Ancient Greek · ~28 min
ΠΡΟΣ ΠΙΣΤΟΝ ΠΑΤΕΡΑ ΛΟΓΟΣ ΤΡΙΤΟΣ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Adversus oppugnatores vitae monasticae (lib. 1-3) 18.1
Not analysed yet
Διὸ βέλτιον, κύριον ὄντα καὶ λελυμένον ἐκ πρώτης ὁπλίζειν τῆς ἡλικίας, οὐ τῶν εἰρημένων ἕνεκεν μόνον, ἀλλὰ καὶ τοῦ ῥηθήσεσθαι μέλλοντος οὐχ ἧττον ἢ τούτων. Ὁ μὲν γὰρ πρὸς τῷ τέλει τοῦ βίου τῆς φιλοσοφίας ἁψάμενος ταύτης, πάντα ἀναλίσκει τὸν χρόνον, ἵνα δυνηθῇ τὰ γενόμενα κατὰ τὴν ἔμπροσθεν ἡλικίαν ἁμαρτήματα ἀπονίψασθαι, καὶ πᾶσα εἰς τοῦτο ἡ σπουδὴ δαπανᾶται· καὶ οὐδὲ οὕτω πολλάκις ἀρκεῖ, ἀλλ' ἀπέρχεται λείψανα τῶν πληγῶν ἔχων· ὁ δὲ ἐκ πρώτης ἡλικίας ἀποδυσάμενος, οὐκ εἰς τοῦτο δαπανᾷ τὸν χρόνον, οὐδὲ κάθηται τραύματα θεραπεύων, ἀλλ' ἐκ προοιμίων λαμβάνει τὰ βραβεῖα· κἀκείνῳ μὲν ἀγαπητὸν τὰς ἥττας ἀναμαχέσασθαι πάσας, οὗτος δὲ ἐκ βαλβῖδος αὐτῆς τρόπαια ἵστησι, καὶ νίκας συνάπτει νίκαις· καθάπερ τις Ὀλυμπιονίκης ἐκ πρώτης ἡλικίας δι' ἀναῤῥήσεων ἐπὶ τὸ γῆρας ὁδεύων, οὕτως ἄπεισιν ἐκεῖ, μυρίοις τὴν κεφαλὴν ἀναδησάμενος στεφάνοις. Τίνων οὖν βούλει εἶναι τὸν υἱόν; τῶν διὰ τὴν πολλὴν παῤῥησίαν καὶ πρὸς αὐτοὺς τοὺς ἀρχαγγέλους ἀντιβλέψαι δυναμένων, ἢ ἐκείνων τῶν μετὰ πάντων ἑστώτων, καὶ τὴν ἐσχάτην τηρούντων τάξιν; Τὴν ἐσχάτην γὰρ λήψονται πάντως, καὶ ταύτην, ὅταν δυνηθῶσι πάντα τὰ κωλύματα διαδραμεῖν, ἅπερ ἀπηριθμησάμην νῦν, καὶ μήτε ἄωρος προαναρπάσῃ θάνατος, μήτε ὑπὸ γυναικὸς κωλυθῶσιν ὕστερον, μήτε τοσαῦτα τραύματα λάβωσιν, ὡς μὴ δυνηθῆναι αὐτοῖς τὸν τοῦ γήρως ἀρκέσαι χρόνον πρὸς τὴν θεραπείαν ἐκείνων, τήν τε γνώμην μένωσι διαπαντὸς τηροῦντες βεβαίαν καὶ ἀκίνητον. Ὅταν γὰρ ταῦτα πάντα συνέλθῃ, τότε μόλις ἐν τοῖς ἐσχάτοις τετάξονται. Τούτων οὖν βούλει εἶναι τὸν υἱὸν, ἢ τῶν ἐν τῷ μετώπῳ τῆς φάλαγγος λαμπόντων; Καὶ τίς οὕτω, φησὶν, ἄθλιος, ὡς ἐκεῖνα μᾶλλον, ἢ ταῦτα συνεύξασθαι τοῖς παισίν; Ἀλλὰ συνήθειαν ἐπιζητοῦμεν, καὶ σὺν ἡμῖν αὐτοὺς εἶναι βουλόμεθα. Τοῦτο καὶ αὐτὸς βούλομαι, καὶ ὑμῶν οὐχ ἧττον εὔχομαι τῶν γεννησαμένων, εἰς τὴν πατρῴαν αὐτοὺς ἐπανελθεῖν οἰκίαν, καὶ τῶν τροφείων ἀποδοῦναι τὰς ἀμοιβὰς, ὧν ἴσας οὐκ ἂν εὕροιεν ἑτέρας· ἀλλὰ μὴ νῦν αὐτοὺς τοῦτο ἀπαιτῶμεν. Πῶς γὰρ οὐκ ἄτοπον ἐπὶ λόγοις μὲν πέμποντας, πολὺν χρόνον καὶ τῆς πατρίδος ἐξορίζειν αὐτοὺς, καὶ τέχνην βάναυσόν τινα ἢ καὶ ἑτέραν φαυλοτέραν μανθάνειν μέλλουσιν ἄβατον καθιστάναι τὴν οἰκίαν, ἐν διδασκάλου οἰκίᾳ καὶ ἀριστᾷν καὶ καθεύδειν κελεύοντας· τούτους δὲ οὐκ ἐπ' ἀνθρώπειον μέλλοντας ἔρχεσθαι μάθημα, ἀλλ' ἐπὶ τὴν οὐράνιον φιλοσοφίαν, εὐθέως ἀφέλκειν, πρὶν ἢ γενέσθαι ὅπερ εὐχόμεθα; Καὶ σχοῖνον μέν τις τεταμένην διατρέχειν διδασκόμενος, πολὺν χρόνον ἀποστήσεται τῶν αὐτοῦ, τοὺς δὲ μανθάνοντας ἀπὸ τῆς γῆς πέτεσθαι εἰς τὸν οὐρανὸν, συγκατακλείσομεν τοῖς γονεῦσι; Καὶ τί ταύτης τῆς ἀλογίας χεῖρον γένοιτ' ἄν; Οὐχ ὁρᾶτε τοὺς γεωργοὺς, ὅτι, κἂν σφόδρα ἐπείγωνται τῶν πόνων λαβεῖν τοὺς καρποὺς, ἀώρους αὐτοὺς οὐκ ἂν ἀνάσχοιντο τρυγῆσαί ποτε; Μὴ τοίνυν μηδὲ ἡμεῖς πρὸ ὥρας ἀπάγωμεν τῆς κατὰ τὴν ἐρημίαν διατριβῆς τοὺς υἱοὺς, ἀλλ' ἐάσωμεν αὐτοῖς ἐμπαγῆναι τὰ μαθήματα, καὶ ῥιζωθῆναι τὰ φυτά· κἂν δέκα, κἂν εἴκοσιν ἔτη τρέφεσθαι αὐτοὺς ἐν μοναστηρίῳ δέῃ, μὴ θορυβώμεθα, μηδὲ ἀλύωμεν· ὅσῳ γὰρ ἂν ἐνδιατρίβῃ τῷ γυμνασίῳ πλέον, τοσούτῳ πλείονα κτήσεται τὴν ἰσχύν. Μᾶλλον δὲ, εἰ δοκεῖ, μηδὲ χρόνον ὁρίζωμεν, ἀλλ' ὅρος ἐκεῖνος ἔστω μόνος ὁ πρὸς τὴν ἀκμὴν ἄγων τοὺς ἐν αὐτῷ φυτευθέντας καρποὺς, καὶ τότε ἐπανερχέσθω ἀπὸ τῆς ἐρήμου, πρότερον δὲ μή. Οὐδὲ γὰρ ἔσται τι πλέον ἀπὸ τῆς ταχύτητος ἡμῖν ταύτης, ἀλλ' ἢ τὸ μηδέποτε αὐτὸν γενέσθαι ὥριμον. Ὁ γὰρ πρὸ ὥρας τῆς ἐν τῇ ῥίζῃ τροφῆς ἀποστερηθεὶς, οὐδὲ τοῦ καιροῦ παραγενομένου χρήσιμος ἔσται λοιπόν· ὅπερ ἵνα μὴ γένηται, καρτερῶμεν τὸν χωρισμόν· καὶ μὴ μόνον μὴ κατεπείγωμεν, ἀλλὰ καὶ βουλομένους ἐλθεῖν πρὸ ὥρας κωλύωμεν. Ἀπαρτισθεὶς μὲν γὰρ κοινὸν ἔσται κέρδος καὶ πατρὶ καὶ μητρὶ καὶ οἰκίᾳ καὶ πόλει καὶ ἔθνει· ἀτελέστερος δὲ παραγενόμενος, καταγέλαστος ἔσται καὶ ἐπονείδιστος, καὶ ἑαυτῷ καὶ τοῖς ἄλλοις ἐπιβλαβής. Μὴ δὴ τοσαύτην ἐργαζώμεθα ζημίαν. Καὶ γὰρ εἰς ἀποδημίαν πέμποντες, τότε βουλόμεθα τοὺς υἱοὺς ἰδεῖν, ὅταν ὑπὲρ ὧν τὴν ἀποδημίαν πεποίηνται κατωρθωκότες τύχωσιν· ἄν τε πρὸ τούτου παραγένωνται, οὐ τοσαύτην ἀπὸ τῆς ἐπιδημίας λαμβάνομεν τὴν ἡδονὴν, ὅσην ἀπὸ τοῦ μάτην ἐπανελθεῖν τὴν ἀθυμίαν. Πῶς οὖν οὐκ ἐσχάτης βλακείας τοσαύτην τοῖς πνευματικοῖς μὴ παρέχειν σπουδὴν, ὅσην ἐπιδεικνύμεθα περὶ τὰ βιωτικὰ, ἀλλ' ἐκεῖ μὲν οὕτω φιλοσόφως φέρειν τῶν παίδων τὸν χωρισμὸν, ὡς καὶ εὔχεσθαι ἐπιταθῆναι τοῦτον, ὅταν ὑπέρ τινος γένηται χρησίμου, ἐνταῦθα δὲ οὕτω μαλακίζεσθαι καὶ κατακλᾶσθαι πρὸς τὴν ἀποδημίαν, ὡς τοῖς μεγίστοις λυμαίνεσθαι διὰ τὴν μικροψυχίαν ταύτην ἀγαθοῖς, καὶ ταῦτα πλείονας παραμυθίας ἔχοντας, οὐ μόνον τὸ πρὸς μείζονα αὐτοὺς ἀποδύσασθαι, καὶ πάντως ἐπιτεύξεσθαι τοῦ τέλους, καὶ μηδὲν εἶναι τὸ διακόπτον τὰς ἐλπίδας, ἀλλὰ καὶ πρὸς αὐτὸν τὸν χωρισμόν; Ἐν ἀποδημίᾳ μὲν γὰρ οὖσι μακρᾷ οὐκ εὔκολον συγγίνεσθαι, καὶ μάλισθ' ὅταν γεγηρακότες τύχωσιν οἱ γονεῖς· ἐνταῦθα δὲ ἔνι συνεχῶς πρὸς αὐτοὺς ἀνιέναι. Τοῦτο δὴ καὶ ποιῶμεν, ὅταν αὐτοῖς μηδέπω δυνατὸν ᾖ πρὸς ἡμᾶς ἐλθεῖν· αὐτοὶ βαδίζωμεν πρὸς ἐκείνους, καὶ συγγινώμεθα καὶ διαλεγώμεθα. Μέγα ἡμῖν ἐκ τούτου καὶ κέρδος ἔσται καὶ ἡδονή. Οὐ γὰρ ἀπὸ τῆς ὄψεως τῶν ἀγαπωμένων μόνον παιδίων εὐφρανθησόμεθα, ἀλλὰ καὶ αὐτοὶ τὰ μέγιστα καρπωσάμενοι πρὸς τὴν οἰκίαν ἐπανήξομεν, πολλάκις δὲ αὐτοῖς καὶ παραμενοῦμεν ἁλόντες τῷ τῆς φιλοσοφίας ἔρωτι. Τότε οὖν αὐτοὺς καλῶμεν, ὅταν ἰσχυροὶ γένωνται, καὶ ἑτέρους οἷοί τε ὦσιν ὠφελεῖν· τότε αὐτοὺς ἕλκωμεν μόνον, ὥστε κοινὸν γενέσθαι τὸ φῶς, ὥστε ἐπὶ τῆς λυχνίας τεθῆναι τὸν λύχνον. Τότε ὄψεσθε τίνων μὲν παίδων πατέρες ὑμεῖς, τίνων δὲ οἱ μακαριζόμενοι παρ' ὑμῶν· τότε εἴσεσθε τῆς φιλοσοφίας τὰ κέρδη, ὅταν θεραπεύωσιν ἀνθρώπους ἀνίατα νοσοῦντας νοσήματα, ὅταν ὡς εὐεργέται κοινοὶ καὶ προστάται καὶ σωτῆρες ἀνακηρύττωνται, ὅταν ὡς ἄγγελοι τοῖς ἐπὶ γῆς ἀνθρώποις συμπεριπολῶσιν, ὅταν παρὰ πάντων ἀποβλέπωνται· μᾶλλον δὲ ὅπερ ἂν εἴπωμεν, οὐδὲν τοιοῦτον, οἷον ἐπὶ τῆς πείρας αὐτῆς καὶ τῶν πραγμάτων ἔστιν ἰδεῖν. Ταῦτα καὶ τοὺς νομοθέτας ἔδει ποιεῖν, εἴ τι τῶν δεόντων ἐγίνετο, οὐκ ἀνδράσι γενομένοις τοῖς νέοις ἐπανατείνασθαι φόβους, ἀλλὰ παῖδας ὄντας ῥυθμίζειν καὶ διαπλάττειν· καὶ οὐκ ἂν τῶν μετὰ ταῦτα ἐδέησεν ἀπειλῶν. Νυνὶ δὲ ταυτὸ γίνεται, ὥσπερ ἂν εἴ τις ἰατρὸς ἀσθενοῦντι μὲν τῷ κάμνοντι μὴ λέγῃ μηδὲν, μήτε δεικνύῃ, δι' ὧν ἀπαλλάξοι τῆς νόσου, διαφθαρέντι δὲ καὶ ἀνιάτως ἔχοντι μυρίους τιθῇ νόμους λοιπόν. Καὶ γὰρ οἱ νομοθέται τότε παιδαγωγοῦσιν ἡμᾶς, ὅταν διαστραφέντες τύχωμεν. Ἀλλ' οὐχ ὁ Παῦλος οὕτως, ἀλλ' ἐξ ἀρχῆς καὶ ἐν ἡλικίᾳ πρώτῃ τοὺς διδασκάλους αὐτοῖς ἐφίστησι τῆς ἀρετῆς, κωλύων ἐπεισελθεῖν τὴν κακίαν. Αὕτη γὰρ ἀρίστη διδασκαλία, οὐ, συγχωρήσαντας πρότερον περιγενέσθαι τὴν πονηρίαν, ὕστερον ζητεῖν ὅπως αὐτὴν ἐξελάσωμεν, ἀλλ' ἅπαντα ποιεῖν καὶ πραγματεύεσθαι, ὥστε ἄβατον αὐτῇ γενέσθαι τὴν φύσιν τὴν ἡμετέραν. Διὸ παραινῶ, μὴ μόνον ἑτέρους βουλομένους τοῦτο ποιεῖν κωλύειν, ἀλλὰ καὶ αὐτοὺς συναντιλαμβάνεσθαι, καὶ σώζειν τὸ σκάφος, καὶ παρασκευάζειν ἐξ οὐρίας πλεῖν. Καὶ γὰρ εἰ ταύτην ἦμεν πάντες ἀναδεξάμενοι τὴν γνώμην, καὶ πρὸ τῶν ἄλλων ἁπάντων εἰς ἀρετὴν αὐτοὺς ἤγομεν, τοῦτο μὲν ἔργον, τὰ δὲ ἄλλα νομίζοντες πάρεργα εἶναι, τοσαῦτα ἔμελλεν εἶναι τὰ ἀγαθὰ, ὅσα νῦν μὲν λέγων καὶ ἀλαζονεύεσθαι δόξω. Εἰ δὲ θέλοι τις μαθεῖν, ἐπὶ τῶν ἔργων εἴσεται καλῶς, καὶ πολλὴν μὲν ἡμῖν ὁμολογήσει χάριν, πολλὴν δὲ πρὸ ἡμῶν τῷ Θεῷ, βλαστάνουσαν ὁρῶν ἐπὶ τῆς γῆς τὴν ἐν οὐρανοῖς πολιτείαν, καὶ τοὺς τῶν μελλόντων ἀγαθῶν, καὶ τοὺς τῆς ἀναστάσεως λόγους ἐντεῦθεν ἤδη πιστουμένους, καὶ παρ' αὐτοῖς τοῖς ἀπίστοις.