# Adversus oppugnatores vitae monasticae (lib. 1-3) 2.1-2

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Adversus oppugnatores vitae monasticae (lib. 1-3), ΠΡΟΣ ΑΠΙΣΤΟΝ ΠΑΤΕΡΑ, ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/adversus-oppugnatores-vitae-monasticae-lib-1-3/2.1-2

Πῶς οὖν τοῦτο ἔσται δῆλον καὶ πόθεν εἰσόμεθα τίς μὲν ὁ τὸ συμφέρον ὄντως ὁρῶν, τίς δὲ ὁ δοκῶν μὲν ὁρᾷν, ὁρῶν δὲ οὐδαμῶς; Ἂν τοὺς παρ' ἐμοῦ λόγους καθάπερ τινὰς ἀνταγωνιστὰς εἰς ἐξέτασιν κατιέναι καταναγκάσαντες καὶ συμπλακῆναι, περὶ τούτων ἀδεκάστοις κριταῖς ἐπιτρέψωμεν τὴν ἐξέτασιν. Ὁ μὲν οὖν τοῦ ἀγῶνος νόμος πρὸς τὸν Χριστιανὸν ἀποδύεσθαι κελεύει, καὶ πρὸς ἐκεῖνον ἀγωνίζεσθαι μόνον, καὶ πλεῖον οὐδὲν ἀπαιτεῖ παρ' ἡμῶν. Τί γάρ μοι καὶ τοὺς ἔξω κρίνειν; ὁ μακάριος Παῦλός φησιν. Ἀλλ' ἐπειδὴ συμβαίνει πολλοὺς καὶ ἀπίστους εἶναι τῶν πρὸς τὸν οὐρανὸν ἑλκομένων παίδων πατέρας· καίτοι γε τοῦ νόμου τῶν ἀγώνων ἀφιέντος ἡμᾶς τῆς πρὸς τούτους μάχης, ἑκόντες αὐτοὶ καὶ μετὰ προθυμίας καὶ πρὸς τούτους ἀποδυσόμεθα πρώτους. Καὶ εἴθε πρὸς τούτους μόνον ἦν ἡμῶν ὁ ἀγὼν, καίτοι γε δυσχερέστερός τέ ἐστι, καὶ πλείονας ἔχει λαβάς· Ψυχικὸς γὰρ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ Πνεύματος· μωρία γὰρ αὐτῷ ἐστι· καὶ συμβαίνει ταυτὸν, οἷον ἂν εἴ τις βασιλείας ἐρᾷν πείθῃ τὸν οὐκ ἐθέλοντα πεισθῆναι πρότερον, ὅτι τὸ πρᾶγμα ὑφέστηκεν. Ἀλλ' ὅμως καὶ οὕτως εἰς στενὸν ἡμῖν κατακεκλεισμένων τῶν λόγων, πρὸς τούτους ἠθέλησα ἂν μόνους τὸν ἀγῶνά μοι γενέσθαι τοῦτον. Ἐπὶ μὲν γὰρ τοῦ πιστοῦ πολλὰ μὲν ἡμῖν τὰ δικαιώματα, ἀλλ' ὅμως τὴν ἐκ τῆς τῶν δικαίων περιουσίας ἡδονὴν συσκιάζει τῆς αἰσχύνης ἡ ὑπερβολή. Αἰσχύνομαι γὰρ ὅταν καὶ πρὸς ἐκεῖνον ὑπὲρ τούτων ἀποτείνεσθαι ἀναγκάζωμαι, καὶ δέδοικα μὴ τοῦτό μοι μόνον ὁ Ἕλλην ἔγκλημα δίκαιον ἔχοι προβάλλεσθαι· ἐπεὶ τοῖς γε ἄλλοις αὐτὸν τῇ τοῦ Θεοῦ χάριτι ῥᾳδίως αἱρήσομεν, κἂν εὐγνώμων εἶναι ἐθέλοι, ταχέως αὐτὸν οὐ πρὸς τὸν ἔρωτα τοῦ βίου τούτου μεταστήσομεν μόνον, ἀλλὰ καὶ πρὸς αὐτὴν τῶν δογμάτων τὴν ἐπιθυμίαν, ἀφ' ἧς ὁ βίος ἔχει τὴν ὑπόθεσιν οὗτος. Τοσοῦτον γὰρ ἀπέχω φοβηθῆναι τὸν πρὸς αὐτὸν ἀγῶνα, ὅτι καὶ χαλεπώτερον αὐτὸν πρότερον καταστήσας τῷ λόγῳ, οὕτως ἅψομαι τῶν παλαισμάτων. Κείσθω γὰρ μὴ μόνον Ἕλληνα εἶναι τοῦτον τὸν πατέρα, ἀλλὰ καὶ πλούσιον ὑπὲρ πάντας ἀνθρώπους καὶ ἀπόβλεπτον, καὶ ἐν δυναστείᾳ καθεστάναι μεγάλῃ, καὶ πολλοὺς μὲν ἀγροὺς ἐχέτω, πολλὰς δὲ οἰκίας, μυρία δὲ χρυσίου τάλαντα· ἔστω δὲ καὶ πατρίδος τῆς βασιλικωτάτης, καὶ γένους τοῦ περιφανεστάτου, καὶ μήτε ἐχέτω παῖδας ἑτέρους, μήτε ἕξειν ἐλπιζέτω τοῦ λοιποῦ, ἀλλ' ἐν τούτῳ σαλευέτω μόνον· ἔστω δὲ καὶ αὐτὸς οὗτος ἐν ἐλπίσι χρησταῖς, καὶ ταχέως ἐπὶ τὴν αὐτὴν ἀρχὴν ἀναβήσεσθαι προσδοκάσθω, καὶ λαμπρότερον αὐτοῦ φανήσεσθαι, καὶ πᾶσιν αὐτὸν ἀποκρύψειν τοῖς βιωτικοῖς· εἶτα ἐν μέσῳ τῶν ἐλπίδων τούτων προσερχέσθω τις, καὶ διαλεγέσθω περὶ ταύτης αὐτῷ τῆς φιλοσοφίας, καὶ πειθέτω πάντων ἐκείνων καταγελάσαντα περιβαλέσθαι ἱμάτιον ἁδρὸν, καὶ τὴν πόλιν ἀφέντα πρὸς τὸ ὄρος φυγεῖν, καὶ φυτεύειν ἐκεῖ καὶ ἄρδειν καὶ ὑδροφορεῖν, καὶ τὰ ἄλλα δὴ πάντα τὰ τῶν μοναχῶν ποιεῖν, τὰ δοκοῦντα εἶναι καὶ εὐτελῆ καὶ ἐπονείδιστα· ἔστω δὲ καὶ ἀνυπόδετος, καὶ χαμαὶ καθευδέτω, γενέσθω δὲ καὶ λεπτὸς καὶ ὠχρὸς ὁ καλὸς νεανίας οὗτος, ὁ ἐν τοσαύτῃ τρυφῇ καὶ τιμῇ διατελῶν, καὶ τοιαύτας ἔχων ἐλπίδας, καὶ τῶν οἰκετῶν τῶν ἑαυτοῦ εὐτελεστέραν περικείσθω στολήν· ἆρα ἱκανὰς ἐδώκαμεν τῷ κατηγόρῳ τὰς λαβὰς, καὶ ἀρκούντως συνεπλάσαμεν τὸν ἀνταγωνιστήν; Εἰ δὲ μὴ ἀρκούντως, καὶ ἑτέρας αὐτῷ παρέξομεν προφάσεις. Μετὰ γὰρ τούτων καὶ πάντα κινείτω τὰ μηχανήματα πρὸς τὸ μεταπεῖσαι τὸν υἱὸν, καὶ πάντα εἰκῆ, καθάπερ ἐπὶ πέτρας ἑστῶτος αὐτοῦ τοῦ παιδὸς, καὶ τῶν ποταμῶν καὶ τοῦ ὑετοῦ καὶ τῶν πνευμάτων ἀνωτέρου γινομένου· θρηνείτω δὲ ὁ τοιοῦτος, καὶ προβαλέτω δάκρυα, ὥστε μᾶλλον ἐμπρῆσαι τὸν καθ' ἡμῶν θυμὸν, καὶ πρὸς πάντας τοιαῦτα κατηγορείτω συνεχῶς ἐντυγχάνων. Ἐφύτευσα, ἔθρεψα, ἐταλαιπωρήθην διὰ πάσης τῆς ἡλικίας, πάντα ποιῶν καὶ πάσχων, ἅπερ ἐκ τῆς παιδοποιίας ταύτης συμβαίνειν εἰκός· χρηστὰς εἶχον ἐλπίδας, διελέχθην παιδαγωγοῖς, παρεκάλεσα διδασκάλους, ἀνήλωσα χρήματα, ἠγρύπνησα πολλάκις ὑπὲρ εὐκοσμίας φροντίζων, ὑπὲρ παιδεύσεως, ὅπως μηδενὸς οὕτω τῶν προγόνων λείποιτο τῶν αὐτοῦ, ὅπως ἁπάντων φανείη λαμπρότερος· συνδιοίσειν μοι τοῦτον τὸ γῆρας προσεδόκησα, προϊόντος τοῦ χρόνου περὶ γυναικὸς ἐβουλευόμην καὶ γάμου, περὶ ἀρχῆς, καὶ δυναστείας. Ἀλλ' ἐξαίφνης, ὥσπερ τις σκηπτὸς ἢ καταιγίς ποθεν ἐπιπεσοῦσα, μυριαγωγὸν ὁλκάδα καὶ πολλῶν γέμουσαν φορτίων, καὶ μακρὸν διανύσασαν πέλαγος, καὶ ἐξ οὐρίας πλέουσαν, καὶ πρὸς αὐτῷ λοιπὸν οὖσαν τῷ λιμένι, μικρὸν πρὸ τοῦ στόματος αὐτοῦ κατέκλυσε, καὶ μὴ μόνον πενίας τῆς ἐσχάτης, ἀλλὰ καὶ θανάτου τοῦ ἐλεεινοῦ καὶ ἀπωλείας δέος, μὴ τῇ τοῦ τὰ τοιαῦτα πεπλουτηκότος κεφαλῇ περιστήσειεν ὁ χειμών· οὕτω δή μοι συμβέβηκε νῦν. Οἱ γὰρ ἐπάρατοι καὶ λυμεῶνες καὶ πλάνοι (λεγέτω γὰρ δὴ καὶ ταῦτα, οὐ διοισόμεθα) ἐκ τῶν τοσούτων ἐλπίδων ἀναρπάσαντές μοι τὸν γηροτρόφον, καθάπερ τινὲς λῄσταρχοι πρὸς τὰς αὐτῶν καταλύσεις ἀπήγαγον, καὶ οὕτω ταῖς αὐτῶν κατεγοήτευσαν ἐπῳδαῖς, ὡς ἑλέσθαι καὶ πρὸς σίδηρον καὶ πρὸς πῦρ καὶ πρὸς θηρία καὶ πρὸς πᾶν ὁτιοῦν στῆναι γενναίως, ἢ πρὸς τὴν προτέραν εὐπραγίαν ἐπανελθεῖν· καὶ τὸ δὴ χαλεπώτερον, ὅτι καὶ ταῦτα πείσαντες μᾶλλον ἡμῶν προσποιοῦνται τὸ συμφέρον ὁρᾷν. Ἔρημοι μὲν οἰκίαι, ἔρημοι δὲ ἀγροί· κατηφείας δὲ καὶ αἰσχύνης μεστοὶ μὲν οἱ γεωργοὶ, μεστοὶ δὲ οἰκέται· καὶ φαιδροὶ μὲν ἐπὶ τοῖς κακοῖς τοῖς ἐμοῖς ἐχθροὶ, ἐγκαλύπτονται δὲ οἱ φίλοι. Παρ' ἐμοὶ δὲ οὐδεμία γνώμη κρατεῖ, ἀλλ' ἢ ὥστε πῦρ ἐπαφεῖναι καὶ φλέξαι πάντα, καὶ οἰκίας καὶ ἀγροὺς καὶ ἀγέλας βοῶν καὶ ποίμνια προβάτων. Ποῦ γὰρ ἔσται μοι χρήσιμα ταῦτα λοιπὸν, ἐκείνου τοῦ χρησομένου τούτοις οὐκ ὄντος, ἀλλ' αἰχμαλώτου γενομένου, καὶ παρὰ βαρβάροις ἀνημέροις δουλεύοντος θανάτου παντὸς πικροτέραν δουλείαν; Περιέβαλον μελαίνῃ στολῇ τοὺς οἰκέτας ἅπαντας, κατέπασα τέφρᾳ τὰς κεφαλὰς, χοροὺς ἔστησα γυναικῶν, ἐκέλευσα χαλεπώτερον αὐτὰς κατακόπτεσθαι, ἢ εἰ νεκρὸν ἑώρων. Σύγγνωτε δέ μοι τοῦτο ποιοῦντι· μεῖζον ἐκείνου τὸ πένθος ἐμοί. Παρενοχλεῖσθαι δοκῶ λοιπὸν ὑπὸ τοῦ φωτὸς, καὶ πρὸς αὐτὰς ἀηδῶς ἔχω τὰς ἀκτῖνας, ὅταν εἰς νοῦν λάβω τὸ σχῆμα τοῦ ταλαιπώρου παιδὸς ἐκείνου, ὅταν τῶν εὐτελεστέρων ἀγροίκων ἐκείνων ἀτιμότερον αὐτὸν ἠμφιεσμένον ἴδω, καὶ ἐπ' ἔργα ἀτιμότερα τοῦτον προπεμπόμενον· ὅταν ἐννοήσω αὐτοῦ τὸ ἀκαμπὲς, κατακαίομαι, διασπῶμαι, διαῤῥήγνυμαι.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Adversus oppugnatores vitae monasticae (lib. 1-3). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg003.local001/.
