# Catecheses ad illuminandos 1-8 (series tertia) 1.13

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia), Catechesis 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/catecheses-ad-illuminandos-1-8-series-tertia/1.13

Καὶ τοῦτο αὐτὸ προφητικοῖς ὀφθαλμοῖς προορῶν ὁ πρωτόπλαστος ἔλεγεν· «Αὕτη κληθήσεται γυνὴ ὅτι ἐκ τοῦ ἀνδρὸς αὐτῆς ἐλήφθη αὕτη· ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα αὐτοῦ καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν.» Τὸ αὐτὸ ἄν τις εἴποι καὶ περὶ τοῦ ἀνδρὸς ὅτι κἀκεῖνος τῶν γεννησαμένων ἐπιλαθόμενος καὶ τοῦ οἴκου τοῦ πατρικοῦ ἑνοῖ καὶ προσκολλᾷ ἑαυτὸν τῇ κατὰ τὴν ἑσπέραν ἐκείνην αὐτῷ συναπτομένῃ. Καὶ ἵνα δείξῃ ἡμῖν ἡ θεία γραφὴ τῆς συνηθείας τὴν ἀκρίβειαν, οὐκ εἶπεν ὅτι ἑνωθήσεται τῇ γυναικί, ἀλλὰ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ. Καὶ οὐδὲ τούτῳ ἠρκέσθη ἀλλὰ προσέθηκε· «Καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν.» Διὰ τοῦτο καὶ ὁ Χριστὸς τὴν μαρτυρίαν ταύτην παράγων ἔλεγεν· «Ὥστε οὐκέτι εἰσὶ δύο ἀλλὰ σὰρξ μία.» Τοσαύτη, φησί, γίνεται ἡ ἕνωσις καὶ ἡ συνάφεια ὡς τοὺς δύο μίαν εἶναι σάρκα. Εἰπέ μοι, ποῖος λογισμὸς τοῦτο εὑρεῖν δυνήσεται, ποία διάνοια ἐφικέσθαι τοῦ γινομένου; Οὐ καλῶς ἔλεγεν ὁ μακάριος οὗτος ὁ τῆς οἰκουμένης διδάσκαλος ὅτι μυστήριόν ἐστι; Καὶ οὐχ ἁπλῶς εἶπεν μυστήριον ἀλλά· «Τὸ μυστήριον τοῦτο μέγα ἐστίν.»

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg382.local001/.
