Ancient Greek · ~14 min
ΠΡΟΣ ΑΠΙΣΤΟΝ ΠΑΤΕΡΑ, ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Adversus oppugnatores vitae monasticae (lib. 1-3) 1.1-2
Not analysed yet
Ἱκανὰ μὲν οὖν καὶ ταῦτα ἔκστασιν ἐργάσασθαι καὶ φρίκην· κἂν τὸ προφητικόν τις ἐκεῖνο ἐπὶ τούτοις φθέγγηται νῦν, ὅτι Ἐξέστη ὁ οὐρανὸς ἐπὶ τούτῳ, καὶ ἔφριξεν ἡ γῆ ἐπὶ πλεῖον σφόδρα· καὶ, ὅτι Ἔκστασις καὶ φρικτὰ ἐγενήθη ἐπὶ τῆς γῆς, εὐκαίρως πάντα τὰ τοιαῦτα ἐρεῖ. Τὸ δὲ τούτων χαλεπώτερον, ὅτι οὐ μόνον ἀλλότριοί τινες, καὶ οὐδὲν τοῖς συμβουλευομένοις προσήκοντες τοιαῦτα ἀγανακτοῦσι καὶ δυσχεραίνουσιν, ἀλλὰ συγγενεῖς καὶ πατέρες ἔμαθον ὑπὲρ τούτων ὀργίζεσθαι. Καίτοι γε οὐκ ἀγνοῶ ὅτι πολλοὶ πρὸς μὲν τοὺς πατέρας τοῦτο ποιοῦντας οὐ σφόδρα ἐκπλήττονται· ἀποπνίγεσθαι δέ φασι τῷ θυμῷ, ὅταν ἴδωσι τοὺς μήτε πατέρας, μήτε φίλους, μήτε συγγενεῖς, μήτε ἄλλοθέν ποθεν ἐπιτηδείους, πολλάκις δὲ καὶ ἀγνῶτας ὄντας τοῖς φιλοσοφεῖν αἱρουμένοις τὸ αὐτὸ τοῦτο πάσχοντας, καὶ μᾶλλον τῶν πατέρων δακνομένους, καὶ πολεμοῦντας, καὶ κατηγοροῦντας τῶν ἀναπεισάντων αὐτούς. Ἐμοὶ δὲ τοὐναντίον εἶναι δοκεῖ θαυμαστόν. Τοὺς μὲν γὰρ μήτε κηδεμονίας, μήτε φιλίας ἔχοντάς τι δικαίωμα, οὐδὲν ἀπεικός ἐστιν ἐπὶ τοῖς ἀλλοτρίοις ἀλγεῖν ἀγαθοῖς, πὴ μὲν ὑπὸ βασκανίας ἁλισκομένους, πὴ δὲ τῆς οἰκείας κακίας τὴν τῶν ἄλλων ἀπώλειαν εὐτυχίαν εἶναι νομίζοντας, ἀθλίως μὲν καὶ ταλαιπώρως, νομίζοντας δ' οὖν ὅμως· τὸ δὲ τοὺς γεννησαμένους, τοὺς ἀναθρεψαμένους, τοὺς καθ' ἑκάστην εὐχομένους ἡμέραν εὐδοκιμωτέρους σφῶν αὐτῶν τοὺς παῖδας ἰδεῖν, τοὺς πάντα διὰ τοῦτο καὶ ποιοῦντας καὶ πάσχοντας· τούτους δὲ ὥσπερ ἔκ τινος μέθης ἐξαίφνης μεταβαλλομένους ἀλγεῖν, ἐπὶ φιλοσοφίᾳ τῶν παίδων ἀγομένων αὐτοῖς· τοῦτό ἐστιν ὃ μάλιστα πάντων ἐγὼ θαυμάζω, καὶ τοῦ πάντα διεφθάρθαι τεκμήριον εἶναί φημι ἱκανόν. Τοῦτο γὰρ οὐδ' ἐπὶ τῶν ἔμπροσθεν χρόνων ἔχοι τις ἂν γεγενημένον εἰπεῖν, ὅτε καὶ τῆς πλάνης ἐκράτει λαμπρῶς· ἀλλ' ἐγένετο μὲν ἅπαξ ἐν Ἑλληνίδι πόλει, τυραννουμένῃ δέ. Οὐδὲ γὰρ δὴ τότε τῶν γονέων τις καθάπερ νῦν, ἀλλ' οἱ τὴν ἀκρόπολιν καταλαβόντες, μᾶλλον δὲ οὐδὲ οὗτοι πάντες, ἀλλὰ καὶ τούτων αὐτῶν ὁ μιαρώτατος τὸν Σωκράτην καλέσας, ἐκέλευε τῶν ὑπὲρ φιλοσοφίας ἀποστῆναι λόγων. Ἀλλ' ἐκεῖνος μὲν καὶ τύραννος καὶ ἄπιστος καὶ ὠμὸς καὶ ἐπ' ἀνατροπῇ τῆς πολιτείας ἅπαντα πράττων, καὶ τοῖς ἀλλοτρίοις ἐντρυφῶν κακοῖς, καὶ εἰδὼς ὅτι πολιτείαν ἀρίστην οὐδὲν ἕτερον ἀνατρέψαι δύναται, ὡς τὸ τοιοῦτον ἐπίταγμα, ταῦτα ἐτόλμησεν· οὗτοι δὲ πιστοὶ, καὶ ἐν εὐνομουμέναις δῆθεν πόλεσι ζῶντες, καὶ περὶ παίδων τῶν αὐτῶν βουλευόμενοι, ταῦτα φθέγγεσθαι τολμῶσιν, ἃ περὶ τῶν τυραννουμένων ὁ τύραννος, καὶ οὐκ αἰσχύνονται· ὥστε ὑπὲρ τούτων μᾶλλον δυσχεραινόντων, ἢ τῶν ἄλλων θαυμάζειν χρή. Καὶ διὰ τοῦτο καὶ αὐτὸς ἐκείνων ἀφέμενος, τούτοις οἷς μάλιστα μέλει τῶν παίδων, μᾶλλον δὲ οἷς μέλειν μὲν ἔδει, μέλει δὲ οὐδαμῶς, διαλέξομαι προσηνῶς καὶ μετ' ἐπιεικείας πολλῆς, τοσοῦτον αὐτοὺς παραιτησάμενος μὴ δυσχεραίνειν, μηδὲ ἀγανακτεῖν, εἴ τις τὸ λυσιτελὲς τοῖς ἐκείνων παισὶ μᾶλλον αὐτῶν ἐκείνων εἰδέναι λέγοι. Οὐ γὰρ ἀρκεῖ τὸ σπεῖραι παῖδα πρὸς τὸ συμφέρον τὸν γεννηθέντα διδάξαι τὸν γεννησάμενον, ἀλλὰ πρὸς μὲν τὴν φιλοστοργίαν τοῦ τεχθέντος μεγάλα ἂν τοῦτο συμβάλοιτο, πρὸς δὲ τὸ μαθεῖν αὐτοῦ τὸ λυσιτελὲς ἀκριβῶς, οὔτε τὸ σπείρειν οὔτε τὸ φιλεῖν ἀρκέσειεν ἄν. Ἐπεὶ εἰ τοῦτο ἦν, οὐδένα ἀνθρώπων πατρὸς μᾶλλον τὸ χρήσιμον ἐχρῆν ὁρᾷν τῷ παιδὶ, ἐπειδὴ μήτε φιλεῖν μᾶλλον αὐτοῦ τῶν ἄλλων δύναιτό τις τοῦτον· νῦν δὲ καὶ αὐτοὶ οἱ πατέρες δι' ὧν ποιοῦσιν ὁμολογοῦσι τοῦτο ἀγνοεῖν, ὅταν πρὸς διδασκάλους ἄγωσιν, ὅταν παιδαγωγοῖς ἐγχειρίζωσιν, ὅταν μυρίους παραλαμβάνωσι συμβούλους, περὶ τῆς τοῦ βίου προαιρέσεως, ἐφ' ἣν τὸν παῖδα ἄγειν δεῖ, βουλευόμενοι. Καὶ οὐ τοῦτό πω θαυμαστὸν, ἀλλ' ὅτι πολλάκις βουλῆς γινομένης, τὴν αὐτῶν ἀκυρώσαντες, τὴν ἑτέρων ἔστησαν ὑπὲρ τῶν οἰκείων βουλευόμενοι παίδων. Μὴ τοίνυν μηδὲ πρὸς ἡμᾶς δυσχερῶς ἐχέτωσαν, εἰ λέγοιμεν τὸ συμφέρον αὐτοῖς εἰδέναι μᾶλλον· ἀλλ' εἰ μὴ διὰ τῶν λόγων ἀποδείξαιμεν, τότε κατηγορεῖν, τότε διαβάλλειν ὡς ἀλαζόνας ὄντας καὶ λυμεῶνας καὶ τῆς φύσεως ἁπάσης ἐχθρούς.