Ancient Greek · ~22 min
ΠΡΟΣ ΠΙΣΤΟΝ ΠΑΤΕΡΑ ΛΟΓΟΣ ΤΡΙΤΟΣ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Adversus oppugnatores vitae monasticae (lib. 1-3) 4.1-3
Not analysed yet
Καὶ γὰρ οὐδὲ τοῦτο ἔστιν εἰπεῖν, ὅτι οὐ πολὺς αὐτῷ τοῦ πράγματος ὁ λόγος· πολλὴν γὰρ ὑπὲρ τῆς τῶν παίδων ἀνατροφῆς ποιεῖται σπουδήν. Ἐπιθυμίαν τε γὰρ τοσαύτην τῇ φύσει διὰ τοῦτο ἐνέσπειρεν, ἵνα ὥσπερ εἰς ἀνάγκην τινὰ ἄφυκτον τῆς περὶ τὰ τεχθέντα προνοίας καταστήσῃ τοὺς φυτευσαμένους αὐτά· νόμους τε εἰσήνεγκεν ὕστερον ὑπὲρ τῆς τούτων ἐπιμελείας διαλεγόμενος ἡμῖν. Καὶ ἑορτὰς δὲ τιθεὶς, κελεύει τὰ παιδία αὐτῶν διδάσκειν τὴν ὑπόθεσιν. Περὶ γὰρ τοῦ Πάσχα διαλεχθεὶς ἐπήγαγε· Καὶ ἀπαγγελεῖς τῷ υἱῷ σου ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγων· Διὰ τοῦτο ἐποίησεν ὁ Θεός μοι, ὡς ἐξεπορευόμην ἐξ Αἰγύπτου. Καὶ ἐπὶ τοῦ νόμου δὲ τὸ αὐτὸ τοῦτο ποιεῖ· περὶ γὰρ τῶν πρωτοτόκων εἰπὼν προστίθησι πάλιν· Ἐὰν δὲ ἐρωτήσῃ σε ὁ υἱός σου μετὰ ταῦτα λέγων· Τί τοῦτο; ἐρεῖς πρὸς αὐτὸν, ὅτι Ἐν χειρὶ κραταιᾷ ἐξήγαγεν ἡμᾶς Κύριος ἐξ Αἰγύπτου ἐξ οἴκου δουλείας. Ἡνίκα δὲ ἐσκλήρυνε Φαραὼ ἐξαποστεῖλαι ἡμᾶς, ἀπέκτεινε πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτου ἀπὸ πρωτοτόκων ἀνθρώπων ἕως πρωτοτόκων κτηνῶν. Διὰ τοῦτο ἐγὼ θύω Κυρίῳ πᾶν διανοῖγον μήτραν ἀρσενικόν· διὰ πάντων εἰς θεογνωσίαν κελεύων ἅγειν αὐτούς. Καὶ αὐτοῖς δὲ τοῖς παιδίοις πολλὰ περὶ τῶν γεγεννηκότων αὐτοὺς διατάττεται, τοὺς μὲν εὐνοϊκῶς διακειμένους τιμῶν, κολάζων δὲ τοὺς ἀγνώμονας, καὶ ταύτῃ πάλιν αὐτοὺς ποθεινοτέρους τοῖς φυτευσαμένοις ποιῶν. Ὅταν γάρ τινος ποιήσῃ τις ἡμᾶς κυρίους, μεγίστην ἡμῖν ἀνάγκην τῆς ὑπὲρ αὐτοῦ προνοίας ἐπιτίθησι τὴν τιμήν· καὶ γὰρ εἰ μηδὲν ἕτερον. τοῦτο γοῦν ἡμᾶς δυσωπῆσαι ἱκανὸν, τὸ πάντα τὰ ἐκείνου ἐν ταῖς ἡμετέραις κεῖσθαι χερσὶ, καὶ οὐκ ἂν ἀνασχοίμεθα προδοῦναι ταχέως τὸν οὕτως ἐμπιστευθέντα ἡμῖν· ὅταν δὲ μετὰ τοῦτο καὶ συνοργίζηται καὶ ἀγανακτῇ πλέον τῶν ὑβρισμένων αὐτῶν, καὶ χαλεπὸς γίνηται τιμωρὸς, καὶ ταύτῃ πολὺ πλέον ἐφέλκεται· ὅπερ οὖν ἐποίησε καὶ ὁ Θεός. Πρὸς τούτοις καὶ τὸν ἀπὸ τῆς φύσεως τρίτον ἐπήγαγε δεσμὸν, εἰ δὲ βούλει, πρῶτον. Καὶ ἵνα μὲν τῶν προσταγμάτων αὐτοῦ μὴ καταφρονῶσιν οἱ πατέρες, κελευόμενοι τρέφειν τοὺς παῖδας, τὴν ἀπὸ τῆς φύσεως ἐπέθηκεν ἀνάγκην. Ἵνα δὲ μή ποτε ταῖς τῶν παίδων ὕβρεσιν ἀσθενεστέρα γενομένη αὕτη διαῤῥήγνυται, τήν τε παρ' αὐτοῦ καὶ τὴν παρ' αὐτῶν τῶν γεννησαμένων ἐπετείχισε τιμωρίαν, καὶ τούτους μετὰ ἀκριβείας ὑποτάσσων πολλῆς, κἀκείνων ταύτῃ διεγείρων τὸν πόθον. Οὐ ταύτῃ δὲ μόνον, ἀλλὰ καὶ ἑτέρῳ τετάρτῳ τρόπῳ σφοδρῶς ἡμᾶς καὶ μετὰ ἀκριβείας αὐτοῖς συνέδησεν. Οὐ γὰρ τοὺς παῖδας μόνον κακοὺς μὲν ὄντας περὶ τοὺς γεγεννηκότας κολάζει, γινομένους δὲ ἀγαθοὺς ἀποδέχεται, ἀλλὰ καὶ ἐπὶ τῶν πατέρων τὸ αὐτὸ δὴ τοῦτο ποιεῖ, κολάζων μὲν πικρῶς τοὺς ἀμελοῦντας αὐτῶν, τιμῶν δὲ καὶ ἐπαινῶν τοὺς ἐπιμελουμένους. Καὶ γὰρ τὸν πρεσβύτην τοῦτον, καίτοι τἄλλα ὅντα λαμπρὸν, ἀπὸ ταύτης τῆς ὀλιγωρίας ἐτιμωρήσατο μόνης, καὶ τὸν πατριάρχην δὲ τῶν ἄλλων οὐχ ἧττον ἀπὸ ταύτης ἐτίμησε τῆς προνοίας· λέγων γὰρ τὰς πολλὰς καὶ μεγάλας δωρεὰς ἐκείνας, ἃς ὑπέσχετο δώσειν αὐτῷ, καὶ τὴν αἰτίαν τιθεὶς, ταύτην ἐτίθει· ᾜδειν γὰρ, φησὶν, ὅτι συντάξει Ἀβραὰμ τοῖς υἱοῖς αὐτοῦ, καὶ τῷ οἴκῳ αὐτοῦ μετ' αὐτὸν, καὶ φυλάξουσι τὰς ὁδοὺς Κυρίου τοῦ Θεοῦ, ποιεῖν δικαιοσύνην καὶ κρίσιν. Ταῦτα δέ μοι εἴρηται νῦν, ἵνα μάθωμεν ὅτι οὐκ οἴσει πράως ὁ Θεὸς ἀμελουμένων τῶν οὕτω περισπουδάστων αὐτῷ. Οὐδὲ γάρ ἐστι τοῦ αὐτοῦ τοσαῦτα μὲν ὑπὲρ τῆς τούτων πραγματεύεσθαι σωτηρίας, καταφρονουμένων δὲ αὐτῶν τούτων παρορᾷν. Οὐ τοίνυν περιόψεται, ἀλλὰ καὶ ἀγανακτήσει, καὶ ὀργιεῖται σφοδρῶς, καθάπερ ἀποδέδεικται διὰ τῶν πραγμάτων αὐτῶν. Διὰ τοῦτο καὶ ὁ μακάριος Παῦλος παραινεῖ συνεχῶς λέγων· Οἱ πατέρες, ἐκτρέφετε τὰ τέκνα ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου. Εἰ γὰρ ἡμεῖς ἀγρυπνεῖν ὑπὲρ τῶν ψυχῶν αὐτῶν κελευόμεθα ὡς λόγον ἀποδώσοντες, πολλῷ μᾶλλον ὁ πατὴρ ὁ γεννησάμενος, ὁ θρεψάμενος, ὁ συνοικοῦντα ἔχων διαπαντός. Ὥσπερ γὰρ ἐπὶ τῶν οἰκείων ἁμαρτημάτων οὐκ ἔχει καταφυγεῖν εἰς ἀπολογίαν καὶ συγγνώμην, οὕτως οὐδὲ ὑπὲρ τῶν τοῖς παισὶν ἁμαρτανομένων. Καὶ τοῦτο πάλιν ὁ μακάριος Παῦλος κατέστησε φανερόν. Νομοθετῶν γὰρ ὁποίους τινὰς εἶναι χρὴ τοὺς ἐπὶ τὴν τῶν ἅλλων ἐρχομένους ἀρχὴν, μετὰ τῶν ἄλλων ἁπάντων τῶν ἀναγκαίως αὐτοῖς ὀφειλόντων προσεῖναι, καὶ τὴν τῶν παίδων ἐπιμέλειαν ἀπαιτεῖ, ὡς οὐκ οὔσης ἡμῖν συγγνώμης διαστραφέντων ἐκείνων· καὶ μάλα εἰκότως. Εἰ μὲν γὰρ ἐκ φύσεως ἡ κακία τοῖς ἀνθρώποις προσῆν, εἰκότως ἄν τις πρὸς ἀπολογίαν κατέφυγεν· ἐπειδὴ δὲ ἐκ προαιρέσεως καὶ φαῦλοι γινόμεθα καὶ σπουδαῖοι, τίνα ἂν λόγον ἔχοι εὐπρόσωπον εἰπεῖν ὁ τὸν μάλιστα πάντων ποθούμενον διαστραφῆναι καὶ γενέσθαι πονηρὸν ἀφιείς; Ὅτι οὐκ ἐβούλετο ποιῆσαι χρηστόν; Ἀλλ' οὐδεὶς ἂν τοῦτο εἴποι πατήρ· ἡ γὰρ φύσις ἐφέστηκε πρὸς τοῦτο αὐτὸν διεγείρουσα συνεχῶς. Ἀλλ' οὐκ ἠδύνατο; Ἀλλ' οὐδὲ τοῦτο· καὶ γὰρ τὸ ἁπαλὸν ὄντα ἔτι λαβεῖν, καὶ τὸ πρῶτον, καὶ μόνον τὴν ἐξουσίαν ἐγχειρισθῆναι τὴν ἐκείνου, καὶ τὸ διαπαντὸς ἔχειν ἔνδον, ῥᾳδίαν αὐτῷ καὶ σφόδρα εὔκολον ποιεῖ τὴν προστασίαν. Ὥστε οὐδαμόθεν τὴν διαστροφὴν γίνεσθαι τῶν παίδων, ἀλλ' ἐκ τῆς περὶ τὰ βιωτικὰ μανίας· τὸ γὰρ πρὸς ἐκεῖνα μόνον ἀποβλέπειν, καὶ μηδὲν τούτων ἐθέλειν προτιμᾷν, καὶ τῶν παίδων μετὰ τῆς αὐτῶν ψυχῆς ἀναγκάζονται ἀμελεῖν. Τούτους ἐγὼ τοὺς πατέρας (καὶ μή τις θυμοῦ τὸ λεγόμενον εἶναι νομιζέτω) καὶ αὐτῶν τῶν παιδοκτόνων χείρους εἶναι φαίην ἄν. Ἐκεῖνοι μὲν γὰρ τὸ σῶμα τῆς ψυχῆς διιστῶσιν, οὗτοι δὲ ταύτην μετ' ἐκείνου φέροντες εἰς τὴν τῆς γεέννης ἐμβάλλουσι πυράν· κἀκεῖνον μὲν ἀνάγκη τὸν θάνατον καὶ παρὰ τῆς φύσεως δέξασθαι πάντως, τοῦτον δὲ ἐνῆν καὶ διαφυγεῖν, εἰ μὴ ἡ τῶν πατέρων αὐτὸν ἐπήγαγε ῥᾳθυμία. Πρὸς τούτοις, τὴν μὲν τοῦ σώματος τελευτὴν ἀνάστασις ἐπελθοῦσα ταχέως ἀφανίσαι δυνήσεται· τὴν δὲ τῆς ψυχῆς ἀπώλειαν οὐδὲν ἔτι παραμυθήσεται· οὐ γὰρ σωτηρία αὐτὴν διαδέχεται λοιπὸν, ἀλλ' ἀθάνατα ἀνάγκη κολάζεσθαι. Ὥστε οὐκ ἀπεικότως τῶν παιδοκτόνων τοὺς τοιούτους πατέρας χείρους ἂν εἴποιμεν εἶναι. Οὐδὲ γάρ ἐστιν οὕτω δεινὸν ἀκονῆσαι ξίφος, καὶ δεξιὰν ὁπλίσαι, καὶ εἰς αὐτὸν τοῦ παιδὸς βαπτίσαι τὸν λαιμὸν, ὡς τὸ ψυχὴν ἀπολέσαι καὶ διαφθεῖραι· ταύτης γὰρ ἡμῖν ἴσον οὐδέν.