Ancient Greek
Catechesis 1
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 1.24
Not analysed yet
Εἶδες ὁμολογίαν ἀπηρτισμένην; Εἶδες διδασκαλίαν μηδεμίαν ἀμφιβολίαν ἔχουσαν; Μὴ σέ τις λοιπὸν ταραττέτω, τὰς ἐκ τῶν οἰκείων λογισμῶν ζητήσεις ἐπεισφέρων τοῖς τῆς ἐκκλησίας δόγμασι καὶ τὰ ὀρθὰ καὶ ὑγιῆ δόγματα ἐπιθολοῦν βουλόμενος. Ἀλλὰ φεῦγε τῶν τοιούτων τὰς συνουσίας ὡς τῶν φαρμάκων τὰ δηλητήρια. Καὶ γὰρ ἐκείνων οὗτοι χαλεπώτεροι· ἐκεῖνα μὲν γὰρ μέχρι τοῦ σώματος ἵστησι τὴν βλάβην, οὗτοι δὲ αὐτῇ τῇ σωτηρίᾳ τῆς ψυχῆς λυμαίνονται. Διὸ προσήκει ἐξ ἀρχῆς καὶ ἐκ προοιμίων φεύγειν αὐτῶν τὰς τοιαύτας διαλέξεις καὶ μάλιστα μέχρις ἂν δυνηθῆτε τοῦ χρόνου προϊόντος, καλῶς φραξάμενοι καθάπερ ὅπλοις τισὶ πνευματικοῖς ταῖς παρὰ τῆς θείας γραφῆς μαρτυρίαις, ἐπιστομίζειν αὐτῶν τὴν ἀναίσχυντον γλῶτταν.