Ancient Greek
ΚΑΤΑ ΙΟΥΔΑΙΩΝ. Λόγος ὄγδοος.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Adversus Judaeos (orationes 1-8) 7.1-5
Not analysed yet
Καὶ σὺ τοίνυν, ὅταν ἴδῃς τὸν Θεόν σε κολάζοντα, μὴ πρὸς τοὺς ἐχθροὺς αὐτοῦ καταφύγῃς τοὺς Ἰουδαίους, ἵνα μὴ μᾶλλον αὐτὸν παροξύνῃς, ἀλλὰ πρὸς τοὺς φίλους αὐτοῦ, τοὺς μάρτυρας, τοὺς ἁγίους, καὶ εὐηρεστηκότας αὐτῷ καὶ πολλὴν ἔχοντας πρὸς αὐτὸν παῤῥησίαν. Καὶ τί λέγω περὶ οἰκετῶν καὶ δεσποτῶν; υἱὸς οὐ δυνήσεται τοῦτο ποιῆσαι διὰ τὰς παρὰ τοῦ πατρὸς μάστιγας, οὐδὲ ἀρνήσασθαι τὴν πρὸς ἐκεῖνον συγγένειαν. Καὶ γὰρ οἱ τῆς φύσεως καὶ οἱ παρὰ τῶν ἀνθρώπων τεθέντες νόμοι, κἂν μαστίζῃ, κἂν τραπέζης εἴργῃ, κἂν ἐκβάλλῃ τῆς οἰκίας, κἂν παντὶ κολάζῃ τρόπῳ, κελεύουσιν ἅπαντα φέρειν γενναίως, κἂν μὴ πείθηται μηδὲ ἀνέχηται, οὐδεμίαν οὐδεὶς αὐτῷ δίδωσι συγγνώμην· ἀλλὰ κἂν μυρία ἀποδύρηται μαστιχθεὶς ὁ παῖς, ταῦτα πρὸς αὐτὸν ἅπαντες λέγουσι τὰ ῥήματα, ὅτι πατήρ ἐστιν ὁ μαστίξας καὶ κύριος, καὶ ἐξουσίαν ἔχων πᾶν ὁτιοῦν ἐργάσασθαι καὶ ποιῆσαι, καὶ δεῖ πάντα πράως φέρειν. Εἶτα οἰκέται μὲν ἀνέχονται δεσποτῶν, καὶ υἱοὶ πατέρων, πολλάκις οὐδὲ δεόντως κολαζόντων αὐτοὺς ἐκείνων· σὺ δὲ οὐκ ἀνέξῃ τοῦ Θεοῦ παιδεύοντός σε, τοῦ καὶ δεσποτῶν ὄντος κυριωτέρου, καὶ πατέρων μᾶλλόν σε φιλοῦντος, καὶ πρὸς ὀργὴν μὲν οὐδὲν, πάντα δὲ πρὸς τὸ συμφέρον πραγματευομένου καὶ ποιοῦντος; ἀλλ' ἂν μικρά τις γένηται νόσος, εὐθέως ἀποπηδᾷς αὐτοῦ τῆς δεσποτείας, καὶ ἐπὶ τοὺς δαίμονας τρέχεις, καὶ πρὸς τὰς συναγωγὰς αὐτομολεῖς; Καὶ ποίας τεύξῃ συγγνώμης λοιπόν; πῶς δὲ δυνήσῃ αὐτὸν παρακαλέσαι πάλιν; Μᾶλλον δὲ τίς ἕτερος, κἂν τὴν Μωσέως σχῇ παῤῥησίαν, δυνήσεται περὶ σοῦ δεηθῆναι; Οὐκ ἔστιν οὐδείς. Ἢ οὐκ ἀκούεις, τί περὶ Ἰουδαίων ὁ Θεός φησι πρὸς τὸν Ἱερεμίαν; Μὴ προσεύχου περὶ τοῦ λαοῦ τούτου, ὅτι ἂν στῇ Μωϋσῆς καὶ Σαμουὴλ, οὐκ εἰσακούσομαι αὐτῶν. Οὕτως ἐστὶν ἁμαρτήματά τινα πᾶσαν ὑπερβαίνοντα συγγνώμην, καὶ οὐ δυνάμενα ἀπολογίας τυχεῖν. Μὴ τοίνυν τοσαύτην ἐπισπασώμεθα καθ' ἑαυτῶν ὀργήν. Κἂν γὰρ δόξωσι παραμυθεῖσθαι τὸν πυρετὸν ταῖς ἐπῳδαῖς, οὐ γὰρ δὴ παραμυθοῦνται, ἀλλὰ χαλεπώτερον ἕτερον εἰς τὸ συνειδὸς ἄγουσι πυρετὸν, τοῦ λογισμοῦ σε καθ' ἑκάστην κεντοῦντος τὴν ἡμέραν, τοῦ συνειδότος μαστίζοντος καὶ λέγοντος· Ἠσέβησας, ἠνόμησας, παρέβης τὰς συνθήκας τὰς πρὸς τὸν Χριστὸν, διὰ μικρὰν ἀῤῥωστίαν τὴν εὐσέβειαν προέδωκας. Μὴ γὰρ σὺ μόνος ταῦτα πέπονθας; οὐχὶ πολλῷ σου χαλεπώτερα πεπόνθασιν ἕτεροι; Ἀλλ' ὅμως οὐδεὶς ἐκείνων τοιοῦτον οὐδὲν ἐτόλμησε· σὺ δὲ ὁ χαῦνος καὶ διαλελυμένος τὴν ψυχήν σου κατέθυσας. Πῶς ἀπολογήσῃ τῷ Χριστῷ; πῶς αὐτὸν καλέσεις ἐν ταῖς εὐχαῖς; ποίῳ συνειδότι λοιπὸν ἐπιβήσῃ τῆς ἐκκλησίας; ποίοις ὀφθαλμοῖς λοιπὸν ὄψει τὸν ἱερέα; ποίᾳ χειρὶ τῆς ἱερᾶς ἅψῃ τραπέζης; ποίαις ἀκοαῖς ἀκούσῃ τῶν ἀναγινωσκομένων ἐκεῖ Γραφῶν; Ταῦτα, καθ' ἑκάστην ἡμέραν, κεντῶν ὁ λογισμὸς, καὶ τὸ συνειδὸς μαστίζων ἐρεῖ. Ποία οὖν αὕτη ὑγίεια, ὅταν ἔνδον τοιούτους ἔχωμεν κατηγόρους; Ἂν μέντοι καρτερήσῃς μικρὸν, καὶ τοὺς βουλομένους ἢ ἐπᾷσαί τινα ἐπῳδὴν, ἢ περιάψαι τι τῷ σώματι περίαπτον ἀτιμάσῃς, καὶ μετὰ πολλῆς ἐξαγάγῃς τῆς ὕβρεως ἐκ τῆς οἰκίας, εὐθέως ἔλαβες δρόσον ἀπὸ τοῦ συνειδότος. Κἂν μυριάκις ὁ πυρετὸς καταφλέγῃ, ἡ ψυχή σου πάσης δρόσου καὶ πάσης νοτίδος παραμυθίαν εἰσάγει σοι βελτίω καὶ λυσιτελεστέραν. Ὥσπερ γὰρ μετὰ τὸ δέξασθαι τὴν ἐπῳδὴν, κἂν ὑγιαίνῃς, τῶν πυρεττόντων ἀθλιώτερον διάκεισαι, τὴν ἁμαρτίαν λογιζόμενος· οὕτω καὶ νῦν, κἂν πυρέττῃς, κἂν μυρία πάσχῃς δεινὰ, διακρουσάμενος τοὺς μιαροὺς ἐκείνους, ὑγιαίνοντος παντὸς ἄμεινον διακείσῃ, τοῦ λογισμοῦ γαυρουμένου, τῆς ψυχῆς χαιρούσης καὶ εὐφραινομένης, τοῦ συνειδότος ἐπαινοῦντός σε, καὶ ἀποδεχομένου, καὶ λέγοντος· Εὖγε, εὖγε, ὦ ἄνθρωπε, ὁ Χριστοῦ δοῦλος, ὁ πιστὸς ἀνὴρ, ὁ ἀθλητὴς τῆς εὐσεβείας, ὁ τοῖς δεινοῖς αἱρούμενος ἐναποθανεῖν μᾶλλον, ἢ προδοῦναι τὴν ἐγχειρισθεῖσαν εὐσέβειαν, μετὰ τῶν μαρτύρων στήσῃ κατ' ἐκείνην τὴν ἡμέραν. Καθάπερ γὰρ ἐκεῖνοι μαστίζεσθαι καὶ βασανίζεσθαι εἵλοντο, ἵνα τιμηθῶσιν· οὕτω καὶ σὺ σήμερον εἵλου μαστίζεσθαι καὶ βασανίζεσθαι παρὰ τοῦ πυρετοῦ καὶ τῶν τραυμάτων, ὥστε μὴ προσίεσθαι ἀσεβεῖς ἐπῳδὰς μηδὲ περίαπτα, καὶ ταῖς ἐλπίσι ταύταις τρεφόμενος, οὐδὲ αἰσθήσῃ τῶν ἀντικειμένων δεινῶν. Κἂν γὰρ μὴ οὗτός σε ἀπενέγκῃ ὁ πυρετὸς, ἕτερος ἀποίσει πάντως, κἂν μὴ νῦν ἀποθάνωμεν, μετὰ ταῦτα ἀποθανούμεθα. Φθαρτὸν ἐλάχομεν τὸ σῶμα, οὐχ ἵνα διὰ τὰ πάθη αὐτοῦ τὴν ἀσέβειαν ἐπισπασώμεθα, ἀλλὰ ἵνα τοῖς πάθεσιν αὐτοῦ πρὸς εὐσέβειαν ἀποχρησώμεθα. Αὕτη γὰρ ἡ φθορὰ, καὶ αὐτὸ τὸ θνητὸν εἶναι τὸ σῶμα, ἐὰν νήφωμεν, ὑπόθεσις εὐδοκιμήσεως ἡμῖν γενήσεται, καὶ πολλὴν ἡμῖν κατ' ἐκείνην τὴν ἡμέραν δώσει τὴν παῤῥησίαν, οὐ κατ' ἐκείνην δὲ μόνον, ἀλλὰ καὶ κατὰ τὴν παροῦσαν ζωήν. Ὅταν γὰρ ἐκβάλῃς τοὺς ἐπῳδοὺς μετὰ πολλῆς τῆς ὕβρεως ἐκ τῆς οἰκίας, πάντες ἀκούσαντες ἐπαινέσονται καὶ θαυμάσονται, καὶ πρὸς ἀλλήλους ἐροῦσιν· Ὁ δεῖνα ἀῤῥωστῶν καὶ κάμνων, μυρία παρακαλούντων τινῶν καὶ παραινούντων καὶ συμβουλευόντων ἐπῳδαῖς χρήσασθαι μαγικαῖς τισιν, οὐ προσήκατο, ἀλλ' εἶπε· Βέλτιον ἀποθανεῖν οὕτως, ἢ προδοῦναι τὴν εὐσέβειαν. Ἐπὶ τούτοις ἕψονται κρότοι πολλοὶ παρὰ τῶν ἀκουόντων, πάντων ἐκπληττομένων, τὸν Θεὸν δοξαζόντων. Πόσων οὖν ἔσται σοι τοῦτο ἀνδριάντων τιμιώτερον, πόσων εἰκόνων λαμπρότερον, πόσης τιμῆς ἐπισημότερον; Ἅπαντες ἐπαινέσονται καὶ μακαριοῦσι καὶ στεφανώσουσι, καὶ αὐτοὶ βελτίους ἔσονται, καὶ ζηλώσουσι πάλιν καὶ μιμήσονταί σου τὴν ἀνδρείαν, κἂν ἕτερος ἐργάσηταί τι τοιοῦτον, σὺ τὸν μισθὸν ἕξεις, ὁ τὴν ἀρχὴν παρασχὼν τῷ ζήλῳ. Οὐκ ἔπαινοι δὲ μόνον ἔσονταί σου τῶν κατορθωμάτων, ἀλλὰ καὶ λύσις ταχίστη τῆς νόσου, αὐτῆς τε τῆς γενναίας σου προαιρέσεως ἐπισπωμένης τὸν Θεὸν εἰς πλείονα εὔνοιαν, καὶ τῶν ἁγίων πάντων συνηδομένων σου τῇ προθυμίᾳ, καὶ ἐκ τοῦ βάθους τῆς καρδίας τὰς ὑπὲρ σοῦ ποιουμένων εὐχάς. Εἰ δὲ ἐνταῦθα τοιαῦτα τὰ ἔπαθλα τῆς ἀνδρείας ταύτης, ἐννόησον πηλίκους ἐκεῖ λήψῃ στεφάνους, ὅταν τῶν ἀγγέλων παρόντων, τῶν ἀρχαγγέλων ἁπάντων, τότε παρελθὼν ὁ Χριστὸς, καὶ τῆς χειρός σου λαβόμενος εἰς μέσον περιαγάγῃ τὸ θέατρον ἐκεῖνο, καὶ πάντων ἀκουόντων λέγῃ· Οὗτος ὁ ἄνθρωπος πυρετῷ ποτε ληφθεὶς, μυρίων αὐτῷ παραινούντων ἀπαλλαγῆναι τῆς νόσου, διὰ τὸ ὄνομα τὸ ἐμὸν, καὶ τὸν φόβον τὸν εἰς ἐμὲ, ἵνα ἐν μηδενὶ προσκρούσῃ, διώσατο καὶ ἠτίμωσε τοὺς ὑπισχνουμένους αὐτὸν θεραπεύειν ἐκείνῳ τῷ τρόπῳ, καὶ εἵλετο μᾶλλον ἐναποθανεῖν τῷ νοσήματι, ἢ προδοῦναι τὴν εἰς ἐμὲ εὔνοιαν. Εἰ γὰρ τοὺς ποτίσαντας αὐτὸν καὶ ἐνδύσαντας καὶ θρέψαντας εἰς μέσον παράγει, πολλῷ μᾶλλον τοὺς δι' αὐτὸν ἑλομένους ἀνέχεσθαι πυρετῶν. Οὐ γάρ ἐστιν ἴσον, ἄρτον δοῦναι καὶ ἱμάτιον, καὶ νόσον μακρὰν ὑπομένειν, ἀλλὰ πολλῷ μεῖζον τοῦτο ἐκείνου· ὅσῳ δὲ μείζων ὁ πόνος, τοσούτῳ καὶ ὁ στέφανος ἔσται λαμπρότερος. Ταῦτα καὶ ὑγιαίνοντες μελετῶμεν καὶ κάμνοντες, καὶ πρὸς ἑτέρους λέγωμεν· κἂν ἴδωμεν ἑαυτούς ποτε ἐν πυρετῷ γενομένους ἀφορήτῳ, ἐκεῖνο πρὸς ἑαυτοὺς εἴπωμεν· Τί δαὶ, εἴ ποθεν ἐπενεχθείσης ἡμῖν κατηγορίας, εἰς δικαστήριον εἰσηνέχθημεν, εἶτα ἀναρτηθέντες κατεξαινόμεθα τὰς πλευρὰς, οὐκ ἀνάγκη ἦν ὑπομεῖναι πάντως καὶ ἀκερδῶς καὶ χωρὶς μισθοῦ τινος; Τοῦτο καὶ νῦν λογιζώμεθα· προσκείσθω τοίνυν καὶ τῆς ὑπομονῆς ὁ μισθὸς, ἱκανὸς ὢν ἀλεῖψαι τὴν πεπτωκυῖαν διάνοιαν. Ἀλλὰ χαλεπὸς ὁ πυρετός. Ἀλλ' ἀντίστησον τῷ πυρετῷ τὸ τῆς γεέννης πῦρ, ὃ διαφεύξῃ πάντως, ἐὰν ἕλῃ τοῦτον μεθ' ὑπομονῆς ἁπάσης ἐνεγκεῖν· ἀναμνήσθητι τῶν ἀποστόλων, ὅσα ἔπασχον· ἀναμνήσθητι τῶν δικαίων, ὅτι διαπαντὸς ἦσαν ἐν θλίψεσιν· ἀναμνήσθητι τοῦ μακαρίου Τιμοθέου, ὅτι οὐδέποτε ἐκ τῆς ἀῤῥωστίας ἀνέπνευσεν, ἀλλὰ σύντροφος ἦν νοσήματι διηνεκεῖ. Καὶ τοῦτο ὁ Παῦλος δηλῶν ἔλεγεν· Οἴνῳ ὀλίγῳ χρῶ διὰ τὸν στόμαχόν σου, καὶ τὰς πυκνάς σου ἀσθενείας. Εἰ δὲ ὁ δίκαιος ἐκεῖνος καὶ ἅγιος, καὶ τὴν τῆς οἰκουμένης προστασίαν ἐγκεχειρισμένος, καὶ νεκροὺς ἐγείρων, καὶ δαίμονας ἐλαύνων, καὶ μυρία νοσήματα διορθούμενος ἐν ἑτέροις, τοσαῦτα ἔπασχε δεινὰ, τίνα ἕξεις ἀπολογίαν σὺ ὁ θορυβούμενος καὶ ἀσχάλλων ἐπὶ προσκαίροις νοσήμασιν; Οὐκ ἤκουσας τῆς Γραφῆς λεγούσης, ὅτι Ὃν ἀγαπᾷ Κύριος, παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν, ὃν παραδέχεται; Πόσοι ποσάκις ἐπεθύμησαν μαρτυρίου στέφανον λαβεῖν; Τοῦτο ἀπηρτισμένος ἐστὶ μαρτυρίου στέφανος. Οὐ γὰρ τὸ κελευσθῆναι θῦσαι, εἶτα ἑλέσθαι μᾶλλον ἀποθανεῖν ἢ θῦσαι, ποιεῖ μάρτυρα μόνον, ἀλλὰ καὶ τὸ ὁτιοῦν φυλάττοντα μόνον δυνάμενον θάνατον ἐπισπάσασθαι, μαρτύριόν ἐστι σαφές.