καὶ τῆς κιθάρας καὶ τῶν ψαλτηρίων καὶ τῶν ἄλλων ὀργάνων λατρείαν μισεῖ; Μετάστησον ἀπ' ἐμοῦ ἦχον ᾠδῶν σου, φησὶ, καὶ ψαλμὸν ὀργάνων σου οὐκ ἀκούσομαι. Ὁ Θεὸς λέγει, Μετάστησον ἀπ' ἐμοῦ· καὶ σὺ τρέχεις ἀκουσόμενος τῶν σαλπίγγων; Ἀλλ' αὗται αἱ θυσίαι καὶ αἱ προσφοραὶ οὐχὶ βδελυκταί; Ἐὰν φέρητέ μοι σεμίδαλιν, μάταιον· θυμίαμα βδέλυγμά μοί ἐστι. Θυμίαμα βδέλυγμα, καὶ ὁ τόπος οὐ βδέλυγμα; Καὶ πότε δὲ βδέλυγμα; Πρὶν ἢ τὸ κεφάλαιον αὐτοὺς ἐργάσασθαι τῶν κακῶν, πρὶν ἢ τὸν ἑαυτῶν ἀνελεῖν Δεσπότην, πρὸ τοῦ σταυροῦ, πρὸ τῆς Χριστοκτονίας τὸ βδέλυγμα· καὶ νῦν οὐ πολλῷ μᾶλλον; Καίτοι τί θυμιάματος εὐωδέστερον; Ἀλλ' οὐ τῇ φύσει τῶν δώρων, ἀλλὰ τῇ προαιρέσει τῶν προσαγόντων προσέχων ὁ Θεὸς, οὕτω κρίνει τὰς προσφοράς. Προσέσχεν ἐπὶ Ἄβελ, καὶ τότε ἐπὶ τοῖς δώροις αὐτοῦ· εἶδε τὸν Κάϊν, καὶ τότε τὰς θυσίας αὐτοῦ ἀπεστράφη. Ἐπὶ γὰρ Κάϊν, φησὶ, καὶ ἐπὶ ταῖς θυσίαις αὐτοῦ οὐ προσέσχεν. Ὁ Νῶε θυσίας ἀνήνεγκε τῷ Θεῷ προβάτων καὶ μόσχων καὶ ὀρνίθων· καί φησιν ἡ Γραφὴ, ὅτι Ὠσφράνθη Κύριος ὀσμὴν εὐωδίας· τουτέστιν, ἐδέξατο τὰ προσενεχθέντα. Οὐ γὰρ δὴ ῥῖνές εἰσι περὶ Θεὸν, ἀλλὰ ἀσώματον τὸ θεῖον. Καίτοι τὰ ἀναφερόμενα ἐκεῖθεν κνίσσα καὶ καπνὸς σωμάτων καιομένων· τῆς δὲ τοιαύτης κνίσσης οὐδὲν δυσωδέστερον· ἀλλ' ἵνα μάθῃς, ὅτι τῇ προαιρέσει τῶν προσφερόντων προσέχων ὁ Θεὸς καὶ δέχεται καὶ ἀποστρέφεται τὰς θυσίας, τὴν μὲν κνίσσαν καὶ τὸν καπνὸν ὀσμὴν εὐωδίας καλεῖ, τὸ δὲ θυμίαμα βδέλυγμα, ἐπειδὴ πολλῆς δυσωδίας ἡ τῶν προσαγαγόντων προαίρεσις ἔγεμεν. Βούλει μαθεῖν ὅτι μετὰ τῶν θυσιῶν, καὶ τῶν ὀργάνων, καὶ τῶν ἑορτῶν, καὶ τῶν θυμιαμάτων, καὶ τὸν ναὸν ἀποστρέφεται διὰ τοὺς εἰσιόντας ἐκεῖ; Μάλιστα μὲν ἔδειξε διὰ τῶν ἔργων, τότε μὲν βαρβαρικαῖς χερσὶ παραδοὺς, ὕστερον δὲ εἰς τέλος καθελών· ὅμως δὲ καὶ πρὸ τῆς καταστροφῆς διὰ τοῦ προφήτου βοᾷ καὶ λέγει, Μὴ πεποίθατε ἐπὶ λόγοις ψευδέσιν, ὅτι οὐκ ὠφελήσουσιν ὑμᾶς, λέγοντες, ναὸς Κυρίου, ναὸς Κυρίου ἐστίν. Οὐχ ὁ ναὸς ἁγιάζει, φησὶ, τοὺς συνιόντας, ἀλλ' οἱ συνιόντες τὸν ναὸν ἅγιον ποιοῦσιν. Εἰ δὲ τότε οὐκ ὠφέλει ὁ ναὸς, ὅτε τὰ Χερουβὶμ, ὅτε ἡ κιβωτὸς, πολλῷ μᾶλλον ὅτε πάντα ἐκεῖνα ἀνῄρηται, ὅτε τελεία ἡ ἀποστροφὴ τοῦ Θεοῦ γέγονεν, ὅτε πλείων τῆς ἔχθρας ἡ ὑπόθεσις. Πόσης οὖν ἀνοίας ἂν εἴη καὶ πόσης παραφροσύνης, τοὺς ἠτιμωμένους, τοὺς ὑπὸ τοῦ Θεοῦ προδεδομένους, τοὺς τὸν Δεσπότην παροξύναντας, τούτους κοινωνοὺς ποιεῖσθαι ἐν ἑορταῖς; Εἴ τις τὸν υἱὸν ἀνεῖλε τὸν σὸν, εἰπέ μοι, ἆρα ἂν αὐτὸν ἰδεῖν ὑπέμεινας; ἆρα ἂν ἀκοῦσαι τῆς προσηγορίας; ἀλλ' οὐχ ὡς δαίμονα πονηρὸν, ἀλλ' οὐχ ὡς αὐτὸν τὸν διάβολον ἔφυγες ἄν; Τοῦ Δεσπότου σου τὸν Υἱὸν ἀνεῖλον, καὶ τολμᾷς αὐτοῖς εἰς ταυτὸν συνιέναι; Καὶ ὁ μὲν ἀναιρεθεὶς οὕτω σε ἐτίμησεν, ὡς ἀδελφόν σε ποιῆσαι καὶ συγκληρονόμον αὑτοῦ· σὺ δὲ αὐτὸν οὕτως ἀτιμάζεις, ὡς τοὺς ἐκείνου φονέας καὶ σταυρώσαντας αὐτὸν τιμᾷν καὶ θεραπεύειν τῇ τῶν ἑορτῶν κοινωνίᾳ, καὶ εἰς τοὺς βεβήλους αὐτῶν τόπους ἀπαντᾷν, καὶ τῶν ἀκαθάρτων ἐπιβαίνειν προθύρων, καὶ κοινωνεῖν τραπέζης δαιμονίων· οὕτω γὰρ ἐγὼ πείθομαι καλεῖν μετὰ τὴν θεοκτονίαν τὴν τῶν Ἰουδαίων νηστείαν. Καὶ πῶς γὰρ οὐχὶ δαίμονας θεραπεύουσιν οἱ Θεοῦ ἐναντία διαπραττόμενοι; Ἀλλὰ θεραπείαν ἐκ δαιμόνων ἐπιζητεῖς; Ὅτε εἰς χοίρους εἰσελθεῖν αὐτοὺς συνεχώρει ὁ Χριστὸς, τότε εἰς πέλαγος εὐθέως κατεπόντισαν· ἀνθρωπείων δὲ φείσονται σωμάτων; Εἴθε μὲν οὖν μὴ ἀπεκτίννυον, εἴθε μὴ ἐπεβούλευον. Τοῦ παραδείσου ἐξέβαλον, τῆς τιμῆς ἀπεστέρησαν τῆς ἄνωθεν, καὶ τὸ σῶμα θεραπεύσουσι; Γέλως ταῦτα καὶ μῦθοι. Ἐπιβουλεύειν καὶ καταβλάπτειν, οὐ θεραπεύειν ἴσασιν οἱ δαίμονες. Τῆς ψυχῆς οὐ φείδονται, καὶ τῶν σωμάτων, εἰπέ μοι, φείσονται; τῆς βασιλείας ἐπιχειροῦσιν ἐκβαλεῖν, καὶ νοσημάτων ἀπαλλάττειν αἱρήσονται; Οὐκ ἤκουσας τοῦ προφήτου λέγοντος, μᾶλλον δὲ τοῦ Θεοῦ διὰ τοῦ προφήτου, ὅτι οὐδὲ ἀγαθοποιῆσαι, οὐδὲ κακοποιῆσαι δύνανται; Εἰ δὲ καὶ ἠδύναντο θεραπεύειν, καὶ ἐβούλοντο, ὅπερ ἀδύνατον, ἀλλὰ δεῖ σε μὴ κέρδους μικροῦ καὶ φθειρομένου ζημίαν ἄφθαρτον καὶ αἰώνιον ἀνταλλάξασθαι. Σῶμα θεραπεύσεις, ἵνα ψυχὴν ἀπολέσῃς; Οὐ καλή σου ἡ ἐμπορία· τὸν ποιητὴν τοῦ σώματος παροργίζεις Θεὸν, καὶ τὸν σὸν ἐπίβουλον εἰς θεραπείαν ἐπικαλῇ; Καὶ πῶς σέ τις τῆς ἰατρικῆς ἐπιστήμης αὐτῆς ἕνεκα δεισιδαίμων ἄνθρωπος Ἑλλήνων θεοῖς οὐχ ἑλκύσει προσκυνῆσαι ῥᾳδίως; Καὶ γὰρ ἐκεῖνοι πολλὰ πολλάκις διὰ τῆς αὐτῶν τέχνης νοσήματα ἀπήλασαν, καὶ πρὸς ὑγίειαν τοὺς κάμνοντας ἐπανήγαγον. Τί οὖν, κοινωνῆσαι δεῖ τῆς ἀσεβείας διὰ τοῦτο; Μὴ γένοιτο. Ἄκουσον τί φησιν Ἰουδαίοις ὁ Μωϋσῆς· Ἐὰν ἀναστῇ προφήτης ἐν ὑμῖν, ἐνυπνιαζόμενος ἐνύπνιον καὶ δῷ σημεῖον ἢ τέρας, καὶ ἔλθῃ τὸ σημεῖον ἢ τὸ τέρας ὃ ἐλάλησε, καὶ εἴπῃ πρὸς σὲ, λέγων· Πορευθῶμεν καὶ λατρεύσωμεν θεοῖς ἑτέροις οἷς οὐκ ᾔδεισαν οἱ πατέρες ἡμῶν· οὐκ ἀκούσεσθε τῆς φωνῆς τοῦ προφήτου, ἢ τοῦ ἐνυπνιαζομένου τὸ ἐνύπνιον. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· ἐάν τις ἀναστῇ προφήτης, φησὶ, καὶ ποιήσῃ σημεῖον, ἢ νεκρὸν ἐγείρῃ, ἢ λεπρὸν καθάρῃ, ἢ πηρὸν ἰάσηται, καὶ μετὰ τὸ ποιῆσαι τὸ σημεῖον, καλέσῃ σε εἰς ἀσέβειαν, μὴ πεισθῇς διὰ τὴν ἔκβασιν τοῦ σημείου. Διὰ τί; Πειράζει γάρ σε Κύριος ὁ Θεός σου ἰδεῖν, εἰ ἀγαπᾷς αὐτὸν ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς ψυχῆς σου. Ὅθεν δῆλον, ὅτι δαίμονες οὐ θεραπεύουσιν. Εἰ δέ ποτε καὶ συγχωροῦντος τοῦ Θεοῦ ἐπιτύχοιέν τινος θεραπείας, καθάπερ ἄνθρωποι, εἰς δοκιμὴν τὴν σὴν ἡ συγχώρησις γίνεται, οὐκ ἐπειδὴ Θεὸς ἀγνοεῖ, ἀλλ' ἵνα σὺ παιδευθῇς, μηδὲ θεραπευόντων ἀνέχεσθαι τῶν δαιμόνων. Καὶ τί λέγω θεραπείαν σώματος; Εἴ τίς σοι γέενναν ἀπειλεῖ, ὥστε ἀρνήσασθαι τὸν Χριστὸν, μὴ καταδέξῃ· εἴ τις βασιλείαν ἐπαγγέλλοιτο, ὥστε ἀποστῆναι ἀπὸ τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ, ἀποστράφηθι καὶ μίσησον, καὶ γενοῦ Παύλου μαθητὴς, καὶ ζήλωσον τὰς φωνὰς ἐκείνας, ἃς ἡ μακαρία καὶ γενναία ἀνεβόησε ψυχή. Πέπεισμαι γὰρ, φησὶν, ὅτι οὔτε θάνατος, οὔτε ζωὴ, οὔτε ἄγγελοι, οὔτε ἀρχαὶ, οὔτε δυνάμεις, οὔτε ἐνεστῶτα, οὔτε μέλλοντα, οὔτε ὕψωμα, οὔτε βάθος, οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Ἐκεῖνον οὐκ ἄγγελοι, οὐ δυνάμεις, οὐκ ἐνεστῶτα, οὐ μέλλοντα, οὐ κτίσις ἑτέρα χωρίζει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ· καὶ σὲ σώματος θεραπεία ἀφίστησι; καὶ ποίας ἂν τύχοιμεν συγγνώμης; Καὶ γὰρ καὶ γεέννης φοβερώτερον ἡμῖν τὸν Χριστὸν εἶναι δεῖ, καὶ βασιλείας ποθεινότερον· κἂν νοσήσωμεν, βέλτιον ἐν ταῖς ἀῤῥωστίαις μεῖναι, ἢ διὰ τὴν ἀπαλλαγὴν τῆς ἀσθενείας εἰς ἀσέβειαν καταπεσεῖν· κἂν γὰρ θεραπεύσῃ δαίμων, μεῖζον κατέβλαψεν ἢ ὠφέλησεν. Ὠφέλησε μὲν γὰρ τὸ σῶμα, τὸ πάντως ἀποθανούμενον μικρὸν ὕστερον καὶ σήπεσθαι μέλλον, κατέβλαψε δὲ τὴν ψυχὴν τὴν ἀθάνατον. Καὶ καθάπερ οἱ ἀνδραποδισταὶ τραγήματα καὶ πλακοῦντας καὶ ἀστραγάλους καὶ ἕτερά τινα τοιαῦτα πολλάκις τοῖς μικροῖς προτεινόμενοι παιδίοις καὶ δελεάζοντες, τῆς ἐλευθερίας αὐτὰ καὶ τῆς ζωῆς ἀποστεροῦσιν αὐτῆς· οὕτω δὴ καὶ οἱ δαίμονες, μέλους ὑπισχνούμενοι θεραπείαν, ὅλην τῆς ψυχῆς καταποντίζουσι τὴν σωτηρίαν. Ἀλλ' ἡμεῖς μὴ ἀνεχώμεθα, ἀγαπητοὶ, ἀλλ' ἐκ παντὸς τρόπου ζητῶμεν ἀσεβείας ἀπαλλαγήν. Μὴ γὰρ οὐκ ἠδύνατο ὁ Ἰὼβ τῇ γυναικὶ πεισθεὶς βλασφημῆσαι εἰς τὸν Θεὸν, καὶ ἀπαλλαγῆναι τῆς ἐπικειμένης συμφορᾶς; Εἰπὲ γάρ τι, φησὶ, ῥῆμα πρὸς Κύριον, καὶ τελεύτα. Ἀλλ' εἵλετο μᾶλλον ὀδυνᾶσθαι καὶ τήκεσθαι, καὶ τὴν ἀφόρητον ἐκείνην πληγὴν ἐνεγκεῖν, ἢ βλασφημήσας ἀπηλλάχθαι τῶν ἐπικειμένων κακῶν. Τοῦτον καὶ σὺ ζήλωσον· κἂν μυρίας ὁ δαίμων ἐπαγγείληται τῶν ἐπικειμένων σοι λύσεις κακῶν, μὴ πεισθῇς, μηδὲ ἀνάσχῃ, καθάπερ ὁ δίκαιος οὐκ ἐπείσθη τῇ γυναικί· ἀλλ' ἑλοῦ μᾶλλον ἐγκαρτερῆσαι τῷ νοσήματι, ἢ τὴν πίστιν καὶ τὴν σωτηρίαν τῆς σῆς ἀπολέσαι ψυχῆς. Οὐ γὰρ ἐγκαταλιμπάνων σε ὁ Θεὸς, ἀλλὰ λαμπρότερον ποιῆσαι βουλόμενος, ἀφίησι ταῖς ἀῤῥωστίαις ἐμπεσεῖν πολλάκις. Μένε τοίνυν καρτερῶν, ἵνα καὶ σὺ ἀκούσῃς, Μὴ ἄλλως με οἴει σοι κεχρηματικέναι, ἢ ἵνα δίκαιος ἀναφανῇς;