Ancient Greek
Catechesis 1
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 1.22
Not analysed yet
Δεῖ γὰρ ὑμᾶς ταῦτα ἀκριβῶς ἔχειν ἐμπεπηγότα ὑμῶν τῇ διανοίᾳ ἵνα μὴ εὐχείρωτοι γένησθε ταῖς ἀπάταις ταῖς διαβολικαῖς, ἀλλ' ἄν τε Ἀρείου παῖδες ὑποσκελίζειν βούλωνται, εἰδείητε ἀκριβῶς ὅτι ἀποφράττειν δεῖ τὰς ἀκοὰς πρὸς τὰ παρ' αὐτῶν λεγόμενα, μετὰ παρρησίας πρὸς αὐτοὺς ἀποκρινομένους καὶ δεικνύντας ὅμοιον κατὰ τὴν οὐσίαν ὄντα τῷ Πατρὶ τὸν Υἱόν. Αὐτὸς γάρ ἐστιν ὁ εἰρηκώς· «Ὥσπερ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ» καὶ διὰ πάντων δείκνυσιν ὅτι τὴν ἴσην ἔχει τῷ Πατρὶ δύναμιν. Ἄν τε Σαβέλλιος ἑτέρωθεν διαφθείρειν βούληται τὰ ὑγιῆ δόγματα συναλείφων τὰς ὑποστάσεις, κἀκείνῳ τὰς ἀκοὰς ἀποτείχισον, ἀγαπητέ, διδάσκων ὡς ἡ μὲν οὐσία Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος μία, τρεῖς δὲ αἱ ὑποστάσεις· οὔτε γὰρ ὁ Πατὴρ υἱὸς ἂν δύναιτο λέγεσθαι, οὔτε ὁ Υἱὸς πατήρ, οὔτε τὸ Πνεῦμα τὸ ἅγιον ἕτερόν τι παρὰ τοῦτο, ἀλλ' ἕκαστος ἐν τῇ ἰδίᾳ μένων ὑποστάσει τὴν ἴσην δύναμιν κέκτηται.