Ancient Greek · ~3 min
Catechesis 1
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 1.32
Not analysed yet
Ὑπέλθωμεν τοίνυν τὸν ζυγὸν τὸν χρηστὸν καὶ τὸ φορτίον τὸ ἐλαφρὸν ἄρωμεν ἵνα καὶ τὴν ἀνάπαυσιν εὑρεῖν δυνηθῶμεν. Ὁ τοῦτον ὑπελθὼν τὸν ζυγὸν πάσης ὀφείλει τῆς παλαιᾶς συνηθείας λήθην ποιήσασθαι καὶ ὀφθαλμῶν ἀκρίβειαν ἐπιδείκνυσθαι· «Ὁ γὰρ ἐμβλέψας γυναικί φησιν πρὸς τὸ ἐπιθυμῆσαι ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ», ὥστε ἀσφάλειαν ἐπιθεῖναι δεῖ ταῖς ὀπτικαῖς αἰσθήσεσιν ἵνα μὴ δι' αὐτῶν θάνατος ἀναβῇ. Οὐ μόνον δὲ ὀφθαλμῶν, ἀλλὰ καὶ γλώττης πολλὴν τὴν ἀκρίβειαν ἐπιδείκνυσθαι χρή. «Πολλοὶ γὰρ ἔπεσόν φησιν ἐν στόματι μαχαίρας καὶ οὐχ ὡς οἱ πεσόντες διὰ γλώσσης», τὰ ἄλλα πάθη τὰ τικτόμενα χαλινοῦν καὶ ἐν γαλήνῃ τὴν διάνοιαν καθιστᾶν, τὸν θυμὸν ἐξορίζειν, τὴν ὀργήν, τὴν μνησικακίαν, τὴν ἔχθραν, τὴν βασκανίαν, τὰς ἐπιθυμίας τὰς ἀτόπους, τὴν ἀσέλγειαν ἅπασαν, πάντα τὰ ἔργα τῆς σαρκὸς ἅτινά ἐστί φησιν μοιχεία, πορνεία, ἀκαθαρσία, ἀσέλγεια, εἰδωλολατρία, φαρμακεία, ἔχθρα, ἔρις, φθόνοι, μέθαι, κῶμοι.