Ancient Greek · ~23 min
ΠΡΟΣ ΑΠΙΣΤΟΝ ΠΑΤΕΡΑ, ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Adversus oppugnatores vitae monasticae (lib. 1-3) 9.1
Not analysed yet
Καὶ μή τοι νομίσῃς βασιλέων ὄντων εὐσεβῶν ταῦτα γίνεσθαι μόνον, ἀλλὰ κἂν μεταπέσῃ τὰ τῆς ἀρχῆς καὶ οἱ κρατοῦντες ἄπιστοι γένωνται, καὶ τότε τὰ τοῦ παιδὸς ἔσται λαμπρότερα. Οὐ γὰρ δὴ οἷα τὰ τῶν Ἑλλήνων, τοιαῦτα καὶ τὰ παρ' ἡμῖν, οὐδὲ ταῖς τῶν κρατούντων ἕπεται γνώμαις, ἀλλ' ἕστηκεν ἐπὶ τῆς οἰκείας ἰσχύος, καὶ τότε μάλιστα φαίνεται, ὅταν μάλιστα πολεμῆται· ἐπεὶ καὶ ὁ στρατιώτης εὐδόκιμος μέν ἐστι καὶ εἰρήνης οὔσης, λαμπρότερος δὲ ἔσται καταλαβόντος πολέμου. Ὥστε καὶ Ἑλλήνων κρατούντων, ὁμοίως ἔσται σοι καὶ μειζόνως τὰ τῆς τιμῆς. Οἱ γὰρ δὴ τότε τὸν υἱὸν αἰδούμενοι τὸν σὸν, πολλῷ μᾶλλον τοῦτο ποιήσουσιν, ὅταν παραταττόμενον ἴδωσι, καὶ πλείονι κεχρημένον τῇ παῤῥησίᾳ, καὶ πολλὰς τῆς εὐδοκιμήσεως ἔχοντα τὰς ἀφορμάς. Βούλει καὶ τὰ πρὸς σὲ ἐξετάσωμεν, ἢ περιττὸς οὗτος ὁ λόγος; Ὁ γὰρ πρὸς ἑτέρους οὕτως ἥμερος ὢν καὶ πρᾶος, ὡς μηδενὶ λαβὴν παρασχεῖν, πολλῷ μᾶλλον ἐν πολλῇ τὸν πατέρα ἕξει τιμῇ, καὶ θεραπεύσει πολλῷ πλέον, ἢ εἰ δυναστείαν μετῆλθε κοσμικήν. Ἐν ἀρχῇ μὲν γὰρ μεγάλῃ γενόμενος, ἄδηλον εἰ μὴ καὶ τοῦ πατρὸς ἔμελλεν ὑπερορᾷν· νῦν δὲ βίον εἵλετο, δι' ὃν καὶ τοῦ βασιλέως βασιλικώτερος ὢν, πάντων ἔσται πρὸς σὲ ταπεινότερος. Τοιαύτη γὰρ ἡ παρ' ἡμῖν φιλοσοφία· τὰ δοκοῦντα ἐναντία εἶναι, μετριοφροσύνην καὶ ὕψος, συνάγει εἰς μίαν ψυχήν. Καὶ τότε μὲν ἅτε χρημάτων ἐρῶν, καὶ ἠσμένισεν ἄν σου τὴν τελευτήν· νῦν δὲ καὶ εἰς μῆκος ἐκταθῆναί σοι τὴν ζωὴν εὔχεται, ὥστε καὶ ἐν τούτῳ λαμπροὺς αὐτῷ γενέσθαι τοὺς στεφάνους. Οὐ γὰρ δὴ μικρὸς ἡμῖν κεῖται μισθὸς τοῖς τοὺς γεγεννηκότας τιμῶσιν, ἀλλ' ὡς δεσπότας αὐτοὺς ἡγεῖσθαι κελευόμεθα, λόγῳ τε καὶ ἔργῳ θεραπεύειν, ὅταν μηδὲ τὰ τῆς εὐσεβείας παραβλάπτηται. Τί γὰρ, φησὶν, αὐτοῖς ἀνταποδώσεις καθὼς αὐτοί σοι; Ἐννόησον οὖν τὸν ἐν τοῖς ἄλλοις ἅπασι πρὸς ἄκρον ἥκοντα τῆς ἀρετῆς, πῶς εἰκὸς καὶ τοῦτο μετὰ πολλῆς φυλάξεσθαι τῆς ὑπερβολῆς τὸ καλόν. Κἂν γὰρ ἀποθανεῖν ὑπὲρ τῆς σῆς δέοι κεφαλῆς, οὐ παραιτήσεται, ἅτε οὐ μόνον διὰ τὸν παρὰ τῆς φύσεως κείμενον νόμον θεραπεύων σε καὶ τιμῶν, ἀλλὰ πρὸ τῶν ἄλλων διὰ τὸν Θεὸν, δι' ὃν καὶ πάντων τῶν ἄλλων ὁμοῦ κατεφρόνησεν. Ὅταν οὖν καὶ εὐδοκιμώτερος ᾖ νῦν καὶ εὐπορώτερος καὶ δυνατώτερος καὶ ἐλευθεριώτερος, καὶ μᾶλλόν σου δοῦλος ἢ πρότερον μετὰ τῆς τοσαύτης μεγαλονοίας, τίνος ἕνεκεν, εἰπέ μοι, θρηνεῖς; ὅτι καθ' ἑκάστην οὐ τρέμεις τὴν ἡμέραν, μή ποτε ἐν πολέμῳ πέσῃ, μή ποτε προσκρούσῃ βασιλεῖ, μή ποτε βασκανίᾳ τῶν συστρατευομένων ἁλῷ; ἢ οὐχὶ καὶ ταῦτα, καὶ τούτων πλείονα δεδοίκασι τῶν εὐδοκιμούντων οἱ πατέρες; Καθάπερ γὰρ οἱ παιδίον ἐφ' ὑψηλοῦ τινος στήσαντες τόπου τρέμειν ἀναγκάζονται μὴ καταπέσῃ, οὕτω καὶ οἱ πρὸς μεγάλην ἀρχὴν ἀνάγοντες τοὺς υἱεῖς. Ἀλλ' ἔχει τινὰ ἡδονὴν ἡ ζώνη, καὶ ἡ χλαμὺς, καὶ ἡ τοῦ κήρυκος φωνή. Καὶ μέχρι πόσων ἡμερῶν ταῦτα, εἰπέ μοι; μέχρι τριάκοντα, καὶ ἑκατὸν, καὶ δὶς τοσοῦτον; Καὶ τί μετὰ ταῦτα; οὐχ ὥσπερ ὄναρ; οὐχ ὥσπερ μῦθος; οὐχ ὥσπερ σκιὰ πάντα διῆλθεν ἐκεῖνα; Νῦν δὲ αὐτῷ μέχρι τέλους τὰ τῆς τιμῆς, μᾶλλον δὲ καὶ μετὰ τὴν τελευτὴν, καὶ πολλῷ πλέον τότε, καὶ ταύτην αὐτὸν οὐδεὶς ἀφαιρήσεται τὴν ἀρχὴν, ἅτε οὐχ ὑπὸ ἀνθρώπων, ἀλλ' ὑπ' αὐτῆς χειροτονηθέντα τῆς ἀρετῆς. Ἀλλ' ἐβούλου πολυτελῆ φοροῦντα ἱμάτια, καὶ ἐφ' ἵππου φερόμενον ὁρᾷν, καὶ πλῆθος ἔχοντα οἰκετῶν, καὶ παρασίτους τρέφοντα καὶ κόλακας. Τίνος ἕνεκεν ταῦτα ἤθελες; οὐχ ἡδονὴν αὐτῷ διὰ τούτων ἁπάντων κατασκευάζων; Ἂν οὖν ἀκούσῃς αὐτοῦ λέγοντος (ἡμῖν γὰρ ἴσως οὐ πείσῃ), ὅτι τῶν ἐν τρυφῇ ζώντων καὶ πορνείαις καὶ μουσικῇ καὶ παρασίτοις καὶ κόλαξι καὶ τῇ ἄλλῃ βλακείᾳ, τοσούτῳ τὸν βίον ἡγεῖται τοῦτον ἡδίω, ὡς ἑλέσθαι μυρίους θανάτους πολλάκις, εἴ τις κελεύοιτο ταύτην τὴν ἡδονὴν ἀφέντα πρὸς ἐκείνην μεταπηδῆσαι, τί πρὸς ταῦτα ἐρεῖς; Οὐκ οἶδας ὅσην ὁ ἀπράγμων βίος ἔχει τὴν ἡδονήν; τάχα οὐδὲ ἄλλος ἀνθρώπων οὐδεὶς, ἅτε μηδέπω ταύτης γευσάμενος καθαρῶς. Ὅταν δὲ καὶ λαμπρότης προσῇ, καὶ τὰ ἄμικτα ταῦτα πάλιν συνέρχηται, ἀσφάλειά τε καὶ εὐδοκίμησις, τί ταύτης βέλτιον γένοιτ' ἂν τῆς ζωῆς; Ἀλλὰ τί μοι ταῦτα διαλέγῃ, φησὶ, πόῤῥω φιλοσοφίας ἑστῶτι; Τί οὖν καὶ τὸν υἱὸν κωλύεις γενέσθαι ταύτης ἐγγύς; ἀρκεῖ μέχρι σοῦ στῆναι τὰ τῆς ζημίας. Οὐχ ἡγῇ μεγίστην εἶναι ζημίαν, ὅταν πρὸς ἔσχατον γῆρας ἐλάσαντες, ἅτε μηδὲν ἐπὶ τῆς πρώτης ἡλικίας καρπωσάμενοι χρηστὸν, δυσχεραίνητε πρὸς τὸ γῆρας; Καὶ μὴν διὰ τοῦτο, φησὶν, αὐτὸ δυσχεραίνομεν, ὅτι μεγάλα ἡμᾶς ὤνησεν ἡ νεότης. Ποῖα μεγάλα; δεῖξον ἔχοντα τὸν γέροντα τὰ μεγάλα ἐκεῖνα· εἰ γὰρ εἶχεν αὐτὰ, καὶ μεμενήκει διαρκῆ, οὐκ ἂν ὡς ἔρημος ὢν ἁπάντων τούτων οὕτως ὠδύρετο· εἰ δὲ ἀπέπτη καὶ ἐμαράνθη, ποῖα μεγάλα τὰ οὕτω ταχέως σβεννύμενα; Ἀλλ' οὐχ ὁ παῖς τοῦτο πείσεται ὁ σὸς, ἀλλ' εἴ ποτε εἰς γῆρας ἔλθοι μακρὸν, οὐκ ὄψει ταῦτα ἀποδυσπετοῦντα ἅπερ καὶ ὑμεῖς, ἀλλὰ χαίροντα καὶ γαννύμενον καὶ ἀγαλλόμενον· τὰ γὰρ ἀγαθὰ αὐτῷ τότε ἀκμάζει μᾶλλον. Ὁ δὲ πλοῦτος ὁ ὑμέτερος, κἂν μυρία ἀγαθὰ κεκτημένος ᾖ, ἐπὶ τῆς πρώτης αὐτὰ συνέστειλεν ἡλικίας· οὗτος δὲ οὐχ οὕτως, ἀλλὰ μένει καὶ ἐν γήρᾳ καὶ μετὰ τὴν τελευτὴν συναπέρχεται. Διὰ ταῦτα ὑμεῖς μὲν τὴν οὐσίαν ὑμῖν αὐξανομένην ὁρῶντες ἐν γήρᾳ, καὶ πολλὰς καὶ δόξης καὶ τρυφῆς ὑποθέσεις ἔχοντες, ἐπηρεάζεσθε, ἅτε οὐκ ἀρκούσης τῆς ἡλικίας πρὸς τὴν ἀπόλαυσιν· διὰ τοῦτο καὶ πρὸς τὴν τελευτὴν φρίττετε, καὶ πάντων ἐλεεινοτέρους εἶναί φατε τότε μάλιστα, ὅταν εὐδοκιμῆτε. Ἐκεῖνος δὲ τότε ἀναπαύσεται μάλιστα, ὅταν γηράσῃ, ἅτε εἰς λιμένα ἐπειγόμενος ἐλθεῖν, καὶ νεότητα μὲν ἔχων ἀεὶ ἀκμάζουσαν, εἰς γῆρας δὲ οὐδέποτε ἐπείγουσαν. Σὺ δὲ τοιαύτην τρυφὴν τὸν υἱὸν ἐβούλου τρυφᾷν, δι' ἣν ἂν μετενόησε μυριάκις, καὶ ἤλγησεν ἐν γήρᾳ γενόμενος. Ἀλλὰ μὴ γένοιτο μηδὲ τοὺς ἐχθροὺς τοὺς ὑμετέρους τοιαῦτα τρυφῆσαί ποτε. Καὶ τί λέγω τὸ γῆρας; ἐν γὰρ ἡμέρᾳ μιᾷ σβέννυται τὰ τῆς ἡδονῆς ἐκείνης· μᾶλλον δὲ οὐκ ἐν ἡμέρᾳ, οὐδὲ ἐν ὥρᾳ, ἀλλὰ καὶ ἐν μικρᾷ καὶ ἀκαριαίᾳ ῥοπῇ. Τί γάρ ἐστιν ἡδονή; οὐ τὸ γαστρίζεσθαι, καὶ συβαριτικὰς παρατίθεσθαι τραπέζας, καὶ γυναιξὶν ὡραίαις συγγίνεσθαι καθάπερ τινὰς χοίρους ἐν βορβόρῳ κυλινδουμένους;