Ancient Greek · ~2 min
Catechesis 2
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 2.23
Not analysed yet
Ἐπειδὴ γὰρ οἶδε λοιπὸν ὅτι μέμηνεν ὁ ἐχθρὸς καὶ θήγει τοὺς ὀδόντας καὶ περιέρχεται ὡς λέων ὠρυόμενος καὶ ὁρῶν τοὺς πρότερον ὑπὸ τὴν αὐτοῦ τυραννίδα τυγχάνοντας ἀθρόον κατεξανισταμένους αὐτοῦ καὶ αὐτῷ μὲν ἀποταξαμένους, μεταταξαμένους δὲ καὶ τὴν πρὸς τὸν Χριστὸν συνταγὴν ἐπιδειξαμένους, διὰ τοῦτο ἀλείφει ἐπὶ τοῦ μετώπου καὶ τὴν σφραγῖδα ἐπιτίθησιν ἵνα ἀποστρέψῃ τὰς ὄψεις ἐκεῖνος. Οὐδὲ γὰρ ἀντιβλέψαι τολμᾷ ὁρῶν τὴν ἐκεῖθεν ἀστραπὴν ἐκπηδῶσαν καὶ ἀποτυφλοῦσαν αὐτοῦ τὰς ὄψεις. Λοιπὸν γὰρ μάχη καὶ ἀντίστασις ἐξ ἐκείνου πρὸς αὐτὸν γίνεται καὶ διὰ τοῦτο καθάπερ ἀθλητάς τινας Χριστοῦ οὕτω διὰ τῆς ἀλοιφῆς εἰς τὸ στάδιον τὸ πνευματικὸν εἰσάγει.