Ancient Greek · ~1 min
Catechesis 2
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 2.21
Not analysed yet
Εἴδετε οἷα τῶν συνθηκῶν τὰ γραμματεῖα; Μετὰ γὰρ τὴν ἀποταγὴν τοῦ πονηροῦ καὶ πάντων τῶν τῷ πονηρῷ διαφερόντων πραγμάτων πάλιν λέγειν παρασκευάζει· «Καὶ συντάσσομαί σοι, Χριστέ.» Εἶδες ἀγαθότητος ὑπερβολήν; Τὰ ῥήματα δεχόμενος παρὰ σοῦ μόνον, τοσοῦτον ἐμπιστεύει σοι πραγμάτων θησαυρόν, πάσης τῆς προτέρας ἀγνωμοσύνης ἐπιλαθόμενος καὶ οὐδὲν ὑπομιμνῄσκων σε τῶν προτέρων ἀλλ' ἀρκεῖται τοῖς βραχέσι τούτοις ῥήμασιν.