Ancient Greek · ~2 min
Catechesis 3
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 3.1
Not analysed yet
Εὐλογητὸς ὁ Θεός· ἰδοὺ καὶ ἀπὸ γῆς ἀστέρες φαίνουσιν, ἀστέρες τῶν οὐρανῶν φαιδρότεροι. Ἐπὶ γῆς ἀστέρες διὰ τὸν ἐξ οὐρανῶν ἐπὶ γῆς φανέντα· οὐκ ἐπὶ γῆς δὲ μόνον ἀστέρες, ἀλλὰ καὶ ἐν ἡμέρᾳ ἀστέρες· τοῦτο δεύτερον θαῦμα. Ἐν ἡμέρᾳ ἀστέρες τῶν ἐν νυκτὶ φαιδρότεροι. Ἐκεῖνοι μὲν γὰρ τοῦ ἡλίου φανέντος κατακρύπτονται, οὗτοι δὲ τοῦ ἡλίου τῆς δικαιοσύνης φανέντος μᾶλλον ἐκλάμπουσιν. Εἶδες ἀστέρας ποτὲ μετὰ ἡλίου φανέντας;