Ancient Greek · ~17 min
ΚΑΤΑ ΙΟΥΔΑΙΩΝ. Λόγος ὄγδοος.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Adversus Judaeos (orationes 1-8) 9.1-2
Not analysed yet
Ταῦτ' οὖν, εἰπέ μοι, φορητὰ ἢ ἀνεκτά; Εἰ γὰρ μυρίους ἀποθανεῖν θανάτους ἔδει, εἰ γὰρ τὰ ἀνήκεστα παθεῖν, οὐ πολλῷ βέλτιον ἦν ἅπαντα ὑπομεῖναι τὰ χαλεπὰ, ἢ τῶν μιαρῶν ἐκείνων γενέσθαι γέλωτα καὶ χλευασίαν, καὶ μετὰ συνειδότος ζῇν πονηροῦ; Ταῦτα λέγω, οὐχ ἵνα αὐτοὶ ἀκούητε μόνον, ἀλλ' ἵνα τοὺς τὰ τοιαῦτα νοσοῦντας θεραπεύητε. Ὥσπερ γὰρ ἐκείνοις ἐγκαλοῦμεν, ὅτι ἀσθενοῦσι περὶ τὴν πίστιν, οὕτως ὑμῖν ἐγκαλοῦμεν, ὅτι τοὺς ἀσθενοῦντας διορθοῦν οὐ βούλεσθε. Μὴ γὰρ τοῦτό ἐστι τὸ ζητούμενον, ἀγαπητὲ, ἵνα ἐνταῦθα εἰσιὼν ἀκούσῃς τὰ λεγόμενα; τοῦτο μὲν οὖν καὶ κρῖμά ἐστιν, ὅταν μὴ προσῇ τῇ τῶν λόγων ἀκροάσει καὶ ἔργον. Διὰ τοῦτο Χριστιανὸς εἶ, ἵνα τὸν Χριστὸν μιμῇ, καὶ τοῖς ἐκείνου πείθῃ νόμοις. Τί δαὶ ἐκεῖνος ἐποίησεν; Οὐκ ἐν Ἱεροσολύμοις καθήμενος ἐκάλει πρὸς ἑαυτὸν τοὺς ἀῤῥώστους, ἀλλὰ περιῄει πόλεις καὶ κώμας, ἑκατέρων τὴν ἀῤῥωστίαν θεραπεύων, καὶ τὴν τοῦ σώματος, καὶ τὴν τῆς ψυχῆς. Καίτοι γε ἐδύνατο ἐν ἑνὶ καθήμενος τόπῳ πάντας ἑλκύσαι πρὸς ἑαυτόν· ἀλλ' οὐκ ἐποίησε τοῦτο, ἡμῖν διδοὺς ὑπόδειγμα εἰς τὸ περιιέναι καὶ ζητεῖν τοὺς ἀπολλυμένους. Πάλιν καὶ διὰ τῆς κατὰ τὸν ποιμένα παραβολῆς τοῦτο ᾐνίξατο. Καὶ γὰρ οὐκ ἐκάθισε μετὰ τῶν ἐνενηκονταεννέα προβάτων, καὶ ἀνέμεινε τὸ πλανώμενον ἐλθεῖν πρὸς αὐτὸν, ἀλλ' αὐτὸς ἀπῆλθε, καὶ εὗρε, καὶ εὑρὼν καὶ ἐβάστασεν ἐπὶ τῶν ὤμων, καὶ ἀπεκόμισεν. Οὐχ ὁρᾷς καὶ τοὺς ἰατροὺς αὐτὸ τοῦτο ποιοῦντας; οὐκ ἀναγκάζουσι τοὺς ἀῤῥώστους ἐπὶ τῶν κλινιδίων κατακειμένους εἰς τὰς οἰκίας αὐτῶν φέρεσθαι, ἀλλ' αὐτοὶ τρέχουσι πρὸς ἐκείνους. Τοῦτο καὶ σὺ ποίησον, ἀγαπητὲ, εἰδὼς ὅτι βραχὺς ὁ παρὼν βίος, κἂν μὴ ταῦτα κερδάνωμεν τὰ κέρδη, οὐδεμίαν ἕξομεν ἐκεῖ σωτηρίαν. Δύναται πολλάκις μία κερδηθεῖσα ψυχὴ μυρίων ὄγκον ἁμαρτημάτων ἀφανίσαι, καὶ γενέσθαι ἡμῖν ἀντίψυχον ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. Ἐννόησον διὰ τί προφῆται, διὰ τί ἀπόστολοι, διὰ τί δίκαιοι, διὰ τί ἄγγελοι πολλάκις ἐπέμφθησαν, διὰ τί αὐτὸς ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ παρεγένετο· οὐχ ἵνα ἀνθρώπους διασώσῃ; οὐχ ἵνα πεπλανημένους ἐπαναγάγῃ; Τοῦτο καὶ σὺ ποίησον κατὰ δύναμιν τὴν σὴν, καὶ πᾶσαν σπουδὴν ἐπίδειξαι καὶ πρόνοιαν εἰς τὴν τῶν πεπλανημένων ἐπάνοδον. Ταῦτα καθ' ἑκάστην ὑμῖν παραινῶν σύναξιν οὐ διαλιμπάνω, κἂν προσέχητε, κἂν μὴ προσέχητε, ἐγὼ λέγων οὐ παύσομαι. Τοῦτο γὰρ ἡμῖν παρὰ τοῦ Θεοῦ νόμος, ἄν τε ἀκούσῃ τις, ἄν τε μὴ ἀκούσῃ, τὴν διακονίαν ταύτην πληροῦν. Ἀλλ' ἐὰν μὲν ἀκούσητε καὶ ποιήσητε τὰ λεγόμενα, μετὰ πολλῆς αὐτὸ τοῦτο ἐργασόμεθα τῆς ἡδονῆς· ἂν δὲ ἀμελήσητε καὶ ῥᾳθυμήσητε, μετὰ πολλῆς τῆς ἀθυμίας. Ἡμῖν μὲν γὰρ ἐκ τῆς ὑμετέρας παρακοῆς οὐδεὶς ἔσται λοιπὸν κίνδυνος· τὸ γὰρ ἡμέτερον ἅπαν ἐπληρώσαμεν· πλὴν ἀλλὰ κἂν μὴ κινδυνεύωμεν τῷ πεπληρωκέναι τὰ παρ' ἑαυτῶν ἅπαντα, ἀλγοῦμεν ὑμῶν ἐγκαλουμένων κατὰ τὴν ἡμέραν ἐκείνην. Οὐ γὰρ ἀκίνδυνος ὑμῖν ἔσται ἡ ἀκρόασις, ὅταν ἡ διὰ τῶν ἔργων προσθήκη μὴ γένηται. Ἄκουσον γοῦν πῶς τοῖς διδασκάλοις ἐγκαλῶν τοῖς ἀποκρύπτουσι τὸν λόγον ὁ Χριστὸς, καὶ τοὺς μαθητευομένους ἐφόβησεν. Εἰπὼν γὰρ, Ἔδει σε καταβαλεῖν τὸ ἀργύριόν μου ἐπὶ τοὺς τραπεζίτας· καὶ ἐπαγαγὼν, ὅτι Κἀγὼ ἐλθὼν μετὰ τόκου ἂν ἀπῄτησα αὐτὸ, ἔδειξεν, ὅτι μετὰ τὴν ἀκρόασιν (τοῦτο γάρ ἐστιν ἡ τοῦ ἀργυρίου καταβολὴ), τοὺς ὑποδεξαμένους τὴν διδασκαλίαν τόκον ἐργάζεσθαι χρή. Τόκος δὲ διδασκαλίας οὐδὲν ἕτερόν ἐστιν, ἀλλ' ἢ ἡ διὰ τῶν ἔργων ἐπίδειξις. Ἐπεὶ οὖν καὶ ἡμεῖς κατεβάλομεν τὸ ἀργύριον εἰς τὴν ἀκοὴν τὴν ὑμετέραν, ἀνάγκη λοιπὸν, ὑμᾶς ἀποδοῦναι τὸν τόκον τῷ δεσπότῃ, τουτέστι, τὴν σωτηρίαν τῶν ἀδελφῶν τῶν ὑμετέρων. Ὥστε εἰ μένοιτε ταῦτα κατέχοντες τὰ εἰρημένα μόνον, καὶ μηδὲν ἐν ἑαυτοῖς ἐργαζόμενοι, δέδοικα μὴ τὴν αὐτὴν τῷ τὸ τάλαντον κατορύξαντι δῶτε δίκην. Καὶ γὰρ ἐκεῖνος διὰ τοῦτο τοὺς πόδας καὶ τὰς χεῖρας δεθεὶς, εἰς τὸ σκότος ἐξήγετο τὸ ἐξώτερον, ὅτι οὐκ ἐξήνεγκεν εἰς ἑτέρους ἅπερ ἤκουσεν. Ἵν' οὖν μὴ καὶ ἡμεῖς τὰ αὐτὰ πάθωμεν, τὸν τὰ πέντε δεξάμενον, καὶ τὸν τὰ δύο τάλαντα, μιμησώμεθα· κἄν τε λόγον, κἄν τε χρήματα, κἄν τε σώματος πόνον, κἂν εὐχὴν, κἂν ἄλλ' ὁτιοῦν εἰς τὴν τοῦ πλησίον σωτηρίαν ἀναλῶσαι δεήσῃ, μὴ ὀκνήσωμεν, ἵνα πανταχόθεν τὸ παρὰ τοῦ Θεοῦ δοθὲν ἡμῖν τάλαντον ἀναλόγως ἕκαστοι πολυπλασιάσαντες δυνηθῶμεν τῆς μακαρίας ἐκείνης ἀκοῦσαι φωνῆς, Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστὲ, ἐπὶ ὀλίγα ἦς πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου. Ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα καὶ τὸ κράτος, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.